Κατὰ Μᾶρκον

1  Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ [υἱοῦ θεοῦ].

2 Καθὼς γέγραπται ἐν τῷ Ἠσαΐᾳ τῷ προφήτῃ,

Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν µου πρὸ προσώπου σου,

ὃς κατασκευάσει τὴν ὁδόν σου·

3 φωνὴ ßοῶντος ἐν τῇ ἐρήµῳ,

Ἑτοιµάσατε τὴν ὁδὸν κυρίου,

εὐθείας ποιεῖτε τὰς τρίßους αὐτοῦ,

4 ἐγένετο Ἰωάννης ßαπτίζων ἐν τῇ ἐρήµῳ καὶ κηρύσσων ßάπτισµα µετανοίας εἰς ἄφεσιν ἁµαρτιῶν.  5 καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυµῖται πάντες, καὶ ἐßαπτίζοντο ὑπ’ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταµῷ ἐξοµολογούµενοι τὰς ἁµαρτίας αὐτῶν.  6 καὶ ἦν ὁ Ἰωάννης ἐνδεδυµένος τρίχας καµήλου καὶ ζώνην δερµατίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ µέλι ἄγριον.  7 καὶ ἐκήρυσσεν λέγων, Ἔρχεται ὁ ἰσχυρότερός µου ὀπίσω µου, οὗ οὐκ εἰµὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱµάντα τῶν ὑποδηµάτων αὐτοῦ·  8 ἐγὼ ἐßάπτισα ὑµᾶς ὕδατι, αὐτὸς δὲ ßαπτίσει ὑµᾶς ἐν πνεύµατι ἁγίῳ.

9 Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡµέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐßαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου.  10 καὶ εὐθὺς ἀναßαίνων ἐκ τοῦ ὕδατος εἶδεν σχιζοµένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦµα ὡς περιστερὰν καταßαῖνον εἰς αὐτόν·  11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ ὁ υἱός µου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.

12 Καὶ εὐθὺς τὸ πνεῦµα αὐτὸν ἐκßάλλει εἰς τὴν ἔρηµον.  13 καὶ ἦν ἐν τῇ ἐρήµῳ τεσσαράκοντα ἡµέρας πειραζόµενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν µετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.

14 Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ θεοῦ  15 καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ ßασιλεία τοῦ θεοῦ· µετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.

16 Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίµωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν Σίµωνος ἀµφιßάλλοντας ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς.  17 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ὀπίσω µου, καὶ ποιήσω ὑµᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.  18 καὶ εὐθὺς ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.  19 Καὶ προßὰς ὀλίγον εἶδεν Ἰάκωßον τὸν τοῦ Ζεßεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα,  20 καὶ εὐθὺς ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεßεδαῖον ἐν τῷ πλοίῳ µετὰ τῶν µισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.

21 Καὶ εἰσπορεύονται εἰς Καφαρναούµ. καὶ εὐθὺς τοῖς σάßßασιν [εἰσελθὼν] εἰς τὴν συναγωγὴν ἐδίδασκεν.  22 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραµµατεῖς.  23 καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύµατι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν  24 λέγων, Τί ἡµῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡµᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.  25 καὶ ἐπετίµησεν αὐτῷ ὁ Ἰησοῦς λέγων, Φιµώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ.  26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦµα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ µεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ.  27 καὶ ἐθαµßήθησαν ἅπαντες, ὥστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας, Τί ἐστιν τοῦτο; διδαχὴ καινὴ κατ’ ἐξουσίαν· καὶ τοῖς πνεύµασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ.  28 καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.

29 Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίµωνος καὶ Ἀνδρέου µετὰ Ἰακώßου καὶ Ἰωάννου.  30 ἡ δὲ πενθερὰ Σίµωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς.  31 καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρός· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ διηκόνει αὐτοῖς.  32 Ὀψίας δὲ γενοµένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιµονιζοµένους·  33 καὶ ἦν ὅλη ἡ πόλις ἐπισυνηγµένη πρὸς τὴν θύραν.  34 καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιµόνια πολλὰ ἐξέßαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιµόνια, ὅτι ᾔδεισαν αὐτόν.

35 Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρηµον τόπον κἀκεῖ προσηύχετο.  36 καὶ κατεδίωξεν αὐτὸν Σίµων καὶ οἱ µετ’ αὐτοῦ,  37 καὶ εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι Πάντες ζητοῦσίν σε.  38 καὶ λέγει αὐτοῖς, Ἄγωµεν ἀλλαχοῦ εἰς τὰς ἐχοµένας κωµοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξῆλθον.  39 καὶ ἦλθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιµόνια ἐκßάλλων.

40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν [καὶ γονυπετῶν] καὶ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς δύνασαί µε καθαρίσαι.  41 καὶ σπλαγχνισθεὶς ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἥψατο καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι·  42 καὶ εὐθὺς ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.  43 καὶ ἐµßριµησάµενος αὐτῷ εὐθὺς ἐξέßαλεν αὐτόν,  44 καὶ λέγει αὐτῷ, Ὅρα µηδενὶ µηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισµοῦ σου ἃ προσέταξεν Μωϋσῆς, εἰς µαρτύριον αὐτοῖς.  45 ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφηµίζειν τὸν λόγον, ὥστε µηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ’ ἔξω ἐπ’ ἐρήµοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν.

2  Καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺµ δι’ ἡµερῶν ἠκούσθη ὅτι ἐν οἴκῳ ἐστίν.  2 καὶ συνήχθησαν πολλοὶ ὥστε µηκέτι χωρεῖν µηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.  3 καὶ ἔρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόµενον ὑπὸ τεσσάρων.  4 καὶ µὴ δυνάµενοι προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράßαττον ὅπου ὁ παραλυτικὸς κατέκειτο.  5 καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, Τέκνον, ἀφίενταί σου αἱ ἁµαρτίαι.  6 ἦσαν δέ τινες τῶν γραµµατέων ἐκεῖ καθήµενοι καὶ διαλογιζόµενοι ἐν ταῖς καρδίαις αὐτῶν,  7 Τί οὗτος οὕτως λαλεῖ; ßλασφηµεῖ· τίς δύναται ἀφιέναι ἁµαρτίας εἰ µὴ εἷς ὁ θεός;  8 καὶ εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύµατι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς λέγει αὐτοῖς, Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑµῶν;  9 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, Ἀφίενταί σου αἱ ἁµαρτίαι, ἢ εἰπεῖν, Ἔγειρε καὶ ἆρον τὸν κράßαττόν σου καὶ περιπάτει;  10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁµαρτίας ἐπὶ τῆς γῆς – λέγει τῷ παραλυτικῷ,  11 Σοὶ λέγω, ἔγειρε ἆρον τὸν κράßαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.  12 καὶ ἠγέρθη καὶ εὐθὺς ἄρας τὸν κράßαττον ἐξῆλθεν ἔµπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι Οὕτως οὐδέποτε εἴδοµεν.

13 Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.  14 καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήµενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει µοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.  15 Καὶ γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁµαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς µαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί. καὶ ἠκολούθουν αὐτῷ  16 καὶ οἱ γραµµατεῖς τῶν Φαρισαίων, καὶ ἰδόντες ὅτι ἐσθίει µετὰ τῶν ἁµαρτωλῶν καὶ τελωνῶν ἔλεγον τοῖς µαθηταῖς αὐτοῦ, Ὅτι µετὰ τῶν τελωνῶν καὶ ἁµαρτωλῶν ἐσθίει;  17 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς [ὅτι] Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁµαρτωλούς.

18 Καὶ ἦσαν οἱ µαθηταὶ Ἰωάννου καὶ οἱ Φαρισαῖοι νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διὰ τί οἱ µαθηταὶ Ἰωάννου καὶ οἱ µαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ µαθηταὶ οὐ νηστεύουσιν;  19 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυµφῶνος ἐν ᾧ ὁ νυµφίος µετ’ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον ἔχουσιν τὸν νυµφίον µετ’ αὐτῶν οὐ δύνανται νηστεύειν·  20 ἐλεύσονται δὲ ἡµέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυµφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡµέρᾳ.

21 οὐδεὶς ἐπίßληµα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱµάτιον παλαιόν· εἰ δὲ µή, αἴρει τὸ πλήρωµα ἀπ’ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσµα γίνεται.  22 καὶ οὐδεὶς ßάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ µή, ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς.

23 Καὶ ἐγένετο αὐτὸν ἐν τοῖς σάßßασιν παραπορεύεσθαι διὰ τῶν σπορίµων, καὶ οἱ µαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.  24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε τί ποιοῦσιν τοῖς σάßßασιν ὃ οὐκ ἔξεστιν;  25 καὶ λέγει αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ µετ’ αὐτοῦ;  26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀßιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ µὴ τοὺς ἱερεῖς, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;  27 καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάßßατον διὰ τὸν ἄνθρωπον ἐγένετο καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάßßατον·  28 ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαßßάτου.

3  Καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν. καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραµµένην ἔχων τὴν χεῖρα·  2 καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάßßασιν θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ.  3 καὶ λέγει τῷ ἀνθρώπῳ τῷ τὴν ξηρὰν χεῖρα ἔχοντι, Ἔγειρε εἰς τὸ µέσον.  4 καὶ λέγει αὐτοῖς, Ἔξεστιν τοῖς σάßßασιν ἀγαθὸν ποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων.  5 καὶ περιßλεψάµενος αὐτοὺς µετ’ ὀργῆς, συλλυπούµενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρα. καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ.  6 καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθὺς µετὰ τῶν Ἡρῳδιανῶν συµßούλιον ἐδίδουν κατ’ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.

7 Καὶ ὁ Ἰησοῦς µετὰ τῶν µαθητῶν αὐτοῦ ἀνεχώρησεν πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησεν· καὶ ἀπὸ τῆς Ἰουδαίας  8 καὶ ἀπὸ Ἱεροσολύµων καὶ ἀπὸ τῆς Ἰδουµαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούοντες ὅσα ἐποίει ἦλθον πρὸς αὐτόν.  9 καὶ εἶπεν τοῖς µαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα µὴ θλίßωσιν αὐτόν·  10 πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον µάστιγας.  11 καὶ τὰ πνεύµατα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρουν, προσέπιπτον αὐτῷ καὶ ἔκραζον λέγοντες ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ.  12 καὶ πολλὰ ἐπετίµα αὐτοῖς ἵνα µὴ αὐτὸν φανερὸν ποιήσωσιν.

13 Καὶ ἀναßαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν.  14 καὶ ἐποίησεν δώδεκα [οὓς καὶ ἀποστόλους ὠνόµασεν] ἵνα ὦσιν µετ’ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν  15 καὶ ἔχειν ἐξουσίαν ἐκßάλλειν τὰ δαιµόνια·  16 [καὶ ἐποίησεν τοὺς δώδεκα,] καὶ ἐπέθηκεν ὄνοµα τῷ Σίµωνι Πέτρον,  17 καὶ Ἰάκωßον τὸν τοῦ Ζεßεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώßου, καὶ ἐπέθηκεν αὐτοῖς ὀνόµατα Βοανηργές, ὅ ἐστιν Υἱοὶ Βροντῆς·  18 καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολοµαῖον καὶ Μαθθαῖον καὶ Θωµᾶν καὶ Ἰάκωßον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίµωνα τὸν Καναναῖον  19 καὶ Ἰούδαν Ἰσκαριώθ, ὃς καὶ παρέδωκεν αὐτόν.

20 Καὶ ἔρχεται εἰς οἶκον· καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε µὴ δύνασθαι αὐτοὺς µηδὲ ἄρτον φαγεῖν.  21 καὶ ἀκούσαντες οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι ἐξέστη.  22 καὶ οἱ γραµµατεῖς οἱ ἀπὸ Ἱεροσολύµων καταßάντες ἔλεγον ὅτι Βεελζεßοὺλ ἔχει, καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιµονίων ἐκßάλλει τὰ δαιµόνια.  23 καὶ προσκαλεσάµενος αὐτοὺς ἐν παραßολαῖς ἔλεγεν αὐτοῖς, Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκßάλλειν;  24 καὶ ἐὰν ßασιλεία ἐφ’ ἑαυτὴν µερισθῇ, οὐ δύναται σταθῆναι ἡ ßασιλεία ἐκείνη·  25 καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν µερισθῇ, οὐ δυνήσεται ἡ οἰκία ἐκείνη σταθῆναι.  26 καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ’ ἑαυτὸν καὶ ἐµερίσθη, οὐ δύναται στῆναι ἀλλὰ τέλος ἔχει.  27 ἀλλ’ οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι ἐὰν µὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.  28 Ἀµὴν λέγω ὑµῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁµαρτήµατα καὶ αἱ ßλασφηµίαι ὅσα ἐὰν ßλασφηµήσωσιν·  29 ὃς δ’ ἂν ßλασφηµήσῃ εἰς τὸ πνεῦµα τὸ ἅγιον οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁµαρτήµατος –30 ὅτι ἔλεγον, Πνεῦµα ἀκάθαρτον ἔχει.

31 Καὶ ἔρχεται ἡ µήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἔξω στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν καλοῦντες αὐτόν.  32 καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος, καὶ λέγουσιν αὐτῷ, Ἰδοὺ ἡ µήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσίν σε.  33 καὶ ἀποκριθεὶς αὐτοῖς λέγει, Τίς ἐστιν ἡ µήτηρ µου καὶ οἱ ἀδελφοί [µου];  34 καὶ περιßλεψάµενος τοὺς περὶ αὐτὸν κύκλῳ καθηµένους λέγει, Ἴδε ἡ µήτηρ µου καὶ οἱ ἀδελφοί µου.  35 ὃς [γὰρ] ἂν ποιήσῃ τὸ θέληµα τοῦ θεοῦ, οὗτος ἀδελφός µου καὶ ἀδελφὴ καὶ µήτηρ ἐστίν.

4  Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ συνάγεται πρὸς αὐτὸν ὄχλος πλεῖστος, ὥστε αὐτὸν εἰς πλοῖον ἐµßάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν.  2 καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραßολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ,  3 Ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ σπείρων σπεῖραι.  4 καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ µὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό.  5 καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθὺς ἐξανέτειλεν διὰ τὸ µὴ ἔχειν ßάθος γῆς·  6 καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος ἐκαυµατίσθη, καὶ διὰ τὸ µὴ ἔχειν ῥίζαν ἐξηράνθη.  7 καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέßησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν.  8 καὶ ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναßαίνοντα καὶ αὐξανόµενα, καὶ ἔφερεν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.  9 καὶ ἔλεγεν, Ὃς ἔχει ὦτα ἀκούειν ἀκουέτω.

10 Καὶ ὅτε ἐγένετο κατὰ µόνας, ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὰς παραßολάς.  11 καὶ ἔλεγεν αὐτοῖς, Ὑµῖν τὸ µυστήριον δέδοται τῆς ßασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραßολαῖς τὰ πάντα γίνεται,  12 ἵνα

ßλέποντες ßλέπωσιν καὶ µὴ ἴδωσιν,

καὶ ἀκούοντες ἀκούωσιν καὶ µὴ συνιῶσιν,

µήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς.

13 Καὶ λέγει αὐτοῖς, Οὐκ οἴδατε τὴν παραßολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραßολὰς γνώσεσθε;  14 ὁ σπείρων τὸν λόγον σπείρει.  15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν εὐθὺς ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρµένον εἰς αὐτούς.  16 καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὰ πετρώδη σπειρόµενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον εὐθὺς µετὰ χαρᾶς λαµßάνουσιν αὐτόν,  17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενοµένης θλίψεως ἢ διωγµοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζονται.  18 καὶ ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόµενοι· οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες,  19 καὶ αἱ µέριµναι τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυµίαι εἰσπορευόµεναι συµπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται.  20 καὶ ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.

21 Καὶ ἔλεγεν αὐτοῖς, Μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν µόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν τεθῇ;  22 οὐ γάρ ἐστιν κρυπτὸν ἐὰν µὴ ἵνα φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ’ ἵνα ἔλθῃ εἰς φανερόν.  23 εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.

24 Καὶ ἔλεγεν αὐτοῖς, Βλέπετε τί ἀκούετε. ἐν ᾧ µέτρῳ µετρεῖτε µετρηθήσεται ὑµῖν καὶ προστεθήσεται ὑµῖν.  25 ὃς γὰρ ἔχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.

26 Καὶ ἔλεγεν, Οὕτως ἐστὶν ἡ ßασιλεία τοῦ θεοῦ ὡς ἄνθρωπος ßάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς  27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡµέραν, καὶ ὁ σπόρος ßλαστᾷ καὶ µηκύνηται ὡς οὐκ οἶδεν αὐτός.  28 αὐτοµάτη ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτεν στάχυν, εἶτεν πλήρη σῖτον ἐν τῷ στάχυϊ.  29 ὅταν δὲ παραδοῖ ὁ καρπός, εὐθὺς ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισµός.

30 Καὶ ἔλεγεν, Πῶς ὁµοιώσωµεν τὴν ßασιλείαν τοῦ θεοῦ, ἢ ἐν τίνι αὐτὴν παραßολῇ θῶµεν;  31 ὡς κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, µικρότερον ὂν πάντων τῶν σπερµάτων τῶν ἐπὶ τῆς γῆς,  32 καὶ ὅταν σπαρῇ, ἀναßαίνει καὶ γίνεται µεῖζον πάντων τῶν λαχάνων καὶ ποιεῖ κλάδους µεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.

33 Καὶ τοιαύταις παραßολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν·  34 χωρὶς δὲ παραßολῆς οὐκ ἐλάλει αὐτοῖς, κατ’ ἰδίαν δὲ τοῖς ἰδίοις µαθηταῖς ἐπέλυεν πάντα.

35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡµέρᾳ ὀψίας γενοµένης, Διέλθωµεν εἰς τὸ πέραν.  36 καὶ ἀφέντες τὸν ὄχλον παραλαµßάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα πλοῖα ἦν µετ’ αὐτοῦ.  37 καὶ γίνεται λαῖλαψ µεγάλη ἀνέµου, καὶ τὰ κύµατα ἐπέßαλλεν εἰς τὸ πλοῖον, ὥστε ἤδη γεµίζεσθαι τὸ πλοῖον.  38 καὶ αὐτὸς ἦν ἐν τῇ πρύµνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ µέλει σοι ὅτι ἀπολλύµεθα;  39 καὶ διεγερθεὶς ἐπετίµησεν τῷ ἀνέµῳ καὶ εἶπεν τῇ θαλάσσῃ, Σιώπα, πεφίµωσο. καὶ ἐκόπασεν ὁ ἄνεµος, καὶ ἐγένετο γαλήνη µεγάλη.  40 καὶ εἶπεν αὐτοῖς, Τί δειλοί ἐστε; οὔπω ἔχετε πίστιν;  41 καὶ ἐφοßήθησαν φόßον µέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεµος καὶ ἡ θάλασσα ὑπακούει αὐτῷ;

5  Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γερασηνῶν.  2 καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου [εὐθὺς] ὑπήντησεν αὐτῷ ἐκ τῶν µνηµείων ἄνθρωπος ἐν πνεύµατι ἀκαθάρτῳ,  3 ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς µνήµασιν· καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι,  4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι καὶ διεσπάσθαι ὑπ’ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαµάσαι·  5 καὶ διὰ παντὸς νυκτὸς καὶ ἡµέρας ἐν τοῖς µνήµασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.  6 καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ µακρόθεν ἔδραµεν καὶ προσεκύνησεν αὐτῷ,  7 καὶ κράξας φωνῇ µεγάλῃ λέγει, Τί ἐµοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν θεόν, µή µε ßασανίσῃς.  8 ἔλεγεν γὰρ αὐτῷ, Ἔξελθε τὸ πνεῦµα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου.  9 καὶ ἐπηρώτα αὐτόν, Τί ὄνοµά σοι; καὶ λέγει αὐτῷ, Λεγιὼν ὄνοµά µοι, ὅτι πολλοί ἐσµεν.  10 καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα µὴ αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας.

11 Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων µεγάλη ßοσκοµένη·  12 καὶ παρεκάλεσαν αὐτὸν λέγοντες, Πέµψον ἡµᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωµεν.  13 καὶ ἐπέτρεψεν αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύµατα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρµησεν ἡ ἀγέλη κατὰ τοῦ κρηµνοῦ εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.  14 καὶ οἱ ßόσκοντες αὐτοὺς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός.  15 καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιµονιζόµενον καθήµενον ἱµατισµένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγιῶνα, καὶ ἐφοßήθησαν.  16 καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιµονιζοµένῳ καὶ περὶ τῶν χοίρων.  17 καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.  18 καὶ ἐµßαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιµονισθεὶς ἵνα µετ’ αὐτοῦ ᾖ.  19 καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀπάγγειλον αὐτοῖς ὅσα ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε.  20 καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύµαζον.

21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ’ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.  22 καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόµατι Ἰάϊρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ  23 καὶ παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν µου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς τὰς χεῖρας αὐτῇ ἵνα σωθῇ καὶ ζήσῃ.  24 καὶ ἀπῆλθεν µετ’ αὐτοῦ.

Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιßον αὐτόν.  25 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵµατος δώδεκα ἔτη  26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ’ αὐτῆς πάντα καὶ µηδὲν ὠφεληθεῖσα ἀλλὰ µᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,  27 ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱµατίου αὐτοῦ·  28 ἔλεγεν γὰρ ὅτι Ἐὰν ἅψωµαι κἂν τῶν ἱµατίων αὐτοῦ σωθήσοµαι.  29 καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵµατος αὐτῆς, καὶ ἔγνω τῷ σώµατι ὅτι ἴαται ἀπὸ τῆς µάστιγος.  30 καὶ εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναµιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν, Τίς µου ἥψατο τῶν ἱµατίων;  31 καὶ ἔλεγον αὐτῷ οἱ µαθηταὶ αὐτοῦ, Βλέπεις τὸν ὄχλον συνθλίßοντά σε, καὶ λέγεις, Τίς µου ἥψατο;  32 καὶ περιεßλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.  33 ἡ δὲ γυνὴ φοßηθεῖσα καὶ τρέµουσα, εἰδυῖα ὃ γέγονεν αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.  34 ὁ δὲ εἶπεν αὐτῇ, Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς µάστιγός σου.

35 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;  36 ὁ δὲ Ἰησοῦς παρακούσας τὸν λόγον λαλούµενον λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ φοßοῦ, µόνον πίστευε.  37 καὶ οὐκ ἀφῆκεν οὐδένα µετ’ αὐτοῦ συνακολουθῆσαι εἰ µὴ τὸν Πέτρον καὶ Ἰάκωßον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώßου.  38 καὶ ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυßον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά,  39 καὶ εἰσελθὼν λέγει αὐτοῖς, Τί θορυßεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει.  40 καὶ κατεγέλων αὐτοῦ. αὐτὸς δὲ ἐκßαλὼν πάντας παραλαµßάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν µητέρα καὶ τοὺς µετ’ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον·  41 καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ, Ταλιθα κουµ, ὅ ἐστιν µεθερµηνευόµενον Τὸ κοράσιον, σοὶ λέγω, ἔγειρε.  42 καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν εὐθὺς ἐκστάσει µεγάλῃ.  43 καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα µηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.

6  Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ἔρχεται εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ µαθηταὶ αὐτοῦ.  2 καὶ γενοµένου σαßßάτου ἤρξατο διδάσκειν ἐν τῇ συναγωγῇ· καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες, Πόθεν τούτῳ ταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσα τούτῳ ἵνα καὶ δυνάµεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνωνται;  3 οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς τῆς Μαρίας καὶ ἀδελφὸς Ἰακώßου καὶ Ἰωσῆτος καὶ Ἰούδα καὶ Σίµωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡµᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.  4 καὶ ἔλεγεν αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστιν προφήτης ἄτιµος εἰ µὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενεῦσιν αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.  5 καὶ οὐκ ἐδύνατο ἐκεῖ ποιῆσαι οὐδεµίαν δύναµιν, εἰ µὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν·  6 καὶ ἐθαύµαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν.

Καὶ περιῆγεν τὰς κώµας κύκλῳ διδάσκων.  7 καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευµάτων τῶν ἀκαθάρτων·  8 καὶ παρήγγειλεν αὐτοῖς ἵνα µηδὲν ἄρωσιν εἰς ὁδὸν εἰ µὴ ῥάßδον µόνον, µὴ ἄρτον, µὴ πήραν, µὴ εἰς τὴν ζώνην χαλκόν,  9 ἀλλὰ ὑποδεδεµένους σανδάλια καὶ µὴ ἐνδύσασθαι δύο χιτῶνας.  10 καὶ ἔλεγεν αὐτοῖς, Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ µένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν.  11 καὶ ὃς ἂν τόπος µὴ δέξηται ὑµᾶς µηδὲ ἀκούσωσιν ὑµῶν, ἐκπορευόµενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑµῶν εἰς µαρτύριον αὐτοῖς.  12 Καὶ ἐξελθόντες ἐκήρυξαν ἵνα µετανοῶσιν,  13 καὶ δαιµόνια πολλὰ ἐξέßαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.

14 Καὶ ἤκουσεν ὁ ßασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνοµα αὐτοῦ, καὶ ἔλεγον ὅτι Ἰωάννης ὁ ßαπτίζων ἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάµεις ἐν αὐτῷ.  15 ἄλλοι δὲ ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ὡς εἷς τῶν προφητῶν.  16 ἀκούσας δὲ ὁ Ἡρῴδης ἔλεγεν, Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος ἠγέρθη.  17 Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάµησεν·  18 ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.  19 ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο·  20 ὁ γὰρ Ἡρῴδης ἐφοßεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκουεν.  21 Καὶ γενοµένης ἡµέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν τοῖς µεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας,  22 καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτοῦ Ἡρῳδιάδος καὶ ὀρχησαµένης, ἤρεσεν τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειµένοις. εἶπεν ὁ ßασιλεὺς τῷ κορασίῳ, Αἴτησόν µε ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι·  23 καὶ ὤµοσεν αὐτῇ [πολλά], Ὅ τι ἐάν µε αἰτήσῃς δώσω σοι ἕως ἡµίσους τῆς ßασιλείας µου.  24 καὶ ἐξελθοῦσα εἶπεν τῇ µητρὶ αὐτῆς, Τί αἰτήσωµαι; ἡ δὲ εἶπεν, Τὴν κεφαλὴν Ἰωάννου τοῦ ßαπτίζοντος.  25 καὶ εἰσελθοῦσα εὐθὺς µετὰ σπουδῆς πρὸς τὸν ßασιλέα ᾐτήσατο λέγουσα, Θέλω ἵνα ἐξαυτῆς δῷς µοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ ßαπτιστοῦ.  26 καὶ περίλυπος γενόµενος ὁ ßασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ἀνακειµένους οὐκ ἠθέλησεν ἀθετῆσαι αὐτήν·  27 καὶ εὐθὺς ἀποστείλας ὁ ßασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ  28 καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ µητρὶ αὐτῆς.  29 καὶ ἀκούσαντες οἱ µαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶµα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν µνηµείῳ.

30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα ὅσα ἐποιήσαν καὶ ὅσα ἐδίδαξαν.  31 καὶ λέγει αὐτοῖς, Δεῦτε ὑµεῖς αὐτοὶ κατ’ ἰδίαν εἰς ἔρηµον τόπον καὶ ἀναπαύσασθε ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόµενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν.  32 καὶ ἀπῆλθον ἐν τῷ πλοίῳ εἰς ἔρηµον τόπον κατ’ ἰδίαν.  33 καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ἐπέγνωσαν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραµον ἐκεῖ καὶ προῆλθον αὐτούς.  34 καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοὺς ὅτι ἦσαν ὡς πρόßατα µὴ ἔχοντα ποιµένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.  35 Καὶ ἤδη ὥρας πολλῆς γενοµένης προσελθόντες [αὐτῷ] οἱ µαθηταὶ αὐτοῦ ἔλεγον ὅτι Ἔρηµός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή·  36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώµας ἀγοράσωσιν ἑαυτοῖς τί φάγωσιν.  37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Δότε αὐτοῖς ὑµεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ, Ἀπελθόντες ἀγοράσωµεν δηναρίων διακοσίων ἄρτους καὶ δώσωµεν αὐτοῖς φαγεῖν;  38 ὁ δὲ λέγει αὐτοῖς, Πόσους ἄρτους ἔχετε; ὑπάγετε ἴδετε. καὶ γνόντες λέγουσιν, Πέντε, καὶ δύο ἰχθύας.  39 καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συµπόσια συµπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.  40 καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ κατὰ ἑκατὸν καὶ κατὰ πεντήκοντα.  41 καὶ λαßὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναßλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς µαθηταῖς [αὐτοῦ] ἵνα παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐµέρισεν πᾶσιν.  42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν·  43 καὶ ἦραν κλάσµατα δώδεκα κοφίνων πληρώµατα καὶ ἀπὸ τῶν ἰχθύων.  44 καὶ ἦσαν οἱ φαγόντες [τοὺς ἄρτους] πεντακισχίλιοι ἄνδρες.

45 Καὶ εὐθὺς ἠνάγκασεν τοὺς µαθητὰς αὐτοῦ ἐµßῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύει τὸν ὄχλον.  46 καὶ ἀποταξάµενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.  47 καὶ ὀψίας γενοµένης ἦν τὸ πλοῖον ἐν µέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς µόνος ἐπὶ τῆς γῆς.  48 καὶ ἰδὼν αὐτοὺς ßασανιζοµένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεµος ἐναντίος αὐτοῖς, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς.  49 οἱ δὲ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἔδοξαν ὅτι φάντασµά ἐστιν, καὶ ἀνέκραξαν·  50 πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. ὁ δὲ εὐθὺς ἐλάλησεν µετ’ αὐτῶν, καὶ λέγει αὐτοῖς, Θαρσεῖτε, ἐγώ εἰµι· µὴ φοßεῖσθε.  51 καὶ ἀνέßη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεµος. καὶ λίαν [ἐκ περισσοῦ] ἐν ἑαυτοῖς ἐξίσταντο,  52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ἀλλ’ ἦν αὐτῶν ἡ καρδία πεπωρωµένη.

53 Καὶ διαπεράσαντες ἐπὶ τὴν γῆν ἦλθον εἰς Γεννησαρὲτ καὶ προσωρµίσθησαν.  54 καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθὺς ἐπιγνόντες αὐτὸν  55 περιέδραµον ὅλην τὴν χώραν ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοῖς κραßάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐστίν.  56 καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώµας ἢ εἰς πόλεις ἢ εἰς ἀγροὺς ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱµατίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥψαντο αὐτοῦ ἐσῴζοντο.

7  Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραµµατέων ἐλθόντες ἀπὸ Ἱεροσολύµων  2 καὶ ἰδόντες τινὰς τῶν µαθητῶν αὐτοῦ ὅτι κοιναῖς χερσίν, τοῦτ’ ἔστιν ἀνίπτοις, ἐσθίουσιν τοὺς ἄρτους  3 – οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν µὴ πυγµῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσßυτέρων,  4 καὶ ἀπ’ ἀγορᾶς ἐὰν µὴ ßαπτίσωνται οὐκ ἐσθίουσιν, καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαßον κρατεῖν, ßαπτισµοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων [καὶ κλινῶν] – 5 καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραµµατεῖς, Διὰ τί οὐ περιπατοῦσιν οἱ µαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσßυτέρων, ἀλλὰ κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον;  6 ὁ δὲ εἶπεν αὐτοῖς, Καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑµῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται [ὅτι]

Οὗτος ὁ λαὸς τοῖς χείλεσίν µε τιµᾷ,

ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐµοῦ·

7 µάτην δὲ σέßονταί µε

διδάσκοντες διδασκαλίας ἐντάλµατα ἀνθρώπων.

8 ἀφέντες τὴν ἐντολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων.  9 Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑµῶν στήσητε.  10 Μωϋσῆς γὰρ εἶπεν, Τίµα τὸν πατέρα σου καὶ τὴν µητέρα σου, καί, Ὁ κακολογῶν πατέρα ἢ µητέρα θανάτῳ τελευτάτω·  11 ὑµεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ µητρί, Κορßᾶν, ὅ ἐστιν, Δῶρον, ὃ ἐὰν ἐξ ἐµοῦ ὠφεληθῇς,  12 οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ ἢ τῇ µητρί,  13 ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑµῶν ᾗ παρεδώκατε· καὶ παρόµοια τοιαῦτα πολλὰ ποιεῖτε.

14 Καὶ προσκαλεσάµενος πάλιν τὸν ὄχλον ἔλεγεν αὐτοῖς, Ἀκούσατέ µου πάντες καὶ σύνετε.  15 οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόµενον εἰς αὐτὸν ὃ δύναται κοινῶσαι αὐτόν· ἀλλὰ τὰ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόµενά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον.  17 Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ µαθηταὶ αὐτοῦ τὴν παραßολήν.  18 καὶ λέγει αὐτοῖς, Οὕτως καὶ ὑµεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόµενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι,  19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλ’ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται; – καθαρίζων πάντα τὰ ßρώµατα.  20 ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόµενον ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον·  21 ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισµοὶ οἱ κακοὶ ἐκπορεύονται, πορνεῖαι, κλοπαί, φόνοι,  22 µοιχεῖαι, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλµὸς πονηρός, ßλασφηµία, ὑπερηφανία, ἀφροσύνη·  23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.

24 Ἐκεῖθεν δὲ ἀναστὰς ἀπῆλθεν εἰς τὰ ὅρια Τύρου. καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν·  25 ἀλλ’ εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦµα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ·  26 ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιµόνιον ἐκßάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς.  27 καὶ ἔλεγεν αὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα, οὐ γάρ ἐστιν καλὸν λαßεῖν τὸν ἄρτον τῶν τέκνων καὶ τοῖς κυναρίοις ßαλεῖν.  28 ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, Κύριε, καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων.  29 καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυθεν ἐκ τῆς θυγατρός σου τὸ δαιµόνιον.  30 καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ παιδίον ßεßληµένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιµόνιον ἐξεληλυθός.

31 Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου ἦλθεν διὰ Σιδῶνος εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ µέσον τῶν ὁρίων Δεκαπόλεως.  32 καὶ φέρουσιν αὐτῷ κωφὸν καὶ µογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα.  33 καὶ ἀπολαßόµενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ’ ἰδίαν ἔßαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ,  34 καὶ ἀναßλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ, Εφφαθα, ὅ ἐστιν, Διανοίχθητι.  35 καὶ [εὐθέως] ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσµὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς.  36 καὶ διεστείλατο αὐτοῖς ἵνα µηδενὶ λέγωσιν· ὅσον δὲ αὐτοῖς διεστέλλετο, αὐτοὶ µᾶλλον περισσότερον ἐκήρυσσον.  37 καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες, Καλῶς πάντα πεποίηκεν· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ [τοὺς] ἀλάλους λαλεῖν.

8  Ἐν ἐκείναις ταῖς ἡµέραις πάλιν πολλοῦ ὄχλου ὄντος καὶ µὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάµενος τοὺς µαθητὰς λέγει αὐτοῖς,  2 Σπλαγχνίζοµαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡµέραι τρεῖς προσµένουσίν µοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν·  3 καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· καί τινες αὐτῶν ἀπὸ µακρόθεν ἥκασιν.  4 καὶ ἀπεκρίθησαν αὐτῷ οἱ µαθηταὶ αὐτοῦ ὅτι Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ’ ἐρηµίας;  5 καὶ ἠρώτα αὐτούς, Πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν, Ἑπτά.  6 καὶ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαßὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς µαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν καὶ παρέθηκαν τῷ ὄχλῳ.  7 καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας αὐτὰ εἶπεν καὶ ταῦτα παρατιθέναι.  8 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύµατα κλασµάτων ἑπτὰ σπυρίδας.  9 ἦσαν δὲ ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς.  10 Καὶ εὐθὺς ἐµßὰς εἰς τὸ πλοῖον µετὰ τῶν µαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ µέρη Δαλµανουθά.

11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ’ αὐτοῦ σηµεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.  12 καὶ ἀναστενάξας τῷ πνεύµατι αὐτοῦ λέγει, Τί ἡ γενεὰ αὕτη ζητεῖ σηµεῖον; ἀµὴν λέγω ὑµῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σηµεῖον.  13 καὶ ἀφεὶς αὐτοὺς πάλιν ἐµßὰς ἀπῆλθεν εἰς τὸ πέραν.

14 Καὶ ἐπελάθοντο λαßεῖν ἄρτους, καὶ εἰ µὴ ἕνα ἄρτον οὐκ εἶχον µεθ’ ἑαυτῶν ἐν τῷ πλοίῳ.  15 καὶ διεστέλλετο αὐτοῖς λέγων, Ὁρᾶτε, ßλέπετε ἀπὸ τῆς ζύµης τῶν Φαρισαίων καὶ τῆς ζύµης Ἡρῴδου.  16 καὶ διελογίζοντο πρὸς ἀλλήλους ὅτι Ἄρτους οὐκ ἔχοµεν.  17 καὶ γνοὺς λέγει αὐτοῖς, Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; πεπωρωµένην ἔχετε τὴν καρδίαν ὑµῶν;  18 ὀφθαλµοὺς ἔχοντες οὐ ßλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ µνηµονεύετε,  19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους κλασµάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ, Δώδεκα.  20 Ὅτε τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώµατα κλασµάτων ἤρατε; καὶ λέγουσιν [αὐτῷ], Ἑπτά.  21 καὶ ἔλεγεν αὐτοῖς, Οὔπω συνίετε;

22 Καὶ ἔρχονται εἰς Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.  23 καὶ ἐπιλαßόµενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώµης, καὶ πτύσας εἰς τὰ ὄµµατα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν, Εἴ τι ßλέπεις;  24 καὶ ἀναßλέψας ἔλεγεν, Βλέπω τοὺς ἀνθρώπους, ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.  25 εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλµοὺς αὐτοῦ, καὶ διέßλεψεν, καὶ ἀπεκατέστη, καὶ ἐνέßλεπεν τηλαυγῶς ἅπαντα.  26 καὶ ἀπέστειλεν αὐτὸν εἰς οἶκον αὐτοῦ λέγων, Μηδὲ εἰς τὴν κώµην εἰσέλθῃς.

27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ µαθηταὶ αὐτοῦ εἰς τὰς κώµας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς µαθητὰς αὐτοῦ λέγων αὐτοῖς, Τίνα µε λέγουσιν οἱ ἄνθρωποι εἶναι;  28 οἱ δὲ εἶπαν αὐτῷ λέγοντες [ὅτι] Ἰωάννην τὸν ßαπτιστήν, καὶ ἄλλοι, Ἠλίαν, ἄλλοι δὲ ὅτι εἷς τῶν προφητῶν.  29 καὶ αὐτὸς ἐπηρώτα αὐτούς, Ὑµεῖς δὲ τίνα µε λέγετε εἶναι; ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστός.  30 καὶ ἐπετίµησεν αὐτοῖς ἵνα µηδενὶ λέγωσιν περὶ αὐτοῦ.

31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιµασθῆναι ὑπὸ τῶν πρεσßυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραµµατέων καὶ ἀποκτανθῆναι καὶ µετὰ τρεῖς ἡµέρας ἀναστῆναι·  32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαßόµενος ὁ Πέτρος αὐτὸν ἤρξατο ἐπιτιµᾶν αὐτῷ.  33 ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς µαθητὰς αὐτοῦ ἐπετίµησεν Πέτρῳ καὶ λέγει, Ὕπαγε ὀπίσω µου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.  34 Καὶ προσκαλεσάµενος τὸν ὄχλον σὺν τοῖς µαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς, Εἴ τις θέλει ὀπίσω µου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω µοι.  35 ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσει τὴν ψυχὴν αὐτοῦ ἕνεκεν [ἐµοῦ καὶ] τοῦ εὐαγγελίου σώσει αὐτήν.  36 τί γὰρ ὠφελεῖ ἄνθρωπον κερδῆσαι τὸν κόσµον ὅλον καὶ ζηµιωθῆναι τὴν ψυχὴν αὐτοῦ;  37 τί γὰρ δοῖ ἄνθρωπος ἀντάλλαγµα τῆς ψυχῆς αὐτοῦ;  38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ µε καὶ τοὺς ἐµοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ µοιχαλίδι καὶ ἁµαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ µετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

9  Καὶ ἔλεγεν αὐτοῖς, Ἀµὴν λέγω ὑµῖν ὅτι εἰσίν τινες ὧδε τῶν ἑστηκότων οἵτινες οὐ µὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν ßασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάµει.

2 Καὶ µετὰ ἡµέρας ἓξ παραλαµßάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωßον καὶ τὸν Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν µόνους. καὶ µετεµορφώθη ἔµπροσθεν αὐτῶν,  3 καὶ τὰ ἱµάτια αὐτοῦ ἐγένετο στίλßοντα λευκὰ λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι.  4 καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ.  5 καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Ῥαßßί, καλόν ἐστιν ἡµᾶς ὧδε εἶναι, καὶ ποιήσωµεν τρεῖς σκηνάς, σοὶ µίαν καὶ Μωϋσεῖ µίαν καὶ Ἠλίᾳ µίαν.  6 οὐ γὰρ ᾔδει τί ἀποκριθῇ, ἔκφοßοι γὰρ ἐγένοντο.  7 καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης, Οὗτός ἐστιν ὁ υἱός µου ὁ ἀγαπητός, ἀκούετε αὐτοῦ.  8 καὶ ἐξάπινα περιßλεψάµενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν Ἰησοῦν µόνον µεθ’ ἑαυτῶν.

9 Καὶ καταßαινόντων αὐτῶν ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα µηδενὶ ἃ εἶδον διηγήσωνται, εἰ µὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.  10 καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι.  11 καὶ ἐπηρώτων αὐτὸν λέγοντες, Ὅτι λέγουσιν οἱ γραµµατεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;  12 ὁ δὲ ἔφη αὐτοῖς, Ἠλίας µὲν ἐλθὼν πρῶτον ἀποκαθιστάνει πάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενηθῇ;  13 ἀλλὰ λέγω ὑµῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ἤθελον, καθὼς γέγραπται ἐπ’ αὐτόν.

14 Καὶ ἐλθόντες πρὸς τοὺς µαθητὰς εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραµµατεῖς συζητοῦντας πρὸς αὐτούς.  15 καὶ εὐθὺς πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαµßήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.  16 καὶ ἐπηρώτησεν αὐτούς, Τί συζητεῖτε πρὸς αὑτούς;  17 καὶ ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου, Διδάσκαλε, ἤνεγκα τὸν υἱόν µου πρὸς σέ, ἔχοντα πνεῦµα ἄλαλον·  18 καὶ ὅπου ἐὰν αὐτὸν καταλάßῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς µαθηταῖς σου ἵνα αὐτὸ ἐκßάλωσιν, καὶ οὐκ ἴσχυσαν.  19 ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει, Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑµᾶς ἔσοµαι; ἕως πότε ἀνέξοµαι ὑµῶν; φέρετε αὐτὸν πρός µε.  20 καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν τὸ πνεῦµα εὐθὺς συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων.  21 καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ, Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν, Ἐκ παιδιόθεν·  22 καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἔßαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ’ εἴ τι δύνῃ, ßοήθησον ἡµῖν σπλαγχνισθεὶς ἐφ’ ἡµᾶς.  23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τὸ Εἰ δύνῃ – πάντα δυνατὰ τῷ πιστεύοντι.  24 εὐθὺς κράξας ὁ πατὴρ τοῦ παιδίου ἔλεγεν, Πιστεύω· ßοήθει µου τῇ ἀπιστίᾳ.  25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίµησεν τῷ πνεύµατι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ, Τὸ ἄλαλον καὶ κωφὸν πνεῦµα, ἐγὼ ἐπιτάσσω σοι, ἔξελθε ἐξ αὐτοῦ καὶ µηκέτι εἰσέλθῃς εἰς αὐτόν.  26 καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν.  27 ὁ δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν, καὶ ἀνέστη.  28 καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ µαθηταὶ αὐτοῦ κατ’ ἰδίαν ἐπηρώτων αὐτόν, Ὅτι ἡµεῖς οὐκ ἠδυνήθηµεν ἐκßαλεῖν αὐτό;  29 καὶ εἶπεν αὐτοῖς, Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ µὴ ἐν προσευχῇ.

30 Κἀκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ·  31 ἐδίδασκεν γὰρ τοὺς µαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς µετὰ τρεῖς ἡµέρας ἀναστήσεται.  32 οἱ δὲ ἠγνόουν τὸ ῥῆµα, καὶ ἐφοßοῦντο αὐτὸν ἐπερωτῆσαι.

33 Καὶ ἦλθον εἰς Καφαρναούµ. καὶ ἐν τῇ οἰκίᾳ γενόµενος ἐπηρώτα αὐτούς, Τί ἐν τῇ ὁδῷ διελογίζεσθε;  34 οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς µείζων.  35 καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς, Εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος.  36 καὶ λαßὼν παιδίον ἔστησεν αὐτὸ ἐν µέσῳ αὐτῶν καὶ ἐναγκαλισάµενος αὐτὸ εἶπεν αὐτοῖς,  37 Ὃς ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόµατί µου, ἐµὲ δέχεται· καὶ ὃς ἂν ἐµὲ δέχηται, οὐκ ἐµὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά µε.

38 Ἔφη αὐτῷ ὁ Ἰωάννης, Διδάσκαλε, εἴδοµέν τινα ἐν τῷ ὀνόµατί σου ἐκßάλλοντα δαιµόνια, καὶ ἐκωλύοµεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡµῖν.  39 ὁ δὲ Ἰησοῦς εἶπεν, Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναµιν ἐπὶ τῷ ὀνόµατί µου καὶ δυνήσεται ταχὺ κακολογῆσαί µε·  40 ὃς γὰρ οὐκ ἔστιν καθ’ ἡµῶν, ὑπὲρ ἡµῶν ἐστιν.  41 Ὃς γὰρ ἂν ποτίσῃ ὑµᾶς ποτήριον ὕδατος ἐν ὀνόµατι ὅτι Χριστοῦ ἐστε, ἀµὴν λέγω ὑµῖν ὅτι οὐ µὴ ἀπολέσῃ τὸν µισθὸν αὐτοῦ.

42 Καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν µικρῶν τούτων τῶν πιστευόντων [εἰς ἐµέ], καλόν ἐστιν αὐτῷ µᾶλλον εἰ περίκειται µύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ ßέßληται εἰς τὴν θάλασσαν.  43 Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν ἐστίν σε κυλλὸν εἰσελθεῖν εἰς τὴν ζωὴν ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσßεστον.  45 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα ßληθῆναι εἰς τὴν γέενναν.  47 καὶ ἐὰν ὁ ὀφθαλµός σου σκανδαλίζῃ σε, ἔκßαλε αὐτόν· καλόν σέ ἐστιν µονόφθαλµον εἰσελθεῖν εἰς τὴν ßασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλµοὺς ἔχοντα ßληθῆναι εἰς τὴν γέενναν,  48 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σßέννυται·  49 πᾶς γὰρ πυρὶ ἁλισθήσεται.  50 Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.

10  Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας [καὶ] πέραν τοῦ Ἰορδάνου, καὶ συµπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς.  2 καὶ [προσελθόντες Φαρισαῖοι] ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν.  3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Τί ὑµῖν ἐνετείλατο Μωϋσῆς;  4 οἱ δὲ εἶπαν, Ἐπέτρεψεν Μωϋσῆς ßιßλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι5 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Πρὸς τὴν σκληροκαρδίαν ὑµῶν ἔγραψεν ὑµῖν τὴν ἐντολὴν ταύτην.  6 ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς·  7 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν µητέρα [καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ],  8 καὶ ἔσονται οἱ δύο εἰς σάρκα µίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ µία σάρξ.  9 ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος µὴ χωριζέτω.  10 Καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ µαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν.  11 καὶ λέγει αὐτοῖς, Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαµήσῃ ἄλλην µοιχᾶται ἐπ’ αὐτήν,  12 καὶ ἐὰν αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαµήσῃ ἄλλον µοιχᾶται.

13 Καὶ προσέφερον αὐτῷ παιδία ἵνα αὐτῶν ἅψηται· οἱ δὲ µαθηταὶ ἐπετίµησαν αὐτοῖς.  14 ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός µε, µὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ ßασιλεία τοῦ θεοῦ.  15 ἀµὴν λέγω ὑµῖν, ὃς ἂν µὴ δέξηται τὴν ßασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ µὴ εἰσέλθῃ εἰς αὐτήν.  16 καὶ ἐναγκαλισάµενος αὐτὰ κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπ’ αὐτά.

17 Καὶ ἐκπορευοµένου αὐτοῦ εἰς ὁδὸν προσδραµὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονοµήσω;  18 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τί µε λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ µὴ εἷς ὁ θεός.  19 τὰς ἐντολὰς οἶδας· Μὴ φονεύσῃς, Μὴ µοιχεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδοµαρτυρήσῃς, Μὴ ἀποστερήσῃς, Τίµα τὸν πατέρα σου καὶ τὴν µητέρα.  20 ὁ δὲ ἔφη αὐτῷ, Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάµην ἐκ νεότητός µου.  21 ὁ δὲ Ἰησοῦς ἐµßλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ, Ἕν σε ὑστερεῖ· ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς [τοῖς] πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει µοι.  22 ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούµενος, ἦν γὰρ ἔχων κτήµατα πολλά.

23 Καὶ περιßλεψάµενος ὁ Ἰησοῦς λέγει τοῖς µαθηταῖς αὐτοῦ, Πῶς δυσκόλως οἱ τὰ χρήµατα ἔχοντες εἰς τὴν ßασιλείαν τοῦ θεοῦ εἰσελεύσονται.  24 οἱ δὲ µαθηταὶ ἐθαµßοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς, Τέκνα, πῶς δύσκολόν ἐστιν εἰς τὴν ßασιλείαν τοῦ θεοῦ εἰσελθεῖν·  25 εὐκοπώτερόν ἐστιν κάµηλον διὰ τρυµαλιᾶς ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν ßασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.  26 οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς, Καὶ τίς δύναται σωθῆναι;  27 ἐµßλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει, Παρὰ ἀνθρώποις ἀδύνατον ἀλλ’ οὐ παρὰ θεῷ, πάντα γὰρ δυνατὰ παρὰ τῷ θεῷ.  28 Ἤρξατο λέγειν ὁ Πέτρος αὐτῷ, Ἰδοὺ ἡµεῖς ἀφήκαµεν πάντα καὶ ἠκολουθήκαµέν σοι.  29 ἔφη ὁ Ἰησοῦς, Ἀµὴν λέγω ὑµῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ µητέρα ἢ πατέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐµοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου,  30 ἐὰν µὴ λάßῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ µητέρας καὶ τέκνα καὶ ἀγροὺς µετὰ διωγµῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχοµένῳ ζωὴν αἰώνιον.  31 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ [οἱ] ἔσχατοι πρῶτοι.

32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναßαίνοντες εἰς Ἱεροσόλυµα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαµßοῦντο, οἱ δὲ ἀκολουθοῦντες ἐφοßοῦντο. καὶ παραλαßὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ µέλλοντα αὐτῷ συµßαίνειν,  33 ὅτι Ἰδοὺ ἀναßαίνοµεν εἰς Ἱεροσόλυµα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραµµατεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν  34 καὶ ἐµπαίξουσιν αὐτῷ καὶ ἐµπτύσουσιν αὐτῷ καὶ µαστιγώσουσιν αὐτὸν καὶ ἀποκτενοῦσιν, καὶ µετὰ τρεῖς ἡµέρας ἀναστήσεται.

35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωßος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεßεδαίου λέγοντες αὐτῷ, Διδάσκαλε, θέλοµεν ἵνα ὃ ἐὰν αἰτήσωµέν σε ποιήσῃς ἡµῖν.  36 ὁ δὲ εἶπεν αὐτοῖς, Τί θέλετέ [µε] ποιήσω ὑµῖν;  37 οἱ δὲ εἶπαν αὐτῷ, Δὸς ἡµῖν ἵνα εἷς σου ἐκ δεξιῶν καὶ εἷς ἐξ ἀριστερῶν καθίσωµεν ἐν τῇ δόξῃ σου.  38 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, ἢ τὸ ßάπτισµα ὃ ἐγὼ ßαπτίζοµαι ßαπτισθῆναι;  39 οἱ δὲ εἶπαν αὐτῷ, Δυνάµεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ ßάπτισµα ὃ ἐγὼ ßαπτίζοµαι ßαπτισθήσεσθε,  40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν µου ἢ ἐξ εὐωνύµων οὐκ ἔστιν ἐµὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίµασται.  41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώßου καὶ Ἰωάννου.  42 καὶ προσκαλεσάµενος αὐτοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς, Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ µεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν.  43 οὐχ οὕτως δέ ἐστιν ἐν ὑµῖν· ἀλλ’ ὃς ἂν θέλῃ µέγας γενέσθαι ἐν ὑµῖν, ἔσται ὑµῶν διάκονος,  44 καὶ ὃς ἂν θέλῃ ἐν ὑµῖν εἶναι πρῶτος, ἔσται πάντων δοῦλος·  45 καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

46 Καὶ ἔρχονται εἰς Ἰεριχώ. καὶ ἐκπορευοµένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν µαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ ὁ υἱὸς Τιµαίου Βαρτιµαῖος τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.  47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν, Υἱὲ Δαυὶδ Ἰησοῦ, ἐλέησόν µε.  48 καὶ ἐπετίµων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ µᾶλλον ἔκραζεν, Υἱὲ Δαυίδ, ἐλέησόν µε.  49 καὶ στὰς ὁ Ἰησοῦς εἶπεν, Φωνήσατε αὐτόν. καὶ φωνοῦσιν τὸν τυφλὸν λέγοντες αὐτῷ, Θάρσει, ἔγειρε, φωνεῖ σε.  50 ὁ δὲ ἀποßαλὼν τὸ ἱµάτιον αὐτοῦ ἀναπηδήσας ἦλθεν πρὸς τὸν Ἰησοῦν.  51 καὶ ἀποκριθεὶς αὐτῷ ὁ Ἰησοῦς εἶπεν, Τί σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, Ραßßουνι, ἵνα ἀναßλέψω.  52 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ὕπαγε, ἡ πίστις σου σέσωκέν σε. καὶ εὐθὺς ἀνέßλεψεν, καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ.

11  Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυµα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν µαθητῶν αὐτοῦ  2 καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν κώµην τὴν κατέναντι ὑµῶν, καὶ εὐθὺς εἰσπορευόµενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεµένον ἐφ’ ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν· λύσατε αὐτὸν καὶ φέρετε.  3 καὶ ἐάν τις ὑµῖν εἴπῃ, Τί ποιεῖτε τοῦτο; εἴπατε, Ὁ κύριος αὐτοῦ χρείαν ἔχει, καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε.  4 καὶ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεµένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀµφόδου, καὶ λύουσιν αὐτόν.  5 καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς, Τί ποιεῖτε λύοντες τὸν πῶλον;  6 οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς.  7 καὶ φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιßάλλουσιν αὐτῷ τὰ ἱµάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ’ αὐτόν.  8 καὶ πολλοὶ τὰ ἱµάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιßάδας κόψαντες ἐκ τῶν ἀγρῶν.  9 καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον,

Ὡσαννά·

Εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι κυρίου·

10 Εὐλογηµένη ἡ ἐρχοµένη ßασιλεία τοῦ πατρὸς ἡµῶν Δαυίδ·

Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

11 Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυµα εἰς τὸ ἱερόν· καὶ περιßλεψάµενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν µετὰ τῶν δώδεκα.

12 Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν.  13 καὶ ἰδὼν συκῆν ἀπὸ µακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπ’ αὐτὴν οὐδὲν εὗρεν εἰ µὴ φύλλα· ὁ γὰρ καιρὸς οὐκ ἦν σύκων.  14 καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ, Μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ µηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ µαθηταὶ αὐτοῦ.

15 Καὶ ἔρχονται εἰς Ἱεροσόλυµα. καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκßάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυßιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν,  16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ.  17 καὶ ἐδίδασκεν καὶ ἔλεγεν αὐτοῖς, Οὐ γέγραπται ὅτι

Ὁ οἶκός µου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν;

ὑµεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν.

18 καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραµµατεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοßοῦντο γὰρ αὐτόν, πᾶς γὰρ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.  19 Καὶ ὅταν ὀψὲ ἐγένετο, ἐξεπορεύοντο ἔξω τῆς πόλεως.

20 Καὶ παραπορευόµενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραµµένην ἐκ ῥιζῶν.  21 καὶ ἀναµνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ, Ῥαßßί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.  22 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς, Εἰ ἔχετε πίστιν θεοῦ,  23 ἀµὴν λέγω ὑµῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, Ἄρθητι καὶ ßλήθητι εἰς τὴν θάλασσαν, καὶ µὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύῃ ὅτι ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ.  24 διὰ τοῦτο λέγω ὑµῖν, πάντα ὅσα προσεύχεσθε καὶ αἰτεῖσθε, πιστεύετε ὅτι ἐλάßετε, καὶ ἔσται ὑµῖν.  25 καὶ ὅταν στήκετε προσευχόµενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑµῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑµῖν τὰ παραπτώµατα ὑµῶν.

27 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυµα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραµµατεῖς καὶ οἱ πρεσßύτεροι  28 καὶ ἔλεγον αὐτῷ, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἢ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς;  29 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἐπερωτήσω ὑµᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ µοι, καὶ ἐρῶ ὑµῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·  30 τὸ ßάπτισµα τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ µοι.  31 καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες, Ἐὰν εἴπωµεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί [οὖν] οὐκ ἐπιστεύσατε αὐτῷ;  32 ἀλλὰ εἴπωµεν, Ἐξ ἀνθρώπων; – ἐφοßοῦντο τὸν ὄχλον, ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὄντως ὅτι προφήτης ἦν.  33 καὶ ἀποκριθέντες τῷ Ἰησοῦ λέγουσιν, Οὐκ οἴδαµεν. καὶ ὁ Ἰησοῦς λέγει αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑµῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

12  Καὶ ἤρξατο αὐτοῖς ἐν παραßολαῖς λαλεῖν, Ἀµπελῶνα ἄνθρωπος ἐφύτευσεν, καὶ περιέθηκεν φραγµὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόµησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήµησεν.  2 καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάßῃ ἀπὸ τῶν καρπῶν τοῦ ἀµπελῶνος·  3 καὶ λαßόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν.  4 καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον ἐκεφαλίωσαν καὶ ἠτίµασαν.  5 καὶ ἄλλον ἀπέστειλεν, κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς µὲν δέροντες οὓς δὲ ἀποκτέννοντες.  6 ἔτι ἕνα εἶχεν, υἱὸν ἀγαπητόν· ἀπέστειλεν αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν µου.  7 ἐκεῖνοι δὲ οἱ γεωργοὶ πρὸς ἑαυτοὺς εἶπαν ὅτι Οὗτός ἐστιν ὁ κληρονόµος· δεῦτε ἀποκτείνωµεν αὐτόν, καὶ ἡµῶν ἔσται ἡ κληρονοµία.  8 καὶ λαßόντες ἀπέκτειναν αὐτόν, καὶ ἐξέßαλον αὐτὸν ἔξω τοῦ ἀµπελῶνος.  9 τί [οὖν] ποιήσει ὁ κύριος τοῦ ἀµπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀµπελῶνα ἄλλοις.  10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε,

Λίθον ὃν ἀπεδοκίµασαν οἱ οἰκοδοµοῦντες,

οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·

11 παρὰ κυρίου ἐγένετο αὕτη

καὶ ἔστιν θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν;

12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοßήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραßολὴν εἶπεν. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.

13 Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ.  14 καὶ ἐλθόντες λέγουσιν αὐτῷ, Διδάσκαλε, οἴδαµεν ὅτι ἀληθὴς εἶ καὶ οὐ µέλει σοι περὶ οὐδενός, οὐ γὰρ ßλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶµεν ἢ µὴ δῶµεν;  15 ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς, Τί µε πειράζετε; φέρετέ µοι δηνάριον ἵνα ἴδω.  16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπαν αὐτῷ, Καίσαρος.  17 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Τὰ Καίσαρος ἀπόδοτε Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ ἐξεθαύµαζον ἐπ’ αὐτῷ.

18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν µὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες,  19 Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡµῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ µὴ ἀφῇ τέκνον, ἵνα λάßῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρµα τῷ ἀδελφῷ αὐτοῦ.  20 ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαßεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρµα·  21 καὶ ὁ δεύτερος ἔλαßεν αὐτήν, καὶ ἀπέθανεν µὴ καταλιπὼν σπέρµα· καὶ ὁ τρίτος ὡσαύτως·  22 καὶ οἱ ἑπτὰ οὐκ ἀφῆκαν σπέρµα. ἔσχατον πάντων καὶ ἡ γυνὴ ἀπέθανεν.  23 ἐν τῇ ἀναστάσει[, ὅταν ἀναστῶσιν,] τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.  24 ἔφη αὐτοῖς ὁ Ἰησοῦς, Οὐ διὰ τοῦτο πλανᾶσθε µὴ εἰδότες τὰς γραφὰς µηδὲ τὴν δύναµιν τοῦ θεοῦ;  25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαµοῦσιν οὔτε γαµίζονται, ἀλλ’ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς.  26 περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τῇ ßίßλῳ Μωϋσέως ἐπὶ τοῦ ßάτου πῶς εἶπεν αὐτῷ ὁ θεὸς λέγων, Ἐγὼ ὁ θεὸς Ἀßραὰµ καὶ [ὁ] θεὸς Ἰσαὰκ καὶ [ὁ] θεὸς Ἰακώß;  27 οὐκ ἔστιν θεὸς νεκρῶν ἀλλὰ ζώντων· πολὺ πλανᾶσθε.

28 Καὶ προσελθὼν εἷς τῶν γραµµατέων ἀκούσας αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶν ἐντολὴ πρώτη πάντων;  29 ἀπεκρίθη ὁ Ἰησοῦς ὅτι Πρώτη ἐστίν, Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡµῶν κύριος εἷς ἐστιν,  30 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.  31 δευτέρα αὕτη, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. µείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.  32 καὶ εἶπεν αὐτῷ ὁ γραµµατεύς, Καλῶς, διδάσκαλε, ἐπ’ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·  33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωµάτων καὶ θυσιῶν.  34 καὶ ὁ Ἰησοῦς ἰδὼν [αὐτὸν] ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ, Οὐ µακρὰν εἶ ἀπὸ τῆς ßασιλείας τοῦ θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλµα αὐτὸν ἐπερωτῆσαι.

35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ, Πῶς λέγουσιν οἱ γραµµατεῖς ὅτι ὁ Χριστὸς υἱὸς Δαυίδ ἐστιν;  36 αὐτὸς Δαυὶδ εἶπεν ἐν τῷ πνεύµατι τῷ ἁγίῳ,

Εἶπεν κύριος τῷ κυρίῳ µου,

Κάθου ἐκ δεξιῶν µου,

ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου.

37 αὐτὸς Δαυὶδ λέγει αὐτὸν κύριον, καὶ πόθεν αὐτοῦ ἐστιν υἱός; καὶ [ὁ] πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.

38 Καὶ ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν, Βλέπετε ἀπὸ τῶν γραµµατέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασµοὺς ἐν ταῖς ἀγοραῖς  39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις·  40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει µακρὰ προσευχόµενοι, οὗτοι λήµψονται περισσότερον κρίµα.

41 Καὶ καθίσας κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος ßάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔßαλλον πολλά·  42 καὶ ἐλθοῦσα µία χήρα πτωχὴ ἔßαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης.  43 καὶ προσκαλεσάµενος τοὺς µαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς, Ἀµὴν λέγω ὑµῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ἔßαλεν τῶν ßαλλόντων εἰς τὸ γαζοφυλάκιον·  44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔßαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔßαλεν, ὅλον τὸν ßίον αὐτῆς.

13  Καὶ ἐκπορευοµένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς [ἐκ] τῶν µαθητῶν αὐτοῦ, Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδοµαί.  2 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Βλέπεις ταύτας τὰς µεγάλας οἰκοδοµάς; οὐ µὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ µὴ καταλυθῇ.

3 Καὶ καθηµένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ἐπηρώτα αὐτὸν κατ’ ἰδίαν Πέτρος καὶ Ἰάκωßος καὶ Ἰωάννης καὶ Ἀνδρέας,  4 Εἰπὸν ἡµῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σηµεῖον ὅταν µέλλῃ ταῦτα συντελεῖσθαι πάντα.  5 ὁ δὲ Ἰησοῦς ἤρξατο λέγειν αὐτοῖς, Βλέπετε µή τις ὑµᾶς πλανήσῃ·  6 πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόµατί µου λέγοντες ὅτι Ἐγώ εἰµι, καὶ πολλοὺς πλανήσουσιν.  7 ὅταν δὲ ἀκούσητε πολέµους καὶ ἀκοὰς πολέµων, µὴ θροεῖσθε· δεῖ γενέσθαι, ἀλλ’ οὔπω τὸ τέλος.  8 ἐγερθήσεται γὰρ ἔθνος ἐπ’ ἔθνος καὶ ßασιλεία ἐπὶ ßασιλείαν, ἔσονται σεισµοὶ κατὰ τόπους, ἔσονται λιµοί· ἀρχὴ ὠδίνων ταῦτα.  9 ßλέπετε δὲ ὑµεῖς ἑαυτούς· παραδώσουσιν ὑµᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεµόνων καὶ ßασιλέων σταθήσεσθε ἕνεκεν ἐµοῦ εἰς µαρτύριον αὐτοῖς.  10 καὶ εἰς πάντα τὰ ἔθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον.  11 καὶ ὅταν ἄγωσιν ὑµᾶς παραδιδόντες, µὴ προµεριµνᾶτε τί λαλήσητε, ἀλλ’ ὃ ἐὰν δοθῇ ὑµῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑµεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦµα τὸ ἅγιον.  12 καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς·  13 καὶ ἔσεσθε µισούµενοι ὑπὸ πάντων διὰ τὸ ὄνοµά µου. ὁ δὲ ὑποµείνας εἰς τέλος οὗτος σωθήσεται.

14 Ὅταν δὲ ἴδητε τὸ ßδέλυγµα τῆς ἐρηµώσεως ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη,  15 ὁ [δὲ] ἐπὶ τοῦ δώµατος µὴ καταßάτω µηδὲ εἰσελθάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ,  16 καὶ ὁ εἰς τὸν ἀγρὸν µὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱµάτιον αὐτοῦ.  17 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡµέραις.  18 προσεύχεσθε δὲ ἵνα µὴ γένηται χειµῶνος·  19 ἔσονται γὰρ αἱ ἡµέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ’ ἀρχῆς κτίσεως ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ µὴ γένηται.  20 καὶ εἰ µὴ ἐκολόßωσεν κύριος τὰς ἡµέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόßωσεν τὰς ἡµέρας.  21 καὶ τότε ἐάν τις ὑµῖν εἴπῃ, Ἴδε ὧδε ὁ Χριστός, Ἴδε ἐκεῖ, µὴ πιστεύετε·  22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σηµεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, τοὺς ἐκλεκτούς.  23 ὑµεῖς δὲ ßλέπετε· προείρηκα ὑµῖν πάντα.

24 Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡµέραις µετὰ τὴν θλῖψιν ἐκείνην

ὁ ἥλιος σκοτισθήσεται,

καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,

25 καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες,

καὶ αἱ δυνάµεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.

26 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόµενον ἐν νεφέλαις µετὰ δυνάµεως πολλῆς καὶ δόξης.  27 καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς [αὐτοῦ] ἐκ τῶν τεσσάρων ἀνέµων ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.

28 Ἀπὸ δὲ τῆς συκῆς µάθετε τὴν παραßολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν.  29 οὕτως καὶ ὑµεῖς, ὅταν ἴδητε ταῦτα γινόµενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.  30 ἀµὴν λέγω ὑµῖν ὅτι οὐ µὴ παρέλθῃ ἡ γενεὰ αὕτη µέχρις οὗ ταῦτα πάντα γένηται.  31 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι µου οὐ µὴ παρελεύσονται.

32 Περὶ δὲ τῆς ἡµέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ µὴ ὁ πατήρ.  33 ßλέπετε ἀγρυπνεῖτε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.  34 ὡς ἄνθρωπος ἀπόδηµος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.  35 γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ἢ ὀψὲ ἢ µεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ,  36 µὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑµᾶς καθεύδοντας.  37 ὃ δὲ ὑµῖν λέγω, πᾶσιν λέγω, γρηγορεῖτε.

14  Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυµα µετὰ δύο ἡµέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραµµατεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν·  2 ἔλεγον γάρ, Μὴ ἐν τῇ ἑορτῇ, µήποτε ἔσται θόρυßος τοῦ λαοῦ.

3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίµωνος τοῦ λεπροῦ κατακειµένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάßαστρον µύρου νάρδου πιστικῆς πολυτελοῦς· συντρίψασα τὴν ἀλάßαστρον κατέχεεν αὐτοῦ τῆς κεφαλῆς.  4 ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς, Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ µύρου γέγονεν;  5 ἠδύνατο γὰρ τοῦτο τὸ µύρον πραθῆναι ἐπάνω δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεßριµῶντο αὐτῇ.  6 ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐµοί.  7 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε µεθ’ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοῖς εὖ ποιῆσαι, ἐµὲ δὲ οὐ πάντοτε ἔχετε.  8 ὃ ἔσχεν ἐποίησεν· προέλαßεν µυρίσαι τὸ σῶµά µου εἰς τὸν ἐνταφιασµόν.  9 ἀµὴν δὲ λέγω ὑµῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον εἰς ὅλον τὸν κόσµον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς µνηµόσυνον αὐτῆς.

10 Καὶ Ἰούδας Ἰσκαριὼθ ὁ εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν παραδοῖ [αὐτοῖς].  11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδοῖ.

12 Καὶ τῇ πρώτῃ ἡµέρᾳ τῶν ἀζύµων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ µαθηταὶ αὐτοῦ, Ποῦ θέλεις ἀπελθόντες ἑτοιµάσωµεν ἵνα φάγῃς τὸ πάσχα;  13 καὶ ἀποστέλλει δύο τῶν µαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑµῖν ἄνθρωπος κεράµιον ὕδατος ßαστάζων· ἀκολουθήσατε αὐτῷ,  14 καὶ ὅπου ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει, Ποῦ ἐστιν τὸ κατάλυµά µου ὅπου τὸ πάσχα µετὰ τῶν µαθητῶν µου φάγω;  15 καὶ αὐτὸς ὑµῖν δείξει ἀνάγαιον µέγα ἐστρωµένον ἕτοιµον· καὶ ἐκεῖ ἑτοιµάσατε ἡµῖν.  16 καὶ ἐξῆλθον οἱ µαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίµασαν τὸ πάσχα.  17 Καὶ ὀψίας γενοµένης ἔρχεται µετὰ τῶν δώδεκα.  18 καὶ ἀνακειµένων αὐτῶν καὶ ἐσθιόντων ὁ Ἰησοῦς εἶπεν, Ἀµὴν λέγω ὑµῖν ὅτι εἷς ἐξ ὑµῶν παραδώσει µε, ὁ ἐσθίων µετ’ ἐµοῦ.  19 ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς, Μήτι ἐγώ;  20 ὁ δὲ εἶπεν αὐτοῖς, Εἷς τῶν δώδεκα, ὁ ἐµßαπτόµενος µετ’ ἐµοῦ εἰς τὸ τρύßλιον.  21 ὅτι ὁ µὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.

22 Καὶ ἐσθιόντων αὐτῶν λαßὼν ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν, Λάßετε, τοῦτό ἐστιν τὸ σῶµά µου.  23 καὶ λαßὼν ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.  24 καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστιν τὸ αἷµά µου τῆς διαθήκης τὸ ἐκχυννόµενον ὑπὲρ πολλῶν·  25 ἀµὴν λέγω ὑµῖν ὅτι οὐκέτι οὐ µὴ πίω ἐκ τοῦ γενήµατος τῆς ἀµπέλου ἕως τῆς ἡµέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ ßασιλείᾳ τοῦ θεοῦ.  26 Καὶ ὑµνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.

27 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε, ὅτι γέγραπται,

Πατάξω τὸν ποιµένα,

καὶ τὰ πρόßατα διασκορπισθήσονται·

28 ἀλλὰ µετὰ τὸ ἐγερθῆναί µε προάξω ὑµᾶς εἰς τὴν Γαλιλαίαν.  29 ὁ δὲ Πέτρος ἔφη αὐτῷ, Εἰ καὶ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ.  30 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀµὴν λέγω σοι ὅτι σὺ σήµερον ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς µε ἀπαρνήσῃ.  31 ὁ δὲ ἐκπερισσῶς ἐλάλει, Ἐὰν δέῃ µε συναποθανεῖν σοι, οὐ µή σε ἀπαρνήσοµαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.

32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνοµα Γεθσηµανί, καὶ λέγει τοῖς µαθηταῖς αὐτοῦ, Καθίσατε ὧδε ἕως προσεύξωµαι.  33 καὶ παραλαµßάνει τὸν Πέτρον καὶ [τὸν] Ἰάκωßον καὶ [τὸν] Ἰωάννην µετ’ αὐτοῦ, καὶ ἤρξατο ἐκθαµßεῖσθαι καὶ ἀδηµονεῖν,  34 καὶ λέγει αὐτοῖς, Περίλυπός ἐστιν ἡ ψυχή µου ἕως θανάτου· µείνατε ὧδε καὶ γρηγορεῖτε.  35 καὶ προελθὼν µικρὸν ἔπιπτεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα,  36 καὶ ἔλεγεν, Αßßα ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ’ ἐµοῦ· ἀλλ’ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ.  37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Σίµων, καθεύδεις; οὐκ ἴσχυσας µίαν ὥραν γρηγορῆσαι;  38 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα µὴ ἔλθητε εἰς πειρασµόν· τὸ µὲν πνεῦµα πρόθυµον ἡ δὲ σὰρξ ἀσθενής.  39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών.  40 καὶ πάλιν ἐλθὼν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλµοὶ καταßαρυνόµενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ.  41 καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς, Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε; ἀπέχει· ἦλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁµαρτωλῶν.  42 ἐγείρεσθε ἄγωµεν· ἰδοὺ ὁ παραδιδούς µε ἤγγικεν.

43 Καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται Ἰούδας εἷς τῶν δώδεκα καὶ µετ’ αὐτοῦ ὄχλος µετὰ µαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραµµατέων καὶ τῶν πρεσßυτέρων.  44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσηµον αὐτοῖς λέγων, Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσφαλῶς.  45 καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῷ λέγει, Ῥαßßί, καὶ κατεφίλησεν αὐτόν.  46 οἱ δὲ ἐπέßαλον τὰς χεῖρας αὐτῷ καὶ ἐκράτησαν αὐτόν.  47 εἷς δέ [τις] τῶν παρεστηκότων σπασάµενος τὴν µάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον.  48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε µετὰ µαχαιρῶν καὶ ξύλων συλλαßεῖν µε;  49 καθ’ ἡµέραν ἤµην πρὸς ὑµᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ µε· ἀλλ’ ἵνα πληρωθῶσιν αἱ γραφαί.  50 καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.

51 Καὶ νεανίσκος τις συνηκολούθει αὐτῷ περιßεßληµένος σινδόνα ἐπὶ γυµνοῦ, καὶ κρατοῦσιν αὐτόν·  52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυµνὸς ἔφυγεν.

53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσßύτεροι καὶ οἱ γραµµατεῖς.  54 καὶ ὁ Πέτρος ἀπὸ µακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήµενος µετὰ τῶν ὑπηρετῶν καὶ θερµαινόµενος πρὸς τὸ φῶς.  55 οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ µαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ ηὕρισκον·  56 πολλοὶ γὰρ ἐψευδοµαρτύρουν κατ’ αὐτοῦ, καὶ ἴσαι αἱ µαρτυρίαι οὐκ ἦσαν.  57 καί τινες ἀναστάντες ἐψευδοµαρτύρουν κατ’ αὐτοῦ λέγοντες  58 ὅτι Ἡµεῖς ἠκούσαµεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡµερῶν ἄλλον ἀχειροποίητον οἰκοδοµήσω·  59 καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ µαρτυρία αὐτῶν.  60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς µέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταµαρτυροῦσιν;  61 ὁ δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ;  62 ὁ δὲ Ἰησοῦς εἶπεν, Ἐγώ εἰµι,

καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου

ἐκ δεξιῶν καθήµενον τῆς δυνάµεως

καὶ ἐρχόµενον µετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ.

63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, Τί ἔτι χρείαν ἔχοµεν µαρτύρων;  64 ἠκούσατε τῆς ßλασφηµίας· τί ὑµῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν ἔνοχον εἶναι θανάτου.  65 Καὶ ἤρξαντό τινες ἐµπτύειν αὐτῷ καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ, Προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσµασιν αὐτὸν ἔλαßον.

66 Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται µία τῶν παιδισκῶν τοῦ ἀρχιερέως,  67 καὶ ἰδοῦσα τὸν Πέτρον θερµαινόµενον ἐµßλέψασα αὐτῷ λέγει, Καὶ σὺ µετὰ τοῦ Ναζαρηνοῦ ἦσθα τοῦ Ἰησοῦ.  68 ὁ δὲ ἠρνήσατο λέγων, Οὔτε οἶδα οὔτε ἐπίσταµαι σὺ τί λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον[· καὶ ἀλέκτωρ ἐφώνησεν].  69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ἤρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν.  70 ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ µετὰ µικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, Ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ.  71 ὁ δὲ ἤρξατο ἀναθεµατίζειν καὶ ὀµνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε.  72 καὶ εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν. καὶ ἀνεµνήσθη ὁ Πέτρος τὸ ῥῆµα ὡς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι δὶς τρίς µε ἀπαρνήσῃ· καὶ ἐπιßαλὼν ἔκλαιεν.

15  Καὶ εὐθὺς πρωῒ συµßούλιον ποιήσαντες οἱ ἀρχιερεῖς µετὰ τῶν πρεσßυτέρων καὶ γραµµατέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν Πιλάτῳ.  2 καὶ ἐπηρώτα αὐτὸν ὁ Πιλᾶτος, Σὺ εἶ ὁ ßασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει, Σὺ λέγεις.  3 καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά.  4 ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου κατηγοροῦσιν.  5 ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυµάζειν τὸν Πιλᾶτον.

6 Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσµιον ὃν παρῃτοῦντο.  7 ἦν δὲ ὁ λεγόµενος Βαραßßᾶς µετὰ τῶν στασιαστῶν δεδεµένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.  8 καὶ ἀναßὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς.  9 ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων, Θέλετε ἀπολύσω ὑµῖν τὸν ßασιλέα τῶν Ἰουδαίων;  10 ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.  11 οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα µᾶλλον τὸν Βαραßßᾶν ἀπολύσῃ αὐτοῖς.  12 ὁ δὲ Πιλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς, Τί οὖν [θέλετε] ποιήσω [ὃν λέγετε] τὸν ßασιλέα τῶν Ἰουδαίων;  13 οἱ δὲ πάλιν ἔκραξαν, Σταύρωσον αὐτόν.  14 ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς, Τί γὰρ ἐποίησεν κακόν; οἱ δὲ περισσῶς ἔκραξαν, Σταύρωσον αὐτόν.  15 ὁ δὲ Πιλᾶτος ßουλόµενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραßßᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.

16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν.  17 καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον·  18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν, Χαῖρε, ßασιλεῦ τῶν Ἰουδαίων·  19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάµῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ.  20 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱµάτια τὰ ἴδια. καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσουσιν αὐτόν.

21 Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίµωνα Κυρηναῖον ἐρχόµενον ἀπ’ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.  22 καὶ φέρουσιν αὐτὸν ἐπὶ τὸν Γολγοθᾶν τόπον, ὅ ἐστιν µεθερµηνευόµενον Κρανίου Τόπος.  23 καὶ ἐδίδουν αὐτῷ ἐσµυρνισµένον οἶνον, ὃς δὲ οὐκ ἔλαßεν.  24 καὶ σταυροῦσιν αὐτὸν

καὶ διαµερίζονται τὰ ἱµάτια αὐτοῦ,

ßάλλοντες κλῆρον ἐπ’ αὐτὰ τίς τί ἄρῃ.

25 ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν.  26 καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραµµένη, Ὁ ßασιλεὺς τῶν Ἰουδαίων.  27 Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύµων αὐτοῦ.  29 Καὶ οἱ παραπορευόµενοι ἐßλασφήµουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες, Οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ οἰκοδοµῶν ἐν τρισὶν ἡµέραις,  30 σῶσον σεαυτὸν καταßὰς ἀπὸ τοῦ σταυροῦ.  31 ὁµοίως καὶ οἱ ἀρχιερεῖς ἐµπαίζοντες πρὸς ἀλλήλους µετὰ τῶν γραµµατέων ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι·  32 ὁ Χριστὸς ὁ ßασιλεὺς Ἰσραὴλ καταßάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωµεν καὶ πιστεύσωµεν. καὶ οἱ συνεσταυρωµένοι σὺν αὐτῷ ὠνείδιζον αὐτόν.

33 Καὶ γενοµένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.  34 καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐßόησεν ὁ Ἰησοῦς φωνῇ µεγάλῃ, Ελωι ελωι λεµα σαßαχθανι; ὅ ἐστιν µεθερµηνευόµενον Ὁ θεός µου ὁ θεός µου, εἰς τί ἐγκατέλιπές µε;  35 καί τινες τῶν παρεστώτων ἀκούσαντες ἔλεγον, Ἴδε Ἠλίαν φωνεῖ.  36 δραµὼν δέ τις καὶ γεµίσας σπόγγον ὄξους περιθεὶς καλάµῳ ἐπότιζεν αὐτόν, λέγων, Ἄφετε ἴδωµεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.  37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν µεγάλην ἐξέπνευσεν.  38 Καὶ τὸ καταπέτασµα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ’ ἄνωθεν ἕως κάτω.  39 Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν, Ἀληθῶς οὗτος ὁ ἄνθρωπος υἱὸς θεοῦ ἦν.  40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ µακρόθεν θεωροῦσαι, ἐν αἷς καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰακώßου τοῦ µικροῦ καὶ Ἰωσῆτος µήτηρ καὶ Σαλώµη,  41 αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναßᾶσαι αὐτῷ εἰς Ἱεροσόλυµα.

42 Καὶ ἤδη ὀψίας γενοµένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστιν προσάßßατον,  43 ἐλθὼν Ἰωσὴφ [ὁ] ἀπὸ Ἁριµαθαίας εὐσχήµων ßουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόµενος τὴν ßασιλείαν τοῦ θεοῦ, τολµήσας εἰσῆλθεν πρὸς τὸν Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶµα τοῦ Ἰησοῦ.  44 ὁ δὲ Πιλᾶτος ἐθαύµασεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάµενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν·  45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ πτῶµα τῷ Ἰωσήφ.  46 καὶ ἀγοράσας σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν µνηµείῳ ὃ ἦν λελατοµηµένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ µνηµείου.  47 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰωσῆτος ἐθεώρουν ποῦ τέθειται.

16  Καὶ διαγενοµένου τοῦ σαßßάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰακώßου καὶ Σαλώµη ἠγόρασαν ἀρώµατα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν.  2 καὶ λίαν πρωῒ τῇ µιᾷ τῶν σαßßάτων ἔρχονται ἐπὶ τὸ µνηµεῖον ἀνατείλαντος τοῦ ἡλίου.  3 καὶ ἔλεγον πρὸς ἑαυτάς, Τίς ἀποκυλίσει ἡµῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ µνηµείου;  4 καὶ ἀναßλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος, ἦν γὰρ µέγας σφόδρα.  5 καὶ εἰσελθοῦσαι εἰς τὸ µνηµεῖον εἶδον νεανίσκον καθήµενον ἐν τοῖς δεξιοῖς περιßεßληµένον στολὴν λευκήν, καὶ ἐξεθαµßήθησαν.  6 ὁ δὲ λέγει αὐταῖς, Μὴ ἐκθαµßεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωµένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν.  7 ἀλλὰ ὑπάγετε εἴπατε τοῖς µαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγει ὑµᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑµῖν.  8 καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ µνηµείου, εἶχεν γὰρ αὐτὰς τρόµος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπαν, ἐφοßοῦντο γάρ.

[[9 Ἀναστὰς δὲ πρωῒ πρώτῃ σαßßάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, παρ’ ἧς ἐκßεßλήκει ἑπτὰ δαιµόνια.  10 ἐκείνη πορευθεῖσα ἀπήγγειλεν τοῖς µετ’ αὐτοῦ γενοµένοις πενθοῦσι καὶ κλαίουσιν·  11 κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ’ αὐτῆς ἠπίστησαν.

12 Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ µορφῇ πορευοµένοις εἰς ἀγρόν·  13 κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.

14 Ὕστερον [δὲ] ἀνακειµένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισεν τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν ὅτι τοῖς θεασαµένοις αὐτὸν ἐγηγερµένον οὐκ ἐπίστευσαν.  15 καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἰς τὸν κόσµον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει.  16 ὁ πιστεύσας καὶ ßαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται.  17 σηµεῖα δὲ τοῖς πιστεύσασιν ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόµατί µου δαιµόνια ἐκßαλοῦσιν, γλώσσαις λαλήσουσιν καιναῖς,  18 [καὶ ἐν ταῖς χερσὶν] ὄφεις ἀροῦσιν, κἂν θανάσιµόν τι πίωσιν οὐ µὴ αὐτοὺς ßλάψῃ, ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσιν καὶ καλῶς ἕξουσιν.

19 Ὁ µὲν οὖν κύριος [Ἰησοῦς] µετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήµφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ.  20 ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ κυρίου συνεργοῦντος καὶ τὸν λόγον ßεßαιοῦντος διὰ τῶν ἐπακολουθούντων σηµείων.]]

[[Alternative version of 16:9-20: Πάντα δὲ τὰ παρηγγελµένα τοῖς περὶ τὸν Πέτρον συντόµως ἐξήγγειλαν. Μετὰ δὲ ταῦτα καὶ αὐτὸς ὁ Ἰησοῦς ἀπὸ ἀνατολῆς καὶ ἄχρι δύσεως ἐξαπέστειλεν δι’ αὐτῶν τὸ ἱερὸν καὶ ἄφθαρτον κήρυγµα τῆς αἰωνίου σωτηρίας. ἀµήν.]]