1 Παῦλος δοῦλος θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ’ εὐσέßειαν 2 ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων, 3 ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγµατι ὃ ἐπιστεύθην ἐγὼ κατ’ ἐπιταγὴν τοῦ σωτῆρος ἡµῶν θεοῦ, 4 Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ σωτῆρος ἡµῶν.
5 Τούτου χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ καὶ καταστήσῃς κατὰ πόλιν πρεσßυτέρους, ὡς ἐγώ σοι διεταξάµην, 6 εἴ τίς ἐστιν ἀνέγκλητος, µιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, µὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα. 7 δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς θεοῦ οἰκονόµον, µὴ αὐθάδη, µὴ ὀργίλον, µὴ πάροινον, µὴ πλήκτην, µὴ αἰσχροκερδῆ, 8 ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, 9 ἀντεχόµενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
10 Εἰσὶν γὰρ πολλοὶ [καὶ] ἀνυπότακτοι, µαταιολόγοι καὶ φρεναπάται, µάλιστα οἱ ἐκ τῆς περιτοµῆς, 11 οὓς δεῖ ἐπιστοµίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ µὴ δεῖ αἰσχροῦ κέρδους χάριν. 12 εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης,
Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.
13 ἡ µαρτυρία αὕτη ἐστὶν ἀληθής. δι’ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόµως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, 14 µὴ προσέχοντες Ἰουδαϊκοῖς µύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφοµένων τὴν ἀλήθειαν. 15 πάντα καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ µεµιαµµένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ µεµίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. 16 θεὸν ὁµολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, ßδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιµοι.
2 Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. 2 πρεσßύτας νηφαλίους εἶναι, σεµνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑποµονῇ. 3 πρεσßύτιδας ὡσαύτως ἐν καταστήµατι ἱεροπρεπεῖς, µὴ διαßόλους µηδὲ οἴνῳ πολλῷ δεδουλωµένας, καλοδιδασκάλους, 4 ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, 5 σώφρονας, ἁγνάς, οἰκουργούς, ἀγαθάς, ὑποτασσοµένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα µὴ ὁ λόγος τοῦ θεοῦ ßλασφηµῆται. 6 τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν· 7 περὶ πάντα σεαυτὸν παρεχόµενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ἀφθορίαν, σεµνότητα, 8 λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ µηδὲν ἔχων λέγειν περὶ ἡµῶν φαῦλον. 9 δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, µὴ ἀντιλέγοντας, 10 µὴ νοσφιζοµένους, ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυµένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν τὴν τοῦ σωτῆρος ἡµῶν θεοῦ κοσµῶσιν ἐν πᾶσιν.
11 Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις, 12 παιδεύουσα ἡµᾶς ἵνα ἀρνησάµενοι τὴν ἀσέßειαν καὶ τὰς κοσµικὰς ἐπιθυµίας σωφρόνως καὶ δικαίως καὶ εὐσεßῶς ζήσωµεν ἐν τῷ νῦν αἰῶνι, 13 προσδεχόµενοι τὴν µακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ µεγάλου θεοῦ καὶ σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ, 14 ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡµῶν ἵνα λυτρώσηται ἡµᾶς ἀπὸ πάσης ἀνοµίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. 15 Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε µετὰ πάσης ἐπιταγῆς· µηδείς σου περιφρονείτω.
3 Ὑποµίµνῃσκε αὐτοὺς ἀρχαῖς ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίµους εἶναι, 2 µηδένα ßλασφηµεῖν, ἀµάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυµένους πραΰτητα πρὸς πάντας ἀνθρώπους. 3 Ἦµεν γάρ ποτε καὶ ἡµεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώµενοι, δουλεύοντες ἐπιθυµίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, µισοῦντες ἀλλήλους. 4 ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡµῶν θεοῦ, 5 οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαµεν ἡµεῖς ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡµᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύµατος ἁγίου, 6 οὗ ἐξέχεεν ἐφ’ ἡµᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡµῶν, 7 ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόµοι γενηθῶµεν κατ’ ἐλπίδα ζωῆς αἰωνίου.
8 Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων ßούλοµαί σε διαßεßαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεῷ. ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιµα τοῖς ἀνθρώποις· 9 µωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔριν καὶ µάχας νοµικὰς περιΐστασο, εἰσὶν γὰρ ἀνωφελεῖς καὶ µάταιοι. 10 αἱρετικὸν ἄνθρωπον µετὰ µίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁµαρτάνει, ὢν αὐτοκατάκριτος.
12 Ὅταν πέµψω Ἀρτεµᾶν πρὸς σὲ ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός µε εἰς Νικόπολιν, ἐκεῖ γὰρ κέκρικα παραχειµάσαι. 13 Ζηνᾶν τὸν νοµικὸν καὶ Ἀπολλῶν σπουδαίως πρόπεµψον, ἵνα µηδὲν αὐτοῖς λείπῃ. 14 µανθανέτωσαν δὲ καὶ οἱ ἡµέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα µὴ ὦσιν ἄκαρποι.
15 Ἀσπάζονταί σε οἱ µετ’ ἐµοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡµᾶς ἐν πίστει. ἡ χάρις µετὰ πάντων ὑµῶν.