1 Παῦλος δέσµιος Χριστοῦ Ἰησοῦ καὶ Τιµόθεος ὁ ἀδελφὸς Φιλήµονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡµῶν 2 καὶ Ἀπφίᾳ τῇ ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡµῶν καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ·3 χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡµῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
4 Εὐχαριστῶ τῷ θεῷ µου πάντοτε µνείαν σου ποιούµενος ἐπὶ τῶν προσευχῶν µου, 5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, 6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡµῖν εἰς Χριστόν·7 χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
8 Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, 9 διὰ τὴν ἀγάπην µᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσßύτης, νυνὶ δὲ καὶ δέσµιος Χριστοῦ Ἰησοῦ – 10 παρακαλῶ σε περὶ τοῦ ἐµοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσµοῖς Ὀνήσιµον, 11 τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ [καὶ] σοὶ καὶ ἐµοὶ εὔχρηστον, 12 ὃν ἀνέπεµψά σοι, αὐτόν, τοῦτ’ ἔστιν τὰ ἐµὰ σπλάγχνα· 13 ὃν ἐγὼ ἐßουλόµην πρὸς ἐµαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ µοι διακονῇ ἐν τοῖς δεσµοῖς τοῦ εὐαγγελίου, 14 χωρὶς δὲ τῆς σῆς γνώµης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα µὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον. 15 τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, 16 οὐκέτι ὡς δοῦλον ἀλλὰ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, µάλιστα ἐµοί, πόσῳ δὲ µᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ.
17 Εἰ οὖν µε ἔχεις κοινωνόν, προσλαßοῦ αὐτὸν ὡς ἐµέ. 18 εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐµοὶ ἐλλόγα· 19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐµῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα µὴ λέγω σοι ὅτι καὶ σεαυτόν µοι προσοφείλεις. 20 ναί, ἀδελφέ, ἐγώ σου ὀναίµην ἐν κυρίῳ· ἀνάπαυσόν µου τὰ σπλάγχνα ἐν Χριστῷ.
21 Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω ποιήσεις. 22 ἅµα δὲ καὶ ἑτοίµαζέ µοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑµῶν χαρισθήσοµαι ὑµῖν.
23 Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχµάλωτός µου ἐν Χριστῷ Ἰησοῦ, 24 Μᾶρκος, Ἀρίσταρχος, Δηµᾶς, Λουκᾶς, οἱ συνεργοί µου. 25 Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ µετὰ τοῦ πνεύµατος ὑµῶν.