1 Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορηµένων ἐν ἡµῖν πραγµάτων, 2 καθὼς παρέδοσαν ἡµῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόµενοι τοῦ λόγου, 3 ἔδοξε κἀµοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριßῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, 4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
5 Ἐγένετο ἐν ταῖς ἡµέραις Ἡρῴδου ßασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόµατι Ζαχαρίας ἐξ ἐφηµερίας Ἀßιά, καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνοµα αὐτῆς Ἐλισάßετ. 6 ἦσαν δὲ δίκαιοι ἀµφότεροι ἐναντίον τοῦ θεοῦ, πορευόµενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώµασιν τοῦ κυρίου ἄµεµπτοι. 7 καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἦν ἡ Ἐλισάßετ στεῖρα, καὶ ἀµφότεροι προßεßηκότες ἐν ταῖς ἡµέραις αὐτῶν ἦσαν. 8 Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφηµερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ, 9 κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυµιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου, 10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόµενον ἔξω τῇ ὥρᾳ τοῦ θυµιάµατος· 11 ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυµιάµατος. 12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόßος ἐπέπεσεν ἐπ’ αὐτόν. 13 εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος, Μὴ φοßοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάßετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνοµα αὐτοῦ Ἰωάννην. 14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται· 15 ἔσται γὰρ µέγας ἐνώπιον [τοῦ] κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ µὴ πίῃ, καὶ πνεύµατος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας µητρὸς αὐτοῦ, 16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν. 17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύµατι καὶ δυνάµει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιµάσαι κυρίῳ λαὸν κατεσκευασµένον. 18 Καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον, Κατὰ τί γνώσοµαι τοῦτο; ἐγὼ γάρ εἰµι πρεσßύτης καὶ ἡ γυνή µου προßεßηκυῖα ἐν ταῖς ἡµέραις αὐτῆς. 19 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ, Ἐγώ εἰµι Γαßριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα· 20 καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ µὴ δυνάµενος λαλῆσαι ἄχρι ἧς ἡµέρας γένηται ταῦτα, ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις µου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.
21 Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύµαζον ἐν τῷ χρονίζειν ἐν τῷ ναῷ αὐτόν. 22 ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέµενεν κωφός. 23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡµέραι τῆς λειτουργίας αὐτοῦ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 24 Μετὰ δὲ ταύτας τὰς ἡµέρας συνέλαßεν Ἐλισάßετ ἡ γυνὴ αὐτοῦ· καὶ περιέκρυßεν ἑαυτὴν µῆνας πέντε, λέγουσα 25 ὅτι Οὕτως µοι πεποίηκεν κύριος ἐν ἡµέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὄνειδός µου ἐν ἀνθρώποις.
26 Ἐν δὲ τῷ µηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαßριὴλ ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνοµα Ναζαρὲθ 27 πρὸς παρθένον ἐµνηστευµένην ἀνδρὶ ᾧ ὄνοµα Ἰωσὴφ ἐξ οἴκου Δαυίδ, καὶ τὸ ὄνοµα τῆς παρθένου Μαριάµ. 28 καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπεν, Χαῖρε, κεχαριτωµένη, ὁ κύριος µετὰ σοῦ. 29 ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασµὸς οὗτος. 30 καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ, Μὴ φοßοῦ, Μαριάµ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ· 31 καὶ ἰδοὺ συλλήµψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνοµα αὐτοῦ Ἰησοῦν. 32 οὗτος ἔσται µέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, 33 καὶ ßασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼß εἰς τοὺς αἰῶνας, καὶ τῆς ßασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. 34 εἶπεν δὲ Μαριὰµ πρὸς τὸν ἄγγελον, Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; 35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, Πνεῦµα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναµις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώµενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ. 36 καὶ ἰδοὺ Ἐλισάßετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος µὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουµένῃ στείρᾳ· 37 ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆµα. 38 εἶπεν δὲ Μαριάµ, Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό µοι κατὰ τὸ ῥῆµά σου. καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος.
39 Ἀναστᾶσα δὲ Μαριὰµ ἐν ταῖς ἡµέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν µετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, 40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάßετ. 41 καὶ ἐγένετο ὡς ἤκουσεν τὸν ἀσπασµὸν τῆς Μαρίας ἡ Ἐλισάßετ, ἐσκίρτησεν τὸ ßρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύµατος ἁγίου ἡ Ἐλισάßετ, 42 καὶ ἀνεφώνησεν κραυγῇ µεγάλῃ καὶ εἶπεν, Εὐλογηµένη σὺ ἐν γυναιξίν, καὶ εὐλογηµένος ὁ καρπὸς τῆς κοιλίας σου. 43 καὶ πόθεν µοι τοῦτο ἵνα ἔλθῃ ἡ µήτηρ τοῦ κυρίου µου πρὸς ἐµέ; 44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασµοῦ σου εἰς τὰ ὦτά µου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ ßρέφος ἐν τῇ κοιλίᾳ µου. 45 καὶ µακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαληµένοις αὐτῇ παρὰ κυρίου.
46 Καὶ εἶπεν Μαριάµ,
Μεγαλύνει ἡ ψυχή µου τὸν κύριον,
47 καὶ ἠγαλλίασεν τὸ πνεῦµά µου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί µου,
48 ὅτι ἐπέßλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.
ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν µακαριοῦσίν µε πᾶσαι αἱ γενεαί,
49 ὅτι ἐποίησέν µοι µεγάλα ὁ δυνατός.
καὶ ἅγιον τὸ ὄνοµα αὐτοῦ,
50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς
τοῖς φοßουµένοις αὐτόν.
51 Ἐποίησεν κράτος ἐν ßραχίονι αὐτοῦ,
διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·
52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων
καὶ ὕψωσεν ταπεινούς,
53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν
καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
54 ἀντελάßετο Ἰσραὴλ παιδὸς αὐτοῦ,
µνησθῆναι ἐλέους,
55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡµῶν,
τῷ Ἀßραὰµ καὶ τῷ σπέρµατι αὐτοῦ εἰς τὸν αἰῶνα.
56 Ἔµεινεν δὲ Μαριὰµ σὺν αὐτῇ ὡς µῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
57 Τῇ δὲ Ἐλισάßετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. 58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐµεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ µετ’ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. 59 Καὶ ἐγένετο ἐν τῇ ἡµέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεµεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόµατι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. 60 καὶ ἀποκριθεῖσα ἡ µήτηρ αὐτοῦ εἶπεν, Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης. 61 καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόµατι τούτῳ. 62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό. 63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων, Ἰωάννης ἐστὶν ὄνοµα αὐτοῦ. καὶ ἐθαύµασαν πάντες. 64 ἀνεῴχθη δὲ τὸ στόµα αὐτοῦ παραχρῆµα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν. 65 καὶ ἐγένετο ἐπὶ πάντας φόßος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήµατα ταῦτα, 66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες, Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ γὰρ χεὶρ κυρίου ἦν µετ’ αὐτοῦ.
67 Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύµατος ἁγίου καὶ ἐπροφήτευσεν λέγων,
68 Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ,
ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,
69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡµῖν
ἐν οἴκῳ Δαυὶδ παιδὸς αὐτοῦ,
70 καθὼς ἐλάλησεν διὰ στόµατος τῶν ἁγίων ἀπ’ αἰῶνος προφητῶν αὐτοῦ,
71 σωτηρίαν ἐξ ἐχθρῶν ἡµῶν καὶ ἐκ χειρὸς πάντων τῶν µισούντων ἡµᾶς·
72 ποιῆσαι ἔλεος µετὰ τῶν πατέρων ἡµῶν
καὶ µνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
73 ὅρκον ὃν ὤµοσεν πρὸς Ἀßραὰµ τὸν πατέρα ἡµῶν,
τοῦ δοῦναι ἡµῖν 74 ἀφόßως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας
λατρεύειν αὐτῷ 75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ
ἐνώπιον αὐτοῦ πάσαις ταῖς ἡµέραις ἡµῶν.
76 Καὶ σὺ δέ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ·
προπορεύσῃ γὰρ ἐνώπιον κυρίου ἑτοιµάσαι ὁδοὺς αὐτοῦ,
77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ
ἐν ἀφέσει ἁµαρτιῶν αὐτῶν,
78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡµῶν,
ἐν οἷς ἐπισκέψεται ἡµᾶς ἀνατολὴ ἐξ ὕψους,
79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθηµένοις,
τοῦ κατευθῦναι τοὺς πόδας ἡµῶν εἰς ὁδὸν εἰρήνης.
80 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύµατι, καὶ ἦν ἐν ταῖς ἐρήµοις ἕως ἡµέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.
2 Ἐγένετο δὲ ἐν ταῖς ἡµέραις ἐκείναις ἐξῆλθεν δόγµα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουµένην. 2 αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεµονεύοντος τῆς Συρίας Κυρηνίου. 3 καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν. 4 Ἀνέßη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυὶδ ἥτις καλεῖται Βηθλέεµ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ, 5 ἀπογράψασθαι σὺν Μαριὰµ τῇ ἐµνηστευµένῃ αὐτῷ, οὔσῃ ἐγκύῳ. 6 ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡµέραι τοῦ τεκεῖν αὐτήν, 7 καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύµατι.
8 Καὶ ποιµένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίµνην αὐτῶν. 9 καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα κυρίου περιέλαµψεν αὐτούς, καὶ ἐφοßήθησαν φόßον µέγαν. 10 καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, Μὴ φοßεῖσθε, ἰδοὺ γὰρ εὐαγγελίζοµαι ὑµῖν χαρὰν µεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ, 11 ὅτι ἐτέχθη ὑµῖν σήµερον σωτὴρ ὅς ἐστιν Χριστὸς κύριος ἐν πόλει Δαυίδ· 12 καὶ τοῦτο ὑµῖν τὸ σηµεῖον, εὑρήσετε ßρέφος ἐσπαργανωµένον καὶ κείµενον ἐν φάτνῃ. 13 καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων,
14 Δόξα ἐν ὑψίστοις θεῷ
καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας.
15 Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ’ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιµένες ἐλάλουν πρὸς ἀλλήλους, Διέλθωµεν δὴ ἕως Βηθλέεµ καὶ ἴδωµεν τὸ ῥῆµα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡµῖν. 16 καὶ ἦλθον σπεύσαντες καὶ ἀνεῦρον τήν τε Μαριὰµ καὶ τὸν Ἰωσὴφ καὶ τὸ ßρέφος κείµενον ἐν τῇ φάτνῃ· 17 ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήµατος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. 18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύµασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιµένων πρὸς αὐτούς· 19 ἡ δὲ Μαριὰµ πάντα συνετήρει τὰ ῥήµατα ταῦτα συµßάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. 20 καὶ ὑπέστρεψαν οἱ ποιµένες δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.
21 Καὶ ὅτε ἐπλήσθησαν ἡµέραι ὀκτὼ τοῦ περιτεµεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνοµα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληµφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
22 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡµέραι τοῦ καθαρισµοῦ αὐτῶν κατὰ τὸν νόµον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυµα παραστῆσαι τῷ κυρίῳ, 23 καθὼς γέγραπται ἐν νόµῳ κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον µήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, 24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρηµένον ἐν τῷ νόµῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν.
25 Καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴµ ᾧ ὄνοµα Συµεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαßής, προσδεχόµενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦµα ἦν ἅγιον ἐπ’ αὐτόν· 26 καὶ ἦν αὐτῷ κεχρηµατισµένον ὑπὸ τοῦ πνεύµατος τοῦ ἁγίου µὴ ἰδεῖν θάνατον πρὶν [ἢ] ἂν ἴδῃ τὸν Χριστὸν κυρίου. 27 καὶ ἦλθεν ἐν τῷ πνεύµατι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισµένον τοῦ νόµου περὶ αὐτοῦ 28 καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν,
29 Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα,
κατὰ τὸ ῥῆµά σου ἐν εἰρήνῃ·
30 ὅτι εἶδον οἱ ὀφθαλµοί µου τὸ σωτήριόν σου,
31 ὃ ἡτοίµασας κατὰ πρόσωπον πάντων τῶν λαῶν,
32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν
καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
33 καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ µήτηρ θαυµάζοντες ἐπὶ τοῖς λαλουµένοις περὶ αὐτοῦ. 34 καὶ εὐλόγησεν αὐτοὺς Συµεὼν καὶ εἶπεν πρὸς Μαριὰµ τὴν µητέρα αὐτοῦ, Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σηµεῖον ἀντιλεγόµενον 35 [καὶ σοῦ [δὲ] αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥοµφαία], ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισµοί.
36 Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προßεßηκυῖα ἐν ἡµέραις πολλαῖς, ζήσασα µετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, 37 καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡµέραν. 38 καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωµολογεῖτο τῷ θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχοµένοις λύτρωσιν Ἰερουσαλήµ.
39 Καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τὸν νόµον κυρίου, ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτῶν Ναζαρέθ. 40 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πληρούµενον σοφίᾳ, καὶ χάρις θεοῦ ἦν ἐπ’ αὐτό.
41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ’ ἔτος εἰς Ἰερουσαλὴµ τῇ ἑορτῇ τοῦ πάσχα. 42 καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναßαινόντων αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς 43 καὶ τελειωσάντων τὰς ἡµέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέµεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἰερουσαλήµ, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ. 44 νοµίσαντες δὲ αὐτὸν εἶναι ἐν τῇ συνοδίᾳ ἦλθον ἡµέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν καὶ τοῖς γνωστοῖς, 45 καὶ µὴ εὑρόντες ὑπέστρεψαν εἰς Ἰερουσαλὴµ ἀναζητοῦντες αὐτόν. 46 καὶ ἐγένετο µετὰ ἡµέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόµενον ἐν µέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· 47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. 48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ εἶπεν πρὸς αὐτὸν ἡ µήτηρ αὐτοῦ, Τέκνον, τί ἐποίησας ἡµῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώµενοι ἐζητοῦµέν σε. 49 καὶ εἶπεν πρὸς αὐτούς, Τί ὅτι ἐζητεῖτέ µε; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός µου δεῖ εἶναί µε; 50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆµα ὃ ἐλάλησεν αὐτοῖς. 51 καὶ κατέßη µετ’ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέθ, καὶ ἦν ὑποτασσόµενος αὐτοῖς. καὶ ἡ µήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήµατα ἐν τῇ καρδίᾳ αὐτῆς. 52 Καὶ Ἰησοῦς προέκοπτεν [ἐν τῇ] σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις.
3 Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεµονίας Τιßερίου Καίσαρος, ἡγεµονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετρααρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀßιληνῆς τετρααρχοῦντος, 2 ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆµα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήµῳ. 3 καὶ ἦλθεν εἰς πᾶσαν [τὴν] περίχωρον τοῦ Ἰορδάνου κηρύσσων ßάπτισµα µετανοίας εἰς ἄφεσιν ἁµαρτιῶν, 4 ὡς γέγραπται ἐν ßίßλῳ λόγων Ἠσαΐου τοῦ προφήτου,
Φωνὴ ßοῶντος ἐν τῇ ἐρήµῳ,
Ἑτοιµάσατε τὴν ὁδὸν κυρίου,
εὐθείας ποιεῖτε τὰς τρίßους αὐτοῦ·
5 πᾶσα φάραγξ πληρωθήσεται
καὶ πᾶν ὄρος καὶ ßουνὸς ταπεινωθήσεται,
καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν
καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
6 καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ.
7 Ἔλεγεν οὖν τοῖς ἐκπορευοµένοις ὄχλοις ßαπτισθῆναι ὑπ’ αὐτοῦ, Γεννήµατα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑµῖν φυγεῖν ἀπὸ τῆς µελλούσης ὀργῆς; 8 ποιήσατε οὖν καρποὺς ἀξίους τῆς µετανοίας· καὶ µὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχοµεν τὸν Ἀßραάµ, λέγω γὰρ ὑµῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀßραάµ. 9 ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον µὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ ßάλλεται. 10 Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, Τί οὖν ποιήσωµεν; 11 ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς, Ὁ ἔχων δύο χιτῶνας µεταδότω τῷ µὴ ἔχοντι, καὶ ὁ ἔχων ßρώµατα ὁµοίως ποιείτω. 12 ἦλθον δὲ καὶ τελῶναι ßαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν, Διδάσκαλε, τί ποιήσωµεν; 13 ὁ δὲ εἶπεν πρὸς αὐτούς, Μηδὲν πλέον παρὰ τὸ διατεταγµένον ὑµῖν πράσσετε. 14 ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόµενοι λέγοντες, Τί ποιήσωµεν καὶ ἡµεῖς; καὶ εἶπεν αὐτοῖς, Μηδένα διασείσητε µηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑµῶν.
15 Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζοµένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, µήποτε αὐτὸς εἴη ὁ Χριστός, 16 ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάννης, Ἐγὼ µὲν ὕδατι ßαπτίζω ὑµᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός µου, οὗ οὐκ εἰµὶ ἱκανὸς λῦσαι τὸν ἱµάντα τῶν ὑποδηµάτων αὐτοῦ· αὐτὸς ὑµᾶς ßαπτίσει ἐν πνεύµατι ἁγίῳ καὶ πυρί· 17 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσßέστῳ. 18 Πολλὰ µὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν· 19 ὁ δὲ Ἡρῴδης ὁ τετραάρχης, ἐλεγχόµενος ὑπ’ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης, 20 προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν, κατέκλεισεν τὸν Ἰωάννην ἐν φυλακῇ.
21 Ἐγένετο δὲ ἐν τῷ ßαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ ßαπτισθέντος καὶ προσευχοµένου ἀνεῳχθῆναι τὸν οὐρανὸν 22 καὶ καταßῆναι τὸ πνεῦµα τὸ ἅγιον σωµατικῷ εἴδει ὡς περιστερὰν ἐπ’ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι, Σὺ εἶ ὁ υἱός µου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
23 Καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχόµενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνοµίζετο, Ἰωσὴφ τοῦ Ἠλὶ 24 τοῦ Ματθὰτ τοῦ Λευὶ τοῦ Μελχὶ τοῦ Ἰανναὶ τοῦ Ἰωσὴφ 25 τοῦ Ματταθίου τοῦ Ἀµὼς τοῦ Ναοὺµ τοῦ Ἑσλὶ τοῦ Ναγγαὶ 26 τοῦ Μάαθ τοῦ Ματταθίου τοῦ Σεµεῒν τοῦ Ἰωσὴχ τοῦ Ἰωδὰ 27 τοῦ Ἰωανὰν τοῦ Ῥησὰ τοῦ Ζοροßαßὲλ τοῦ Σαλαθιὴλ τοῦ Νηρὶ 28 τοῦ Μελχὶ τοῦ Ἀδδὶ τοῦ Κωσὰµ τοῦ Ἐλµαδὰµ τοῦ Ἢρ 29 τοῦ Ἰησοῦ τοῦ Ἐλιέζερ τοῦ Ἰωρὶµ τοῦ Ματθὰτ τοῦ Λευὶ 30 τοῦ Συµεὼν τοῦ Ἰούδα τοῦ Ἰωσὴφ τοῦ Ἰωνὰµ τοῦ Ἐλιακὶµ 31 τοῦ Μελεὰ τοῦ Μεννὰ τοῦ Ματταθὰ τοῦ Ναθὰµ τοῦ Δαυὶδ 32 τοῦ Ἰεσσαὶ τοῦ Ἰωßὴδ τοῦ Βόος τοῦ Σαλὰ τοῦ Ναασσὼν 33 τοῦ Ἀµιναδὰß τοῦ Ἀδµὶν τοῦ Ἀρνὶ τοῦ Ἑσρὼµ τοῦ Φάρες τοῦ Ἰούδα 34 τοῦ Ἰακὼß τοῦ Ἰσαὰκ τοῦ Ἀßραὰµ τοῦ Θάρα τοῦ Ναχὼρ 35 τοῦ Σεροὺχ τοῦ Ῥαγαὺ τοῦ Φάλεκ τοῦ Ἔßερ τοῦ Σαλὰ 36 τοῦ Καϊνὰµ τοῦ Ἀρφαξὰδ τοῦ Σὴµ τοῦ Νῶε τοῦ Λάµεχ 37 τοῦ Μαθουσαλὰ τοῦ Ἑνὼχ τοῦ Ἰάρετ τοῦ Μαλελεὴλ τοῦ Καϊνὰµ 38 τοῦ Ἐνὼς τοῦ Σὴθ τοῦ Ἀδὰµ τοῦ θεοῦ.
4 Ἰησοῦς δὲ πλήρης πνεύµατος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύµατι ἐν τῇ ἐρήµῳ 2 ἡµέρας τεσσαράκοντα πειραζόµενος ὑπὸ τοῦ διαßόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡµέραις ἐκείναις, καὶ συντελεσθεισῶν αὐτῶν ἐπείνασεν. 3 Εἶπεν δὲ αὐτῷ ὁ διάßολος, Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. 4 καὶ ἀπεκρίθη πρὸς αὐτὸν ὁ Ἰησοῦς, Γέγραπται ὅτι Οὐκ ἐπ’ ἄρτῳ µόνῳ ζήσεται ὁ ἄνθρωπος. 5 Καὶ ἀναγαγὼν αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς ßασιλείας τῆς οἰκουµένης ἐν στιγµῇ χρόνου· 6 καὶ εἶπεν αὐτῷ ὁ διάßολος, Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐµοὶ παραδέδοται καὶ ᾧ ἐὰν θέλω δίδωµι αὐτήν· 7 σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐµοῦ, ἔσται σοῦ πᾶσα. 8 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Γέγραπται,
Κύριον τὸν θεόν σου προσκυνήσεις
καὶ αὐτῷ µόνῳ λατρεύσεις.
9 Ἤγαγεν δὲ αὐτὸν εἰς Ἰερουσαλὴµ καὶ ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ θεοῦ, ßάλε σεαυτὸν ἐντεῦθεν κάτω· 10 γέγραπται γὰρ ὅτι
Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ
τοῦ διαφυλάξαι σε,
11 καὶ ὅτι
Ἐπὶ χειρῶν ἀροῦσίν σε,
µήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
12 καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται, Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου. 13 Καὶ συντελέσας πάντα πειρασµὸν ὁ διάßολος ἀπέστη ἀπ’ αὐτοῦ ἄχρι καιροῦ.
14 Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάµει τοῦ πνεύµατος εἰς τὴν Γαλιλαίαν. καὶ φήµη ἐξῆλθεν καθ’ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. 15 καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόµενος ὑπὸ πάντων.
16 Καὶ ἦλθεν εἰς Ναζαρά, οὗ ἦν τεθραµµένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡµέρᾳ τῶν σαßßάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. 17 καὶ ἐπεδόθη αὐτῷ ßιßλίον τοῦ προφήτου Ἠσαΐου, καὶ ἀναπτύξας τὸ ßιßλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραµµένον,
18 Πνεῦµα κυρίου ἐπ’ ἐµέ
οὗ εἵνεκεν ἔχρισέν µε
εὐαγγελίσασθαι πτωχοῖς,
ἀπέσταλκέν µε, κηρύξαι αἰχµαλώτοις ἄφεσιν
καὶ τυφλοῖς ἀνάßλεψιν,
ἀποστεῖλαι τεθραυσµένους ἐν ἀφέσει,
19 κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν.
20 καὶ πτύξας τὸ ßιßλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων οἱ ὀφθαλµοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. 21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήµερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑµῶν. 22 Καὶ πάντες ἐµαρτύρουν αὐτῷ καὶ ἐθαύµαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευοµένοις ἐκ τοῦ στόµατος αὐτοῦ, καὶ ἔλεγον, Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος; 23 καὶ εἶπεν πρὸς αὐτούς, Πάντως ἐρεῖτέ µοι τὴν παραßολὴν ταύτην· Ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαµεν γενόµενα εἰς τὴν Καφαρναοὺµ ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. 24 εἶπεν δέ, Ἀµὴν λέγω ὑµῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. 25 ἐπ’ ἀληθείας δὲ λέγω ὑµῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡµέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ µῆνας ἕξ, ὡς ἐγένετο λιµὸς µέγας ἐπὶ πᾶσαν τὴν γῆν, 26 καὶ πρὸς οὐδεµίαν αὐτῶν ἐπέµφθη Ἠλίας εἰ µὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν. 27 καὶ πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ µὴ Ναιµὰν ὁ Σύρος. 28 καὶ ἐπλήσθησαν πάντες θυµοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, 29 καὶ ἀναστάντες ἐξέßαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφ’ οὗ ἡ πόλις ᾠκοδόµητο αὐτῶν, ὥστε κατακρηµνίσαι αὐτόν· 30 αὐτὸς δὲ διελθὼν διὰ µέσου αὐτῶν ἐπορεύετο.
31 Καὶ κατῆλθεν εἰς Καφαρναοὺµ πόλιν τῆς Γαλιλαίας. καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάßßασιν· 32 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ. 33 καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦµα δαιµονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ µεγάλῃ, 34 Ἔα, τί ἡµῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡµᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. 35 καὶ ἐπετίµησεν αὐτῷ ὁ Ἰησοῦς λέγων, Φιµώθητι καὶ ἔξελθε ἀπ’ αὐτοῦ. καὶ ῥίψαν αὐτὸν τὸ δαιµόνιον εἰς τὸ µέσον ἐξῆλθεν ἀπ’ αὐτοῦ µηδὲν ßλάψαν αὐτόν. 36 καὶ ἐγένετο θάµßος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες, Τίς ὁ λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάµει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύµασιν, καὶ ἐξέρχονται; 37 καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.
38 Ἀναστὰς δὲ ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίµωνος. πενθερὰ δὲ τοῦ Σίµωνος ἦν συνεχοµένη πυρετῷ µεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς. 39 καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίµησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆµα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς. 40 Δύνοντος δὲ τοῦ ἡλίου ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς. 41 ἐξήρχετο δὲ καὶ δαιµόνια ἀπὸ πολλῶν, κραυγάζοντα καὶ λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιµῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν Χριστὸν αὐτὸν εἶναι.
42 Γενοµένης δὲ ἡµέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρηµον τόπον· καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ µὴ πορεύεσθαι ἀπ’ αὐτῶν. 43 ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί µε δεῖ τὴν ßασιλείαν τοῦ θεοῦ, ὅτι ἐπὶ τοῦτο ἀπεστάλην. 44 καὶ ἦν κηρύσσων εἰς τὰς συναγωγὰς τῆς Ἰουδαίας.
5 Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ καὶ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίµνην Γεννησαρέτ, 2 καὶ εἶδεν δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίµνην· οἱ δὲ ἁλιεῖς ἀπ’ αὐτῶν ἀποßάντες ἔπλυνον τὰ δίκτυα. 3 ἐµßὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν Σίµωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον, καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν τοὺς ὄχλους. 4 ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίµωνα, Ἐπανάγαγε εἰς τὸ ßάθος καὶ χαλάσατε τὰ δίκτυα ὑµῶν εἰς ἄγραν. 5 καὶ ἀποκριθεὶς Σίµων εἶπεν, Ἐπιστάτα, δι’ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάßοµεν, ἐπὶ δὲ τῷ ῥήµατί σου χαλάσω τὰ δίκτυα. 6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, διερρήσσετο δὲ τὰ δίκτυα αὐτῶν. 7 καὶ κατένευσαν τοῖς µετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαßέσθαι αὐτοῖς· καὶ ἦλθαν, καὶ ἔπλησαν ἀµφότερα τὰ πλοῖα ὥστε ßυθίζεσθαι αὐτά. 8 ἰδὼν δὲ Σίµων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων, Ἔξελθε ἀπ’ ἐµοῦ, ὅτι ἀνὴρ ἁµαρτωλός εἰµι, κύριε· 9 θάµßος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ὧν συνέλαßον, 10 ὁµοίως δὲ καὶ Ἰάκωßον καὶ Ἰωάννην υἱοὺς Ζεßεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίµωνι. καὶ εἶπεν πρὸς τὸν Σίµωνα ὁ Ἰησοῦς, Μὴ φοßοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. 11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες πάντα ἠκολούθησαν αὐτῷ.
12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν µιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν τὸν Ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων, Κύριε, ἐὰν θέλῃς δύνασαί µε καθαρίσαι. 13 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων, Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ’ αὐτοῦ. 14 καὶ αὐτὸς παρήγγειλεν αὐτῷ µηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισµοῦ σου καθὼς προσέταξεν Μωϋσῆς, εἰς µαρτύριον αὐτοῖς. 15 διήρχετο δὲ µᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν· 16 αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήµοις καὶ προσευχόµενος.
17 Καὶ ἐγένετο ἐν µιᾷ τῶν ἡµερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήµενοι Φαρισαῖοι καὶ νοµοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώµης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἰερουσαλήµ· καὶ δύναµις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτόν. 18 καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυµένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι [αὐτὸν] ἐνώπιον αὐτοῦ. 19 καὶ µὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον ἀναßάντες ἐπὶ τὸ δῶµα διὰ τῶν κεράµων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ µέσον ἔµπροσθεν τοῦ Ἰησοῦ. 20 καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν, Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁµαρτίαι σου. 21 καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραµµατεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες, Τίς ἐστιν οὗτος ὃς λαλεῖ ßλασφηµίας; τίς δύναται ἁµαρτίας ἀφεῖναι εἰ µὴ µόνος ὁ θεός; 22 ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισµοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑµῶν; 23 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, Ἀφέωνταί σοι αἱ ἁµαρτίαι σου, ἢ εἰπεῖν, Ἔγειρε καὶ περιπάτει; 24 ἵνα δὲ εἰδῆτε ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει ἐπὶ τῆς γῆς ἀφιέναι ἁµαρτίας – εἶπεν τῷ παραλελυµένῳ, Σοὶ λέγω, ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου. 25 καὶ παραχρῆµα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ’ ὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν. 26 καὶ ἔκστασις ἔλαßεν ἅπαντας καὶ ἐδόξαζον τὸν θεόν, καὶ ἐπλήσθησαν φόßου λέγοντες ὅτι Εἴδοµεν παράδοξα σήµερον.
27 Καὶ µετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόµατι Λευὶν καθήµενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ, Ἀκολούθει µοι. 28 καὶ καταλιπὼν πάντα ἀναστὰς ἠκολούθει αὐτῷ. 29 Καὶ ἐποίησεν δοχὴν µεγάλην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος πολὺς τελωνῶν καὶ ἄλλων οἳ ἦσαν µετ’ αὐτῶν κατακείµενοι. 30 καὶ ἐγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ γραµµατεῖς αὐτῶν πρὸς τοὺς µαθητὰς αὐτοῦ λέγοντες, Διὰ τί µετὰ τῶν τελωνῶν καὶ ἁµαρτωλῶν ἐσθίετε καὶ πίνετε; 31 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς, Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες· 32 οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁµαρτωλοὺς εἰς µετάνοιαν.
33 Οἱ δὲ εἶπαν πρὸς αὐτόν, Οἱ µαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁµοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν. 34 ὁ δὲ Ἰησοῦς εἶπεν πρὸς αὐτούς, Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυµφῶνος ἐν ᾧ ὁ νυµφίος µετ’ αὐτῶν ἐστιν ποιῆσαι νηστεῦσαι; 35 ἐλεύσονται δὲ ἡµέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυµφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡµέραις. 36 Ἔλεγεν δὲ καὶ παραßολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίßληµα ἀπὸ ἱµατίου καινοῦ σχίσας ἐπιßάλλει ἐπὶ ἱµάτιον παλαιόν· εἰ δὲ µήγε, καὶ τὸ καινὸν σχίσει καὶ τῷ παλαιῷ οὐ συµφωνήσει τὸ ἐπίßληµα τὸ ἀπὸ τοῦ καινοῦ. 37 καὶ οὐδεὶς ßάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ µήγε, ῥήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· 38 ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς ßλητέον. 39 [καὶ] οὐδεὶς πιὼν παλαιὸν θέλει νέον· λέγει γάρ, Ὁ παλαιὸς χρηστός ἐστιν.
6 Ἐγένετο δὲ ἐν σαßßάτῳ διαπορεύεσθαι αὐτὸν διὰ σπορίµων, καὶ ἔτιλλον οἱ µαθηταὶ αὐτοῦ καὶ ἤσθιον τοὺς στάχυας ψώχοντες ταῖς χερσίν. 2 τινὲς δὲ τῶν Φαρισαίων εἶπαν, Τί ποιεῖτε ὃ οὐκ ἔξεστιν τοῖς σάßßασιν; 3 καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς, Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν Δαυὶδ ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ µετ’ αὐτοῦ [ὄντες]; 4 [ὡς] εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως λαßὼν ἔφαγεν καὶ ἔδωκεν τοῖς µετ’ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ µὴ µόνους τοὺς ἱερεῖς; 5 καὶ ἔλεγεν αὐτοῖς, Κύριός ἐστιν τοῦ σαßßάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.
6 Ἐγένετο δὲ ἐν ἑτέρῳ σαßßάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ἄνθρωπος ἐκεῖ καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά· 7 παρετηροῦντο δὲ αὐτὸν οἱ γραµµατεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαßßάτῳ θεραπεύει, ἵνα εὕρωσιν κατηγορεῖν αὐτοῦ. 8 αὐτὸς δὲ ᾔδει τοὺς διαλογισµοὺς αὐτῶν, εἶπεν δὲ τῷ ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα, Ἔγειρε καὶ στῆθι εἰς τὸ µέσον· καὶ ἀναστὰς ἔστη. 9 εἶπεν δὲ ὁ Ἰησοῦς πρὸς αὐτούς, Ἐπερωτῶ ὑµᾶς, εἰ ἔξεστιν τῷ σαßßάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀπολέσαι; 10 καὶ περιßλεψάµενος πάντας αὐτοὺς εἶπεν αὐτῷ, Ἔκτεινον τὴν χεῖρά σου. ὁ δὲ ἐποίησεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ. 11 αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῷ Ἰησοῦ.
12 Ἐγένετο δὲ ἐν ταῖς ἡµέραις ταύταις ἐξελθεῖν αὐτὸν εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ. 13 καὶ ὅτε ἐγένετο ἡµέρα, προσεφώνησεν τοὺς µαθητὰς αὐτοῦ, καὶ ἐκλεξάµενος ἀπ’ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόµασεν, 14 Σίµωνα, ὃν καὶ ὠνόµασεν Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, καὶ Ἰάκωßον καὶ Ἰωάννην καὶ Φίλιππον καὶ Βαρθολοµαῖον 15 καὶ Μαθθαῖον καὶ Θωµᾶν καὶ Ἰάκωßον Ἁλφαίου καὶ Σίµωνα τὸν καλούµενον Ζηλωτὴν 16 καὶ Ἰούδαν Ἰακώßου καὶ Ἰούδαν Ἰσκαριώθ, ὃς ἐγένετο προδότης.
17 Καὶ καταßὰς µετ’ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος πολὺς µαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἰερουσαλὴµ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, 18 οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ἐνοχλούµενοι ἀπὸ πνευµάτων ἀκαθάρτων ἐθεραπεύοντο. 19 καὶ πᾶς ὁ ὄχλος ἐζήτουν ἅπτεσθαι αὐτοῦ, ὅτι δύναµις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλµοὺς αὐτοῦ εἰς τοὺς µαθητὰς αὐτοῦ ἔλεγεν,
Μακάριοι οἱ πτωχοί,
ὅτι ὑµετέρα ἐστὶν ἡ ßασιλεία τοῦ θεοῦ.
21 µακάριοι οἱ πεινῶντες νῦν,
ὅτι χορτασθήσεσθε.
µακάριοι οἱ κλαίοντες νῦν,
ὅτι γελάσετε.
22 µακάριοί ἐστε ὅταν µισήσωσιν ὑµᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑµᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκßάλωσιν τὸ ὄνοµα ὑµῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 23 χάρητε ἐν ἐκείνῃ τῇ ἡµέρᾳ καὶ σκιρτήσατε, ἰδοὺ γὰρ ὁ µισθὸς ὑµῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.
24 Πλὴν οὐαὶ ὑµῖν τοῖς πλουσίοις,
ὅτι ἀπέχετε τὴν παράκλησιν ὑµῶν.
25 οὐαὶ ὑµῖν, οἱ ἐµπεπλησµένοι νῦν,
ὅτι πεινάσετε.
οὐαί, οἱ γελῶντες νῦν,
ὅτι πενθήσετε καὶ κλαύσετε.
26 οὐαὶ ὅταν ὑµᾶς καλῶς εἴπωσιν πάντες οἱ ἄνθρωποι, κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.
27 Ἀλλὰ ὑµῖν λέγω τοῖς ἀκούουσιν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑµῶν, καλῶς ποιεῖτε τοῖς µισοῦσιν ὑµᾶς, 28 εὐλογεῖτε τοὺς καταρωµένους ὑµᾶς, προσεύχεσθε περὶ τῶν ἐπηρεαζόντων ὑµᾶς. 29 τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱµάτιον καὶ τὸν χιτῶνα µὴ κωλύσῃς. 30 παντὶ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ µὴ ἀπαίτει. 31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑµῖν οἱ ἄνθρωποι, ποιεῖτε αὐτοῖς ὁµοίως. 32 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑµᾶς, ποία ὑµῖν χάρις ἐστίν; καὶ γὰρ οἱ ἁµαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν. 33 καὶ [γὰρ] ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑµᾶς, ποία ὑµῖν χάρις ἐστίν; καὶ οἱ ἁµαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν. 34 καὶ ἐὰν δανίσητε παρ’ ὧν ἐλπίζετε λαßεῖν, ποία ὑµῖν χάρις [ἐστίν]; καὶ ἁµαρτωλοὶ ἁµαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάßωσιν τὰ ἴσα. 35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑµῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε µηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ µισθὸς ὑµῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36 Γίνεσθε οἰκτίρµονες καθὼς [καὶ] ὁ πατὴρ ὑµῶν οἰκτίρµων ἐστίν.
37 Καὶ µὴ κρίνετε, καὶ οὐ µὴ κριθῆτε· καὶ µὴ καταδικάζετε, καὶ οὐ µὴ καταδικασθῆτε. ἀπολύετε, καὶ ἀπολυθήσεσθε· 38 δίδοτε, καὶ δοθήσεται ὑµῖν· µέτρον καλὸν πεπιεσµένον σεσαλευµένον ὑπερεκχυννόµενον δώσουσιν εἰς τὸν κόλπον ὑµῶν· ᾧ γὰρ µέτρῳ µετρεῖτε ἀντιµετρηθήσεται ὑµῖν. 39 Εἶπεν δὲ καὶ παραßολὴν αὐτοῖς· Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀµφότεροι εἰς ßόθυνον ἐµπεσοῦνται; 40 οὐκ ἔστιν µαθητὴς ὑπὲρ τὸν διδάσκαλον, κατηρτισµένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ. 41 Τί δὲ ßλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλµῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλµῷ οὐ κατανοεῖς; 42 πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου, Ἀδελφέ, ἄφες ἐκßάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλµῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλµῷ σοῦ δοκὸν οὐ ßλέπων; ὑποκριτά, ἔκßαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλµοῦ σοῦ, καὶ τότε διαßλέψεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλµῷ τοῦ ἀδελφοῦ σου ἐκßαλεῖν.
43 Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν. 44 ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται· οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ ßάτου σταφυλὴν τρυγῶσιν. 45 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς ἐκ τοῦ πονηροῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ περισσεύµατος καρδίας λαλεῖ τὸ στόµα αὐτοῦ.
46 Τί δέ µε καλεῖτε, Κύριε κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; 47 πᾶς ὁ ἐρχόµενος πρός µε καὶ ἀκούων µου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑµῖν τίνι ἐστὶν ὅµοιος· 48 ὅµοιός ἐστιν ἀνθρώπῳ οἰκοδοµοῦντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐßάθυνεν καὶ ἔθηκεν θεµέλιον ἐπὶ τὴν πέτραν· πληµµύρης δὲ γενοµένης προσέρηξεν ὁ ποταµὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν διὰ τὸ καλῶς οἰκοδοµῆσθαι αὐτήν. 49 ὁ δὲ ἀκούσας καὶ µὴ ποιήσας ὅµοιός ἐστιν ἀνθρώπῳ οἰκοδοµήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεµελίου, ᾗ προσέρηξεν ὁ ποταµός, καὶ εὐθὺς συνέπεσεν, καὶ ἐγένετο τὸ ῥῆγµα τῆς οἰκίας ἐκείνης µέγα.
7 Ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήµατα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούµ. 2 Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤµελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιµος. 3 ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσßυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. 4 οἱ δὲ παραγενόµενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ παρέξῃ τοῦτο, 5 ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡµῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόµησεν ἡµῖν. 6 ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ µακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεµψεν φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῷ, Κύριε, µὴ σκύλλου, οὐ γὰρ ἱκανός εἰµι ἵνα ὑπὸ τὴν στέγην µου εἰσέλθῃς· 7 διὸ οὐδὲ ἐµαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ἰαθήτω ὁ παῖς µου. 8 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰµι ὑπὸ ἐξουσίαν τασσόµενος, ἔχων ὑπ’ ἐµαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ µου, Ποίησον τοῦτο, καὶ ποιεῖ. 9 ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύµασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν, Λέγω ὑµῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 10 καὶ ὑποστρέψαντες εἰς τὸν οἶκον οἱ πεµφθέντες εὗρον τὸν δοῦλον ὑγιαίνοντα.
11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύθη εἰς πόλιν καλουµένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ µαθηταὶ αὐτοῦ καὶ ὄχλος πολύς. 12 ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκοµίζετο τεθνηκὼς µονογενὴς υἱὸς τῇ µητρὶ αὐτοῦ, καὶ αὐτὴ ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. 13 καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ’ αὐτῇ καὶ εἶπεν αὐτῇ, Μὴ κλαῖε. 14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ ßαστάζοντες ἔστησαν, καὶ εἶπεν, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ µητρὶ αὐτοῦ. 16 ἔλαßεν δὲ φόßος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προφήτης µέγας ἠγέρθη ἐν ἡµῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ. 17 καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ καὶ πάσῃ τῇ περιχώρῳ.
18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ µαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάµενος δύο τινὰς τῶν µαθητῶν αὐτοῦ ὁ Ἰωάννης 19 ἔπεµψεν πρὸς τὸν κύριον λέγων, Σὺ εἶ ὁ ἐρχόµενος ἢ ἄλλον προσδοκῶµεν; 20 παραγενόµενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν, Ἰωάννης ὁ ßαπτιστὴς ἀπέστειλεν ἡµᾶς πρὸς σὲ λέγων, Σὺ εἶ ὁ ἐρχόµενος ἢ ἄλλον προσδοκῶµεν; 21 ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ µαστίγων καὶ πνευµάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο ßλέπειν. 22 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναßλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· 23 καὶ µακάριός ἐστιν ὃς ἐὰν µὴ σκανδαλισθῇ ἐν ἐµοί. 24 Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου, Τί ἐξήλθατε εἰς τὴν ἔρηµον θεάσασθαι; κάλαµον ὑπὸ ἀνέµου σαλευόµενον; 25 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν µαλακοῖς ἱµατίοις ἠµφιεσµένον; ἰδοὺ οἱ ἐν ἱµατισµῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς ßασιλείοις εἰσίν. 26 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑµῖν, καὶ περισσότερον προφήτου. 27 οὗτός ἐστιν περὶ οὗ γέγραπται,
Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν µου πρὸ προσώπου σου,
ὃς κατασκευάσει τὴν ὁδόν σου ἔµπροσθέν σου.
28 λέγω ὑµῖν, µείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν· ὁ δὲ µικρότερος ἐν τῇ ßασιλείᾳ τοῦ θεοῦ µείζων αὐτοῦ ἐστιν. [29 Καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, ßαπτισθέντες τὸ ßάπτισµα Ἰωάννου· 30 οἱ δὲ Φαρισαῖοι καὶ οἱ νοµικοὶ τὴν ßουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, µὴ ßαπτισθέντες ὑπ’ αὐτοῦ.]
31 Τίνι οὖν ὁµοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅµοιοι; 32 ὅµοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθηµένοις καὶ προσφωνοῦσιν ἀλλήλοις, ἃ λέγει,
Ηὐλήσαµεν ὑµῖν καὶ οὐκ ὠρχήσασθε,
ἐθρηνήσαµεν καὶ οὐκ ἐκλαύσατε.
33 ἐλήλυθεν γὰρ Ἰωάννης ὁ ßαπτιστὴς µὴ ἐσθίων ἄρτον µήτε πίνων οἶνον, καὶ λέγετε, Δαιµόνιον ἔχει· 34 ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁµαρτωλῶν. 35 καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ πάντων τῶν τέκνων αὐτῆς.
36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ µετ’ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατεκλίθη. 37 καὶ ἰδοὺ γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁµαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κοµίσασα ἀλάßαστρον µύρου 38 καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, τοῖς δάκρυσιν ἤρξατο ßρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέµασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ µύρῳ. 39 ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων, Οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁµαρτωλός ἐστιν. 40 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, Σίµων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ, Διδάσκαλε, εἰπέ, φησίν. 41 δύο χρεοφειλέται ἦσαν δανειστῇ τινι· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. 42 µὴ ἐχόντων αὐτῶν ἀποδοῦναι ἀµφοτέροις ἐχαρίσατο. τίς οὖν αὐτῶν πλεῖον ἀγαπήσει αὐτόν; 43 ἀποκριθεὶς Σίµων εἶπεν, Ὑπολαµßάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ, Ὀρθῶς ἔκρινας. 44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίµωνι ἔφη, Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ µοι ἐπὶ πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔßρεξέν µου τοὺς πόδας καὶ ταῖς θριξὶν αὐτῆς ἐξέµαξεν. 45 φίληµά µοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ’ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά µου τοὺς πόδας. 46 ἐλαίῳ τὴν κεφαλήν µου οὐκ ἤλειψας· αὕτη δὲ µύρῳ ἤλειψεν τοὺς πόδας µου. 47 οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁµαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. 48 εἶπεν δὲ αὐτῇ, Ἀφέωνταί σου αἱ ἁµαρτίαι. 49 καὶ ἤρξαντο οἱ συνανακείµενοι λέγειν ἐν ἑαυτοῖς, Τίς οὗτός ἐστιν ὃς καὶ ἁµαρτίας ἀφίησιν; 50 εἶπεν δὲ πρὸς τὴν γυναῖκα, Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
8 Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώµην κηρύσσων καὶ εὐαγγελιζόµενος τὴν ßασιλείαν τοῦ θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ, 2 καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευµέναι ἀπὸ πνευµάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουµένη Μαγδαληνή, ἀφ’ ἧς δαιµόνια ἑπτὰ ἐξεληλύθει, 3 καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ἐκ τῶν ὑπαρχόντων αὐταῖς.
4 Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευοµένων πρὸς αὐτὸν εἶπεν διὰ παραßολῆς, 5 Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ µὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό. 6 καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ µὴ ἔχειν ἰκµάδα. 7 καὶ ἕτερον ἔπεσεν ἐν µέσῳ τῶν ἀκανθῶν, καὶ συµφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. 8 καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
9 Ἐπηρώτων δὲ αὐτὸν οἱ µαθηταὶ αὐτοῦ τίς αὕτη εἴη ἡ παραßολή. 10 ὁ δὲ εἶπεν, Ὑµῖν δέδοται γνῶναι τὰ µυστήρια τῆς ßασιλείας τοῦ θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραßολαῖς, ἵνα
ßλέποντες µὴ ßλέπωσιν
καὶ ἀκούοντες µὴ συνιῶσιν.
11 Ἔστιν δὲ αὕτη ἡ παραßολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ. 12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρχεται ὁ διάßολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα µὴ πιστεύσαντες σωθῶσιν. 13 οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσιν µετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασµοῦ ἀφίστανται. 14 τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ µεριµνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ ßίου πορευόµενοι συµπνίγονται καὶ οὐ τελεσφοροῦσιν. 15 τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑποµονῇ.
16 Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ’ ἐπὶ λυχνίας τίθησιν, ἵνα οἱ εἰσπορευόµενοι ßλέπωσιν τὸ φῶς. 17 οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ µὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ. 18 ßλέπετε οὖν πῶς ἀκούετε· ὃς ἂν γὰρ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἂν µὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ.
19 Παρεγένετο δὲ πρὸς αὐτὸν ἡ µήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. 20 ἀπηγγέλη δὲ αὐτῷ, Ἡ µήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν θέλοντές σε. 21 ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, Μήτηρ µου καὶ ἀδελφοί µου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ποιοῦντες.
22 Ἐγένετο δὲ ἐν µιᾷ τῶν ἡµερῶν καὶ αὐτὸς ἐνέßη εἰς πλοῖον καὶ οἱ µαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς, Διέλθωµεν εἰς τὸ πέραν τῆς λίµνης· καὶ ἀνήχθησαν. 23 πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν. καὶ κατέßη λαῖλαψ ἀνέµου εἰς τὴν λίµνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον. 24 προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες, Ἐπιστάτα ἐπιστάτα, ἀπολλύµεθα. ὁ δὲ διεγερθεὶς ἐπετίµησεν τῷ ἀνέµῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος· καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη. 25 εἶπεν δὲ αὐτοῖς, Ποῦ ἡ πίστις ὑµῶν; φοßηθέντες δὲ ἐθαύµασαν, λέγοντες πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέµοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
26 Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας. 27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ἔχων δαιµόνια· καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱµάτιον, καὶ ἐν οἰκίᾳ οὐκ ἔµενεν ἀλλ’ ἐν τοῖς µνήµασιν. 28 ἰδὼν δὲ τὸν Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ µεγάλῃ εἶπεν, Τί ἐµοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέοµαί σου, µή µε ßασανίσῃς. 29 παρήγγειλεν γὰρ τῷ πνεύµατι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσµεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόµενος, καὶ διαρρήσσων τὰ δεσµὰ ἠλαύνετο ὑπὸ τοῦ δαιµονίου εἰς τὰς ἐρήµους. 30 ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς, Τί σοι ὄνοµά ἐστιν; ὁ δὲ εἶπεν, Λεγιών, ὅτι εἰσῆλθεν δαιµόνια πολλὰ εἰς αὐτόν. 31 καὶ παρεκάλουν αὐτὸν ἵνα µὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄßυσσον ἀπελθεῖν.
32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν ßοσκοµένη ἐν τῷ ὄρει· καὶ παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. 33 ἐξελθόντα δὲ τὰ δαιµόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρµησεν ἡ ἀγέλη κατὰ τοῦ κρηµνοῦ εἰς τὴν λίµνην καὶ ἀπεπνίγη. 34 ἰδόντες δὲ οἱ ßόσκοντες τὸ γεγονὸς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. 35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήµενον τὸν ἄνθρωπον ἀφ’ οὗ τὰ δαιµόνια ἐξῆλθεν ἱµατισµένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοßήθησαν. 36 ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιµονισθείς. 37 καὶ ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γεργεσηνῶν ἀπελθεῖν ἀπ’ αὐτῶν, ὅτι φόßῳ µεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐµßὰς εἰς πλοῖον ὑπέστρεψεν. 38 ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ’ οὗ ἐξεληλύθει τὰ δαιµόνια εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ αὐτὸν λέγων, 39 Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα σοι ἐποίησεν ὁ θεός. καὶ ἀπῆλθεν καθ’ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
40 Ἐν δὲ τῷ ὑποστρέφειν τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν. 41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνοµα Ἰάϊρος, καὶ οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, 42 ὅτι θυγάτηρ µονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν.
Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. 43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵµατος ἀπὸ ἐτῶν δώδεκα, ἥτις [ἰατροῖς προσαναλώσασα ὅλον τὸν ßίον] οὐκ ἴσχυσεν ἀπ’ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱµατίου αὐτοῦ, καὶ παραχρῆµα ἔστη ἡ ῥύσις τοῦ αἵµατος αὐτῆς. 45 καὶ εἶπεν ὁ Ἰησοῦς, Τίς ὁ ἁψάµενός µου; ἀρνουµένων δὲ πάντων εἶπεν ὁ Πέτρος, Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίßουσιν. 46 ὁ δὲ Ἰησοῦς εἶπεν, Ἥψατό µού τις, ἐγὼ γὰρ ἔγνων δύναµιν ἐξεληλυθυῖαν ἀπ’ ἐµοῦ. 47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέµουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆµα. 48 ὁ δὲ εἶπεν αὐτῇ, Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου, µηκέτι σκύλλε τὸν διδάσκαλον. 50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ, Μὴ φοßοῦ, µόνον πίστευσον, καὶ σωθήσεται. 51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν τινα σὺν αὐτῷ εἰ µὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωßον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν µητέρα. 52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπεν, Μὴ κλαίετε, οὐ γὰρ ἀπέθανεν ἀλλὰ καθεύδει. 53 καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 54 αὐτὸς δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων, Ἡ παῖς, ἔγειρε. 55 καὶ ἐπέστρεψεν τὸ πνεῦµα αὐτῆς, καὶ ἀνέστη παραχρῆµα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς µηδενὶ εἰπεῖν τὸ γεγονός.
9 Συγκαλεσάµενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναµιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιµόνια καὶ νόσους θεραπεύειν, 2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν ßασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι [τοὺς ἀσθενεῖς], 3 καὶ εἶπεν πρὸς αὐτούς, Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, µήτε ῥάßδον µήτε πήραν µήτε ἄρτον µήτε ἀργύριον, µήτε [ἀνὰ] δύο χιτῶνας ἔχειν. 4 καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ µένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. 5 καὶ ὅσοι ἂν µὴ δέχωνται ὑµᾶς, ἐξερχόµενοι ἀπὸ τῆς πόλεως ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑµῶν ἀποτινάσσετε εἰς µαρτύριον ἐπ’ αὐτούς. 6 ἐξερχόµενοι δὲ διήρχοντο κατὰ τὰς κώµας εὐαγγελιζόµενοι καὶ θεραπεύοντες πανταχοῦ.
7 Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ γινόµενα πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἠγέρθη ἐκ νεκρῶν, 8 ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. 9 εἶπεν δὲ Ἡρῴδης, Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.
10 Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαßὼν αὐτοὺς ὑπεχώρησεν κατ’ ἰδίαν εἰς πόλιν καλουµένην Βηθσαϊδά. 11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ ἀποδεξάµενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς ßασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο. 12 Ἡ δὲ ἡµέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ, Ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώµας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισµόν, ὅτι ὧδε ἐν ἐρήµῳ τόπῳ ἐσµέν. 13 εἶπεν δὲ πρὸς αὐτούς, Δότε αὐτοῖς ὑµεῖς φαγεῖν. οἱ δὲ εἶπαν, Οὐκ εἰσὶν ἡµῖν πλεῖον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ µήτι πορευθέντες ἡµεῖς ἀγοράσωµεν εἰς πάντα τὸν λαὸν τοῦτον ßρώµατα. 14 ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς µαθητὰς αὐτοῦ, Κατακλίνατε αὐτοὺς κλισίας [ὡσεὶ] ἀνὰ πεντήκοντα. 15 καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας. 16 λαßὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναßλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς µαθηταῖς παραθεῖναι τῷ ὄχλῳ. 17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασµάτων κόφινοι δώδεκα.
18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόµενον κατὰ µόνας συνῆσαν αὐτῷ οἱ µαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων, Τίνα µε λέγουσιν οἱ ὄχλοι εἶναι; 19 οἱ δὲ ἀποκριθέντες εἶπαν, Ἰωάννην τὸν ßαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. 20 εἶπεν δὲ αὐτοῖς, Ὑµεῖς δὲ τίνα µε λέγετε εἶναι; Πέτρος δὲ ἀποκριθεὶς εἶπεν, Τὸν Χριστὸν τοῦ θεοῦ.
21 Ὁ δὲ ἐπιτιµήσας αὐτοῖς παρήγγειλεν µηδενὶ λέγειν τοῦτο, 22 εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιµασθῆναι ἀπὸ τῶν πρεσßυτέρων καὶ ἀρχιερέων καὶ γραµµατέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡµέρᾳ ἐγερθῆναι. 23 Ἔλεγεν δὲ πρὸς πάντας, Εἴ τις θέλει ὀπίσω µου ἔρχεσθαι, ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ’ ἡµέραν, καὶ ἀκολουθείτω µοι. 24 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐµοῦ, οὗτος σώσει αὐτήν. 25 τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσµον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζηµιωθείς; 26 ὃς γὰρ ἂν ἐπαισχυνθῇ µε καὶ τοὺς ἐµοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. 27 λέγω δὲ ὑµῖν ἀληθῶς, εἰσίν τινες τῶν αὐτοῦ ἑστηκότων οἳ οὐ µὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν ßασιλείαν τοῦ θεοῦ.
28 Ἐγένετο δὲ µετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡµέραι ὀκτὼ [καὶ] παραλαßὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωßον ἀνέßη εἰς τὸ ὄρος προσεύξασθαι. 29 καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱµατισµὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. 30 καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας, 31 οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤµελλεν πληροῦν ἐν Ἰερουσαλήµ. 32 ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν ßεßαρηµένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ. 33 καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ’ αὐτοῦ εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν, Ἐπιστάτα, καλόν ἐστιν ἡµᾶς ὧδε εἶναι, καὶ ποιήσωµεν σκηνὰς τρεῖς, µίαν σοὶ καὶ µίαν Μωϋσεῖ καὶ µίαν Ἠλίᾳ, µὴ εἰδὼς ὃ λέγει. 34 ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς· ἐφοßήθησαν δὲ ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην. 35 καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα, Οὗτός ἐστιν ὁ υἱός µου ὁ ἐκλελεγµένος, αὐτοῦ ἀκούετε. 36 καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς µόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡµέραις οὐδὲν ὧν ἑώρακαν.
37 Ἐγένετο δὲ τῇ ἑξῆς ἡµέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς. 38 καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐßόησεν λέγων, Διδάσκαλε, δέοµαί σου ἐπιßλέψαι ἐπὶ τὸν υἱόν µου, ὅτι µονογενής µοί ἐστιν, 39 καὶ ἰδοὺ πνεῦµα λαµßάνει αὐτόν, καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν µετὰ ἀφροῦ καὶ µόγις ἀποχωρεῖ ἀπ’ αὐτοῦ συντρῖßον αὐτόν· 40 καὶ ἐδεήθην τῶν µαθητῶν σου ἵνα ἐκßάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν. 41 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραµµένη, ἕως πότε ἔσοµαι πρὸς ὑµᾶς καὶ ἀνέξοµαι ὑµῶν; προσάγαγε ὧδε τὸν υἱόν σου. 42 ἔτι δὲ προσερχοµένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιµόνιον καὶ συνεσπάραξεν· ἐπετίµησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύµατι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. 43 ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ µεγαλειότητι τοῦ θεοῦ.
Πάντων δὲ θαυµαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει εἶπεν πρὸς τοὺς µαθητὰς αὐτοῦ, 44 Θέσθε ὑµεῖς εἰς τὰ ὦτα ὑµῶν τοὺς λόγους τούτους, ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου µέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. 45 οἱ δὲ ἠγνόουν τὸ ῥῆµα τοῦτο, καὶ ἦν παρακεκαλυµµένον ἀπ’ αὐτῶν ἵνα µὴ αἴσθωνται αὐτό, καὶ ἐφοßοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήµατος τούτου.
46 Εἰσῆλθεν δὲ διαλογισµὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη µείζων αὐτῶν. 47 ὁ δὲ Ἰησοῦς εἰδὼς τὸν διαλογισµὸν τῆς καρδίας αὐτῶν ἐπιλαßόµενος παιδίον ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ, 48 καὶ εἶπεν αὐτοῖς, Ὃς ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόµατί µου ἐµὲ δέχεται, καὶ ὃς ἂν ἐµὲ δέξηται δέχεται τὸν ἀποστείλαντά µε· ὁ γὰρ µικρότερος ἐν πᾶσιν ὑµῖν ὑπάρχων οὗτός ἐστιν µέγας.
49 Ἀποκριθεὶς δὲ [ὁ] Ἰωάννης εἶπεν, Ἐπιστάτα, εἴδοµέν τινα ἐν τῷ ὀνόµατί σου ἐκßάλλοντα δαιµόνια, καὶ ἐκωλύοµεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ µεθ’ ἡµῶν. 50 εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς, Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθ’ ὑµῶν ὑπὲρ ὑµῶν ἐστιν.
51 Ἐγένετο δὲ ἐν τῷ συµπληροῦσθαι τὰς ἡµέρας τῆς ἀναλήµψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήµ, 52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώµην Σαµαριτῶν, ὡς ἑτοιµάσαι αὐτῷ· 53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόµενον εἰς Ἰερουσαλήµ. 54 ἰδόντες δὲ οἱ µαθηταὶ Ἰάκωßος καὶ Ἰωάννης εἶπαν, Κύριε, θέλεις εἴπωµεν πῦρ καταßῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς; 55 στραφεὶς δὲ ἐπετίµησεν αὐτοῖς. 56 καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώµην.
57 Καὶ πορευοµένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν, Ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. 58 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. 59 Εἶπεν δὲ πρὸς ἕτερον, Ἀκολούθει µοι. ὁ δὲ εἶπεν, [Κύριε,] ἐπίτρεψόν µοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα µου. 60 εἶπεν δὲ αὐτῷ, Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν ßασιλείαν τοῦ θεοῦ. 61 Εἶπεν δὲ καὶ ἕτερος, Ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν µοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν µου. 62 εἶπεν δὲ ὁ Ἰησοῦς, Οὐδεὶς ἐπιßαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ ßλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ ßασιλείᾳ τοῦ θεοῦ.
10 Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος ἑτέρους ἑßδοµήκοντα [δύο], καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο [δύο] πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤµελλεν αὐτὸς ἔρχεσθαι. 2 ἔλεγεν δὲ πρὸς αὐτούς, Ὁ µὲν θερισµὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισµοῦ ὅπως ἐργάτας ἐκßάλῃ εἰς τὸν θερισµὸν αὐτοῦ. 3 ὑπάγετε· ἰδοὺ ἀποστέλλω ὑµᾶς ὡς ἄρνας ἐν µέσῳ λύκων. 4 µὴ ßαστάζετε ßαλλάντιον, µὴ πήραν, µὴ ὑποδήµατα, καὶ µηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. 5 εἰς ἣν δ’ ἂν εἰσέλθητε οἰκίαν, πρῶτον λέγετε, Εἰρήνη τῷ οἴκῳ τούτῳ. 6 καὶ ἐὰν ἐκεῖ ᾖ υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπ’ αὐτὸν ἡ εἰρήνη ὑµῶν· εἰ δὲ µήγε, ἐφ’ ὑµᾶς ἀνακάµψει. 7 ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ µένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ’ αὐτῶν, ἄξιος γὰρ ὁ ἐργάτης τοῦ µισθοῦ αὐτοῦ. µὴ µεταßαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. 8 καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑµᾶς, ἐσθίετε τὰ παρατιθέµενα ὑµῖν, 9 καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς, Ἤγγικεν ἐφ’ ὑµᾶς ἡ ßασιλεία τοῦ θεοῦ. 10 εἰς ἣν δ’ ἂν πόλιν εἰσέλθητε καὶ µὴ δέχωνται ὑµᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε, 11 Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡµῖν ἐκ τῆς πόλεως ὑµῶν εἰς τοὺς πόδας ἀποµασσόµεθα ὑµῖν· πλὴν τοῦτο γινώσκετε ὅτι ἤγγικεν ἡ ßασιλεία τοῦ θεοῦ. 12 λέγω ὑµῖν ὅτι Σοδόµοις ἐν τῇ ἡµέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ.
13 Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγενήθησαν αἱ δυνάµεις αἱ γενόµεναι ἐν ὑµῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήµενοι µετενόησαν. 14 πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑµῖν. 15 καὶ σύ, Καφαρναούµ,
µὴ ἕως οὐρανοῦ ὑψωθήσῃ;
ἕως τοῦ ᾅδου καταßιßασθήσῃ.
16 Ὁ ἀκούων ὑµῶν ἐµοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑµᾶς ἐµὲ ἀθετεῖ· ὁ δὲ ἐµὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά µε.
17 Ὑπέστρεψαν δὲ οἱ ἑßδοµήκοντα [δύο] µετὰ χαρᾶς λέγοντες, Κύριε, καὶ τὰ δαιµόνια ὑποτάσσεται ἡµῖν ἐν τῷ ὀνόµατί σου. 18 εἶπεν δὲ αὐτοῖς, Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19 ἰδοὺ δέδωκα ὑµῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναµιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑµᾶς οὐ µὴ ἀδικήσῃ. 20 πλὴν ἐν τούτῳ µὴ χαίρετε ὅτι τὰ πνεύµατα ὑµῖν ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόµατα ὑµῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς.
21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο [ἐν] τῷ πνεύµατι τῷ ἁγίῳ καὶ εἶπεν, Ἐξοµολογοῦµαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔµπροσθέν σου. 22 Πάντα µοι παρεδόθη ὑπὸ τοῦ πατρός µου, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱὸς εἰ µὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατὴρ εἰ µὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν ßούληται ὁ υἱὸς ἀποκαλύψαι. 23 Καὶ στραφεὶς πρὸς τοὺς µαθητὰς κατ’ ἰδίαν εἶπεν, Μακάριοι οἱ ὀφθαλµοὶ οἱ ßλέποντες ἃ ßλέπετε. 24 λέγω γὰρ ὑµῖν ὅτι πολλοὶ προφῆται καὶ ßασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑµεῖς ßλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.
25 Καὶ ἰδοὺ νοµικός τις ἀνέστη ἐκπειράζων αὐτὸν λέγων, Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονοµήσω; 26 ὁ δὲ εἶπεν πρὸς αὐτόν, Ἐν τῷ νόµῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; 27 ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης [τῆς] καρδίας σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. 28 εἶπεν δὲ αὐτῷ, Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. 29 ὁ δὲ θέλων δικαιῶσαι ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν, Καὶ τίς ἐστίν µου πλησίον; 30 ὑπολαßὼν ὁ Ἰησοῦς εἶπεν, Ἄνθρωπός τις κατέßαινεν ἀπὸ Ἰερουσαλὴµ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡµιθανῆ. 31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέßαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν· 32 ὁµοίως δὲ καὶ Λευίτης [γενόµενος] κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν. 33 Σαµαρίτης δέ τις ὁδεύων ἦλθεν κατ’ αὐτὸν καὶ ἰδὼν ἐσπλαγχνίσθη, 34 καὶ προσελθὼν κατέδησεν τὰ τραύµατα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιßιßάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεµελήθη αὐτοῦ. 35 καὶ ἐπὶ τὴν αὔριον ἐκßαλὼν ἔδωκεν δύο δηνάρια τῷ πανδοχεῖ καὶ εἶπεν, Ἐπιµελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί µε ἀποδώσω σοι. 36 τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐµπεσόντος εἰς τοὺς λῃστάς; 37 ὁ δὲ εἶπεν, Ὁ ποιήσας τὸ ἔλεος µετ’ αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς, Πορεύου καὶ σὺ ποίει ὁµοίως.
38 Ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώµην τινά· γυνὴ δέ τις ὀνόµατι Μάρθα ὑπεδέξατο αὐτόν. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουµένη Μαριάµ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν, Κύριε, οὐ µέλει σοι ὅτι ἡ ἀδελφή µου µόνην µε κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα µοι συναντιλάßηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, Μάρθα Μάρθα, µεριµνᾷς καὶ θορυßάζῃ περὶ πολλά, 42 ἑνὸς δέ ἐστιν χρεία Μαριὰµ γὰρ τὴν ἀγαθὴν µερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.
11 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόµενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν µαθητῶν αὐτοῦ πρὸς αὐτόν, Κύριε, δίδαξον ἡµᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς µαθητὰς αὐτοῦ. 2 εἶπεν δὲ αὐτοῖς, Ὅταν προσεύχησθε, λέγετε,
Πάτερ, ἁγιασθήτω τὸ ὄνοµά σου·
ἐλθέτω ἡ ßασιλεία σου
3 τὸν ἄρτον ἡµῶν τὸν ἐπιούσιον δίδου ἡµῖν τὸ καθ’ ἡµέραν·
4 καὶ ἄφες ἡµῖν τὰς ἁµαρτίας ἡµῶν,
καὶ γὰρ αὐτοὶ ἀφίοµεν παντὶ ὀφείλοντι ἡµῖν·
καὶ µὴ εἰσενέγκῃς ἡµᾶς εἰς πειρασµόν.
5 Καὶ εἶπεν πρὸς αὐτούς, Τίς ἐξ ὑµῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν µεσονυκτίου καὶ εἴπῃ αὐτῷ, Φίλε, χρῆσόν µοι τρεῖς ἄρτους, 6 ἐπειδὴ φίλος µου παρεγένετο ἐξ ὁδοῦ πρός µε καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ· 7 κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ, Μή µοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία µου µετ’ ἐµοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναµαι ἀναστὰς δοῦναί σοι. 8 λέγω ὑµῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει. 9 κἀγὼ ὑµῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑµῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑµῖν. 10 πᾶς γὰρ ὁ αἰτῶν λαµßάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοίγεται. 11 τίνα δὲ ἐξ ὑµῶν αἰτήσει τὸν πατέρα ὁ υἱὸς ἰχθύν, καὶ ἀντὶ ἰχθύος ὄφιν αὐτῷ ἐπιδώσει; 12 ἢ καὶ αἰτήσει ᾠόν, ἐπιδώσει αὐτῷ σκορπίον; 13 εἰ οὖν ὑµεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόµατα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑµῶν, πόσῳ µᾶλλον ὁ πατὴρ [ὁ] ἐξ οὐρανοῦ δώσει πνεῦµα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν.
14 Καὶ ἦν ἐκßάλλων δαιµόνιον[, καὶ αὐτὸ αὐτὸ ἦν] κωφόν· ἐγένετο δὲ τοῦ δαιµονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύµασαν οἱ ὄχλοι· 15 τινὲς δὲ ἐξ αὐτῶν εἶπαν, Ἐν Βεελζεßοὺλ τῷ ἄρχοντι τῶν δαιµονίων ἐκßάλλει τὰ δαιµόνια· 16 ἕτεροι δὲ πειράζοντες σηµεῖον ἐξ οὐρανοῦ ἐζήτουν παρ’ αὐτοῦ. 17 αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήµατα εἶπεν αὐτοῖς, Πᾶσα ßασιλεία ἐφ’ ἑαυτὴν διαµερισθεῖσα ἐρηµοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει. 18 εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ’ ἑαυτὸν διεµερίσθη, πῶς σταθήσεται ἡ ßασιλεία αὐτοῦ; ὅτι λέγετε ἐν Βεελζεßοὺλ ἐκßάλλειν µε τὰ δαιµόνια. 19 εἰ δὲ ἐγὼ ἐν Βεελζεßοὺλ ἐκßάλλω τὰ δαιµόνια, οἱ υἱοὶ ὑµῶν ἐν τίνι ἐκßάλλουσιν; διὰ τοῦτο αὐτοὶ ὑµῶν κριταὶ ἔσονται. 20 εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐκßάλλω τὰ δαιµόνια, ἄρα ἔφθασεν ἐφ’ ὑµᾶς ἡ ßασιλεία τοῦ θεοῦ. 21 ὅταν ὁ ἰσχυρὸς καθωπλισµένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ· 22 ἐπὰν δὲ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ’ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν. 23 ὁ µὴ ὢν µετ’ ἐµοῦ κατ’ ἐµοῦ ἐστιν, καὶ ὁ µὴ συνάγων µετ’ ἐµοῦ σκορπίζει.
24 Ὅταν τὸ ἀκάθαρτον πνεῦµα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ µὴ εὑρίσκον λέγει, Ὑποστρέψω εἰς τὸν οἶκόν µου ὅθεν ἐξῆλθον· 25 καὶ ἐλθὸν εὑρίσκει σεσαρωµένον καὶ κεκοσµηµένον. 26 τότε πορεύεται καὶ παραλαµßάνει ἕτερα πνεύµατα πονηρότερα ἑαυτοῦ ἑπτά, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.
27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις φωνὴν γυνὴ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ, Μακαρία ἡ κοιλία ἡ ßαστάσασά σε καὶ µαστοὶ οὓς ἐθήλασας. 28 αὐτὸς δὲ εἶπεν, Μενοῦν µακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ φυλάσσοντες.
29 Τῶν δὲ ὄχλων ἐπαθροιζοµένων ἤρξατο λέγειν, Ἡ γενεὰ αὕτη γενεὰ πονηρά ἐστιν· σηµεῖον ζητεῖ, καὶ σηµεῖον οὐ δοθήσεται αὐτῇ εἰ µὴ τὸ σηµεῖον Ἰωνᾶ. 30 καθὼς γὰρ ἐγένετο Ἰωνᾶς τοῖς Νινευίταις σηµεῖον, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ. 31 ßασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει µετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολοµῶνος, καὶ ἰδοὺ πλεῖον Σολοµῶνος ὧδε. 32 ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει µετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι µετενόησαν εἰς τὸ κήρυγµα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.
33 Οὐδεὶς λύχνον ἅψας εἰς κρύπτην τίθησιν [οὐδὲ ὑπὸ τὸν µόδιον] ἀλλ’ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόµενοι τὸ φῶς ßλέπωσιν. 34 ὁ λύχνος τοῦ σώµατός ἐστιν ὁ ὀφθαλµός σου. ὅταν ὁ ὀφθαλµός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶµά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶµά σου σκοτεινόν. 35 σκόπει οὖν µὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν. 36 εἰ οὖν τὸ σῶµά σου ὅλον φωτεινόν, µὴ ἔχον µέρος τι σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.
37 Ἐν δὲ τῷ λαλῆσαι ἐρωτᾷ αὐτὸν Φαρισαῖος ὅπως ἀριστήσῃ παρ’ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν. 38 ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύµασεν ὅτι οὐ πρῶτον ἐßαπτίσθη πρὸ τοῦ ἀρίστου. 39 εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν, Νῦν ὑµεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑµῶν γέµει ἁρπαγῆς καὶ πονηρίας. 40 ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν; 41 πλὴν τὰ ἐνόντα δότε ἐλεηµοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑµῖν ἐστιν. 42 ἀλλὰ οὐαὶ ὑµῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσµον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα µὴ παρεῖναι. 43 οὐαὶ ὑµῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασµοὺς ἐν ταῖς ἀγοραῖς. 44 οὐαὶ ὑµῖν, ὅτι ἐστὲ ὡς τὰ µνηµεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι [οἱ] περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.
45 Ἀποκριθεὶς δέ τις τῶν νοµικῶν λέγει αὐτῷ, Διδάσκαλε, ταῦτα λέγων καὶ ἡµᾶς ὑßρίζεις. 46 ὁ δὲ εἶπεν, Καὶ ὑµῖν τοῖς νοµικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσßάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑµῶν οὐ προσψαύετε τοῖς φορτίοις. 47 οὐαὶ ὑµῖν, ὅτι οἰκοδοµεῖτε τὰ µνηµεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑµῶν ἀπέκτειναν αὐτούς. 48 ἄρα µάρτυρές ἐστε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑµῶν, ὅτι αὐτοὶ µὲν ἀπέκτειναν αὐτοὺς ὑµεῖς δὲ οἰκοδοµεῖτε. 49 διὰ τοῦτο καὶ ἡ σοφία τοῦ θεοῦ εἶπεν, Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ διώξουσιν, 50 ἵνα ἐκζητηθῇ τὸ αἷµα πάντων τῶν προφητῶν τὸ ἐκκεχυµένον ἀπὸ καταßολῆς κόσµου ἀπὸ τῆς γενεᾶς ταύτης, 51 ἀπὸ αἵµατος Ἅßελ ἕως αἵµατος Ζαχαρίου τοῦ ἀπολοµένου µεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑµῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. 52 οὐαὶ ὑµῖν τοῖς νοµικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθατε καὶ τοὺς εἰσερχοµένους ἐκωλύσατε. 53 Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ ἤρξαντο οἱ γραµµατεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοµατίζειν αὐτὸν περὶ πλειόνων, 54 ἐνεδρεύοντες αὐτὸν θηρεῦσαί τι ἐκ τοῦ στόµατος αὐτοῦ.
12 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν µυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς µαθητὰς αὐτοῦ πρῶτον, Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύµης, ἥτις ἐστὶν ὑπόκρισις, τῶν Φαρισαίων. 2 οὐδὲν δὲ συγκεκαλυµµένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. 3 ἀνθ’ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταµείοις κηρυχθήσεται ἐπὶ τῶν δωµάτων.
4 Λέγω δὲ ὑµῖν τοῖς φίλοις µου, µὴ φοßηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶµα καὶ µετὰ ταῦτα µὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. 5 ὑποδείξω δὲ ὑµῖν τίνα φοßηθῆτε· φοßήθητε τὸν µετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐµßαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑµῖν, τοῦτον φοßήθητε. 6 οὐχὶ πέντε στρουθία πωλοῦνται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησµένον ἐνώπιον τοῦ θεοῦ. 7 ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑµῶν πᾶσαι ἠρίθµηνται. µὴ φοßεῖσθε· πολλῶν στρουθίων διαφέρετε.
8 Λέγω δὲ ὑµῖν, πᾶς ὃς ἂν ὁµολογήσῃ ἐν ἐµοὶ ἔµπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁµολογήσει ἐν αὐτῷ ἔµπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· 9 ὁ δὲ ἀρνησάµενός µε ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ. 10 καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον πνεῦµα ßλασφηµήσαντι οὐκ ἀφεθήσεται. 11 ὅταν δὲ εἰσφέρωσιν ὑµᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, µὴ µεριµνήσητε πῶς [ἢ τί] ἀπολογήσησθε ἢ τί εἴπητε· 12 τὸ γὰρ ἅγιον πνεῦµα διδάξει ὑµᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
13 Εἶπεν δέ τις ἐκ τοῦ ὄχλου αὐτῷ, Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ µου µερίσασθαι µετ’ ἐµοῦ τὴν κληρονοµίαν. 14 ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπε, τίς µε κατέστησεν κριτὴν ἢ µεριστὴν ἐφ’ ὑµᾶς; 15 εἶπεν δὲ πρὸς αὐτούς, Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ. 16 Εἶπεν δὲ παραßολὴν πρὸς αὐτοὺς λέγων, Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα. 17 καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων, Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς µου; 18 καὶ εἶπεν, Τοῦτο ποιήσω· καθελῶ µου τὰς ἀποθήκας καὶ µείζονας οἰκοδοµήσω, καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον καὶ τὰ ἀγαθά µου, 19 καὶ ἐρῶ τῇ ψυχῇ µου, Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείµενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. 20 εἶπεν δὲ αὐτῷ ὁ θεός, Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίµασας, τίνι ἔσται; 21 οὕτως ὁ θησαυρίζων ἑαυτῷ καὶ µὴ εἰς θεὸν πλουτῶν.
22 Εἶπεν δὲ πρὸς τοὺς µαθητάς, Διὰ τοῦτο λέγω ὑµῖν, µὴ µεριµνᾶτε τῇ ψυχῇ τί φάγητε, µηδὲ τῷ σώµατι τί ἐνδύσησθε. 23 ἡ γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶµα τοῦ ἐνδύµατος. 24 κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταµεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ µᾶλλον ὑµεῖς διαφέρετε τῶν πετεινῶν. 25 τίς δὲ ἐξ ὑµῶν µεριµνῶν δύναται ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι πῆχυν; 26 εἰ οὖν οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν µεριµνᾶτε; 27 κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑµῖν, οὐδὲ Σολοµὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεßάλετο ὡς ἓν τούτων. 28 εἰ δὲ ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήµερον καὶ αὔριον εἰς κλίßανον ßαλλόµενον ὁ θεὸς οὕτως ἀµφιάζει, πόσῳ µᾶλλον ὑµᾶς, ὀλιγόπιστοι. 29 καὶ ὑµεῖς µὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε, καὶ µὴ µετεωρίζεσθε· 30 ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσµου ἐπιζητοῦσιν· ὑµῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. 31 πλὴν ζητεῖτε τὴν ßασιλείαν αὐτοῦ, καὶ ταῦτα προστεθήσεται ὑµῖν. 32 Μὴ φοßοῦ, τὸ µικρὸν ποίµνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑµῶν δοῦναι ὑµῖν τὴν ßασιλείαν. 33 Πωλήσατε τὰ ὑπάρχοντα ὑµῶν καὶ δότε ἐλεηµοσύνην· ποιήσατε ἑαυτοῖς ßαλλάντια µὴ παλαιούµενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· 34 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑµῶν, ἐκεῖ καὶ ἡ καρδία ὑµῶν ἔσται.
35 Ἔστωσαν ὑµῶν αἱ ὀσφύες περιεζωσµέναι καὶ οἱ λύχνοι καιόµενοι, 36 καὶ ὑµεῖς ὅµοιοι ἀνθρώποις προσδεχοµένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάµων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ. 37 µακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀµὴν λέγω ὑµῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς. 38 κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, µακάριοί εἰσιν ἐκεῖνοι. 39 τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, οὐκ ἂν ἀφῆκεν διορυχθῆναι τὸν οἶκον αὐτοῦ. 40 καὶ ὑµεῖς γίνεσθε ἕτοιµοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
41 Εἶπεν δὲ ὁ Πέτρος, Κύριε, πρὸς ἡµᾶς τὴν παραßολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας; 42 καὶ εἶπεν ὁ κύριος, Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόµος ὁ φρόνιµος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ [τὸ] σιτοµέτριον; 43 µακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως· 44 ἀληθῶς λέγω ὑµῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 45 ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ὁ κύριός µου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ µεθύσκεσθαι, 46 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡµέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτοµήσει αὐτὸν καὶ τὸ µέρος αὐτοῦ µετὰ τῶν ἀπίστων θήσει. 47 ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέληµα τοῦ κυρίου αὐτοῦ καὶ µὴ ἑτοιµάσας ἢ ποιήσας πρὸς τὸ θέληµα αὐτοῦ δαρήσεται πολλάς· 48 ὁ δὲ µὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ’ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
49 Πῦρ ἦλθον ßαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη. 50 ßάπτισµα δὲ ἔχω ßαπτισθῆναι, καὶ πῶς συνέχοµαι ἕως ὅτου τελεσθῇ. 51 δοκεῖτε ὅτι εἰρήνην παρεγενόµην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑµῖν, ἀλλ’ ἢ διαµερισµόν. 52 ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ οἴκῳ διαµεµερισµένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν,
53 διαµερισθήσονται πατὴρ ἐπὶ υἱῷ
καὶ υἱὸς ἐπὶ πατρί,
µήτηρ ἐπὶ τὴν θυγατέρα
καὶ θυγάτηρ ἐπὶ τὴν µητέρα,
πενθερὰ ἐπὶ τὴν νύµφην αὐτῆς
καὶ νύµφη ἐπὶ τὴν πενθεράν.
54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις, Ὅταν ἴδητε [τὴν] νεφέλην ἀνατέλλουσαν ἐπὶ δυσµῶν, εὐθέως λέγετε ὅτι Ὄµßρος ἔρχεται, καὶ γίνεται οὕτως· 55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ γίνεται. 56 ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιµάζειν, τὸν καιρὸν δὲ τοῦτον πῶς οὐκ οἴδατε δοκιµάζειν;
57 Τί δὲ καὶ ἀφ’ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; 58 ὡς γὰρ ὑπάγεις µετὰ τοῦ ἀντιδίκου σου ἐπ’ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ’ αὐτοῦ, µήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδώσει τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε ßαλεῖ εἰς φυλακήν. 59 λέγω σοι, οὐ µὴ ἐξέλθῃς ἐκεῖθεν ἕως καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.
13 Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷµα Πιλᾶτος ἔµιξεν µετὰ τῶν θυσιῶν αὐτῶν. 2 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁµαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι ταῦτα πεπόνθασιν; 3 οὐχί, λέγω ὑµῖν, ἀλλ’ ἐὰν µὴ µετανοῆτε πάντες ὁµοίως ἀπολεῖσθε. 4 ἢ ἐκεῖνοι οἱ δέκα ὀκτὼ ἐφ’ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰµ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας Ἰερουσαλήµ; 5 οὐχί, λέγω ὑµῖν, ἀλλ’ ἐὰν µὴ µετανοῆτε πάντες ὡσαύτως ἀπολεῖσθε.
6 Ἔλεγεν δὲ ταύτην τὴν παραßολήν· Συκῆν εἶχέν τις πεφυτευµένην ἐν τῷ ἀµπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. 7 εἶπεν δὲ πρὸς τὸν ἀµπελουργόν, Ἰδοὺ τρία ἔτη ἀφ’ οὗ ἔρχοµαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω. ἔκκοψον [οὖν] αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; 8 ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ, Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ ßάλω κόπρια· 9 κἂν µὲν ποιήσῃ καρπὸν εἰς τὸ µέλλον – εἰ δὲ µήγε, ἐκκόψεις αὐτήν.
10 Ἦν δὲ διδάσκων ἐν µιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάßßασιν. 11 καὶ ἰδοὺ γυνὴ πνεῦµα ἔχουσα ἀσθενείας ἔτη δέκα ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ µὴ δυναµένη ἀνακύψαι εἰς τὸ παντελές. 12 ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ, Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου, 13 καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆµα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν. 14 ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαßßάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ ὅτι Ἓξ ἡµέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν αὐταῖς οὖν ἐρχόµενοι θεραπεύεσθε καὶ µὴ τῇ ἡµέρᾳ τοῦ σαßßάτου. 15 ἀπεκρίθη δὲ αὐτῷ ὁ κύριος καὶ εἶπεν, Ὑποκριταί, ἕκαστος ὑµῶν τῷ σαßßάτῳ οὐ λύει τὸν ßοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει; 16 ταύτην δὲ θυγατέρα Ἀßραὰµ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσµοῦ τούτου τῇ ἡµέρᾳ τοῦ σαßßάτου; 17 καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείµενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινοµένοις ὑπ’ αὐτοῦ.
18 Ἔλεγεν οὖν, Τίνι ὁµοία ἐστὶν ἡ ßασιλεία τοῦ θεοῦ, καὶ τίνι ὁµοιώσω αὐτήν; 19 ὁµοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαßὼν ἄνθρωπος ἔßαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.
20 Καὶ πάλιν εἶπεν, Τίνι ὁµοιώσω τὴν ßασιλείαν τοῦ θεοῦ; 21 ὁµοία ἐστὶν ζύµῃ, ἣν λαßοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυµώθη ὅλον.
22 Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώµας διδάσκων καὶ πορείαν ποιούµενος εἰς Ἱεροσόλυµα. 23 εἶπεν δέ τις αὐτῷ, Κύριε, εἰ ὀλίγοι οἱ σῳζόµενοι; ὁ δὲ εἶπεν πρὸς αὐτούς, 24 Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας, ὅτι πολλοί, λέγω ὑµῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. 25 ἀφ’ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες, Κύριε, ἄνοιξον ἡµῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑµῖν, Οὐκ οἶδα ὑµᾶς πόθεν ἐστέ. 26 τότε ἄρξεσθε λέγειν, Ἐφάγοµεν ἐνώπιόν σου καὶ ἐπίοµεν, καὶ ἐν ταῖς πλατείαις ἡµῶν ἐδίδαξας· 27 καὶ ἐρεῖ λέγων ὑµῖν, Οὐκ οἶδα [ὑµᾶς] πόθεν ἐστέ· ἀπόστητε ἀπ’ ἐµοῦ, πάντες ἐργάται ἀδικίας. 28 ἐκεῖ ἔσται ὁ κλαυθµὸς καὶ ὁ ßρυγµὸς τῶν ὀδόντων, ὅταν ὄψεσθε Ἀßραὰµ καὶ Ἰσαὰκ καὶ Ἰακὼß καὶ πάντας τοὺς προφήτας ἐν τῇ ßασιλείᾳ τοῦ θεοῦ, ὑµᾶς δὲ ἐκßαλλοµένους ἔξω. 29 καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσµῶν καὶ ἀπὸ ßορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ ßασιλείᾳ τοῦ θεοῦ. 30 καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.
31 Ἐν αὐτῇ τῇ ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ, Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι. 32 καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, Ἰδοὺ ἐκßάλλω δαιµόνια καὶ ἰάσεις ἀποτελῶ σήµερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦµαι. 33 πλὴν δεῖ µε σήµερον καὶ αὔριον καὶ τῇ ἐχοµένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήµ. 34 Ἰερουσαλὴµ Ἰερουσαλήµ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοßολοῦσα τοὺς ἀπεσταλµένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. 35 ἰδοὺ ἀφίεται ὑµῖν ὁ οἶκος ὑµῶν. λέγω [δὲ] ὑµῖν, οὐ µὴ ἴδητέ µε ἕως [ἥξει ὅτε] εἴπητε, Εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι κυρίου.
14 Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων [τῶν] Φαρισαίων σαßßάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούµενοι αὐτόν. 2 καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔµπροσθεν αὐτοῦ. 3 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νοµικοὺς καὶ Φαρισαίους λέγων, Ἔξεστιν τῷ σαßßάτῳ θεραπεῦσαι ἢ οὔ; 4 οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαßόµενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν. 5 καὶ πρὸς αὐτοὺς εἶπεν, Τίνος ὑµῶν υἱὸς ἢ ßοῦς εἰς φρέαρ πεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν ἡµέρᾳ τοῦ σαßßάτου; 6 καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι πρὸς ταῦτα.
7 Ἔλεγεν δὲ πρὸς τοὺς κεκληµένους παραßολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς, 8 Ὅταν κληθῇς ὑπό τινος εἰς γάµους, µὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, µήποτε ἐντιµότερός σου ᾖ κεκληµένος ὑπ’ αὐτοῦ, 9 καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι, Δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ µετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. 10 ἀλλ’ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ἐρεῖ σοι, Φίλε, προσανάßηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τῶν συνανακειµένων σοι. 11 ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. 12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν, Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, µὴ φώνει τοὺς φίλους σου µηδὲ τοὺς ἀδελφούς σου µηδὲ τοὺς συγγενεῖς σου µηδὲ γείτονας πλουσίους, µήποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδοµά σοι. 13 ἀλλ’ ὅταν δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς· 14 καὶ µακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
15 Ἀκούσας δέ τις τῶν συνανακειµένων ταῦτα εἶπεν αὐτῷ, Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ ßασιλείᾳ τοῦ θεοῦ. 16 ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπός τις ἐποίει δεῖπνον µέγα, καὶ ἐκάλεσεν πολλούς, 17 καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκληµένοις, Ἔρχεσθε, ὅτι ἤδη ἕτοιµά ἐστιν. 18 καὶ ἤρξαντο ἀπὸ µιᾶς πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ, Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε µε παρῃτηµένον. 19 καὶ ἕτερος εἶπεν, Ζεύγη ßοῶν ἠγόρασα πέντε καὶ πορεύοµαι δοκιµάσαι αὐτά· ἐρωτῶ σε, ἔχε µε παρῃτηµένον. 20 καὶ ἕτερος εἶπεν, Γυναῖκα ἔγηµα καὶ διὰ τοῦτο οὐ δύναµαι ἐλθεῖν. 21 καὶ παραγενόµενος ὁ δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ, Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύµας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε. 22 καὶ εἶπεν ὁ δοῦλος, Κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. 23 καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον, Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγµοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεµισθῇ µου ὁ οἶκος· 24 λέγω γὰρ ὑµῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκληµένων γεύσεταί µου τοῦ δείπνου.
25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς, 26 Εἴ τις ἔρχεται πρός µε καὶ οὐ µισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν µητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι τε καὶ τὴν ψυχὴν ἑαυτοῦ, οὐ δύναται εἶναί µου µαθητής. 27 ὅστις οὐ ßαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω µου οὐ δύναται εἶναί µου µαθητής. 28 τίς γὰρ ἐξ ὑµῶν θέλων πύργον οἰκοδοµῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει εἰς ἀπαρτισµόν; 29 ἵνα µήποτε θέντος αὐτοῦ θεµέλιον καὶ µὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐµπαίζειν 30 λέγοντες ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδοµεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. 31 ἢ τίς ßασιλεὺς πορευόµενος ἑτέρῳ ßασιλεῖ συµßαλεῖν εἰς πόλεµον οὐχὶ καθίσας πρῶτον ßουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντῆσαι τῷ µετὰ εἴκοσι χιλιάδων ἐρχοµένῳ ἐπ’ αὐτόν; 32 εἰ δὲ µήγε, ἔτι αὐτοῦ πόρρω ὄντος πρεσßείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην. 33 οὕτως οὖν πᾶς ἐξ ὑµῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται εἶναί µου µαθητής.
34 Καλὸν οὖν τὸ ἅλας· ἐὰν δὲ καὶ τὸ ἅλας µωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; 35 οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω ßάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
15 Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁµαρτωλοὶ ἀκούειν αὐτοῦ. 2 καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραµµατεῖς λέγοντες ὅτι Οὗτος ἁµαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. 3 εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραßολὴν ταύτην λέγων, 4 Τίς ἄνθρωπος ἐξ ὑµῶν ἔχων ἑκατὸν πρόßατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήµῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό; 5 καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤµους αὐτοῦ χαίρων, 6 καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς, Συγχάρητέ µοι, ὅτι εὗρον τὸ πρόßατόν µου τὸ ἀπολωλός. 7 λέγω ὑµῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁµαρτωλῷ µετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν µετανοίας.
8 Ἢ τίς γυνὴ δραχµὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχµὴν µίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιµελῶς ἕως οὗ εὕρῃ; 9 καὶ εὑροῦσα συγκαλεῖ τὰς φίλας καὶ γείτονας λέγουσα, Συγχάρητέ µοι, ὅτι εὗρον τὴν δραχµὴν ἣν ἀπώλεσα. 10 οὕτως, λέγω ὑµῖν, γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁµαρτωλῷ µετανοοῦντι.
11 Εἶπεν δέ, Ἄνθρωπός τις εἶχεν δύο υἱούς. 12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, Πάτερ, δός µοι τὸ ἐπιßάλλον µέρος τῆς οὐσίας. ὁ δὲ διεῖλεν αὐτοῖς τὸν ßίον. 13 καὶ µετ’ οὐ πολλὰς ἡµέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήµησεν εἰς χώραν µακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. 14 δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιµὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. 15 καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεµψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ ßόσκειν χοίρους· 16 καὶ ἐπεθύµει χορτασθῆναι ἐκ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. 17 εἰς ἑαυτὸν δὲ ἐλθὼν ἔφη, Πόσοι µίσθιοι τοῦ πατρός µου περισσεύονται ἄρτων, ἐγὼ δὲ λιµῷ ὧδε ἀπόλλυµαι. 18 ἀναστὰς πορεύσοµαι πρὸς τὸν πατέρα µου καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἥµαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, 19 οὐκέτι εἰµὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν µε ὡς ἕνα τῶν µισθίων σου. 20 καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ. ἔτι δὲ αὐτοῦ µακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραµὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. 21 εἶπεν δὲ ὁ υἱὸς αὐτῷ, Πάτερ, ἥµαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκέτι εἰµὶ ἄξιος κληθῆναι υἱός σου. 22 εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ, Ταχὺ ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήµατα εἰς τοὺς πόδας, 23 καὶ φέρετε τὸν µόσχον τὸν σιτευτόν, θύσατε καὶ φαγόντες εὐφρανθῶµεν, 24 ὅτι οὗτος ὁ υἱός µου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἦν ἀπολωλὼς καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι.
25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσßύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόµενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συµφωνίας καὶ χορῶν, 26 καὶ προσκαλεσάµενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί ἂν εἴη ταῦτα. 27 ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν µόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαßεν. 28 ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ αὐτοῦ, Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐµοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα µετὰ τῶν φίλων µου εὐφρανθῶ· 30 ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν ßίον µετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν σιτευτὸν µόσχον. 31 ὁ δὲ εἶπεν αὐτῷ, Τέκνον, σὺ πάντοτε µετ’ ἐµοῦ εἶ, καὶ πάντα τὰ ἐµὰ σά ἐστιν· 32 εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἔζησεν, καὶ ἀπολωλὼς καὶ εὑρέθη.
16 Ἔλεγεν δὲ καὶ πρὸς τοὺς µαθητάς, Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόµον, καὶ οὗτος διεßλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ. 2 καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ, Τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονοµίας σου, οὐ γὰρ δύνῃ ἔτι οἰκονοµεῖν. 3 εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόµος, Τί ποιήσω, ὅτι ὁ κύριός µου ἀφαιρεῖται τὴν οἰκονοµίαν ἀπ’ ἐµοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνοµαι. 4 ἔγνων τί ποιήσω, ἵνα ὅταν µετασταθῶ ἐκ τῆς οἰκονοµίας δέξωνταί µε εἰς τοὺς οἴκους ἑαυτῶν. 5 καὶ προσκαλεσάµενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ, Πόσον ὀφείλεις τῷ κυρίῳ µου; 6 ὁ δὲ εἶπεν, Ἑκατὸν ßάτους ἐλαίου. ὁ δὲ εἶπεν αὐτῷ, Δέξαι σου τὰ γράµµατα καὶ καθίσας ταχέως γράψον πεντήκοντα. 7 ἔπειτα ἑτέρῳ εἶπεν, Σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν, Ἑκατὸν κόρους σίτου. λέγει αὐτῷ, Δέξαι σου τὰ γράµµατα καὶ γράψον ὀγδοήκοντα. 8 καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόµον τῆς ἀδικίας ὅτι φρονίµως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιµώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν. 9 Καὶ ἐγὼ ὑµῖν λέγω, ἑαυτοῖς ποιήσατε φίλους ἐκ τοῦ µαµωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπῃ δέξωνται ὑµᾶς εἰς τὰς αἰωνίους σκηνάς. 10 ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν. 11 εἰ οὖν ἐν τῷ ἀδίκῳ µαµωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑµῖν πιστεύσει; 12 καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑµέτερον τίς δώσει ὑµῖν; 13 Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα µισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ µαµωνᾷ.
14 Ἤκουον δὲ ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεµυκτήριζον αὐτόν. 15 καὶ εἶπεν αὐτοῖς, Ὑµεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑµῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν ßδέλυγµα ἐνώπιον τοῦ θεοῦ. 16 Ὁ νόµος καὶ οἱ προφῆται µέχρι Ἰωάννου· ἀπὸ τότε ἡ ßασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν ßιάζεται. 17 Εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόµου µίαν κεραίαν πεσεῖν. 18 Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαµῶν ἑτέραν µοιχεύει, καὶ ὁ ἀπολελυµένην ἀπὸ ἀνδρὸς γαµῶν µοιχεύει.
19 Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ ßύσσον εὐφραινόµενος καθ’ ἡµέραν λαµπρῶς. 20 πτωχὸς δέ τις ὀνόµατι Λάζαρος ἐßέßλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωµένος 21 καὶ ἐπιθυµῶν χορτασθῆναι ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόµενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ. 22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀßραάµ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. 23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλµοὺς αὐτοῦ, ὑπάρχων ἐν ßασάνοις, ὁρᾷ Ἀßραὰµ ἀπὸ µακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 24 καὶ αὐτὸς φωνήσας εἶπεν, Πάτερ Ἀßραάµ, ἐλέησόν µε καὶ πέµψον Λάζαρον ἵνα ßάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν µου, ὅτι ὀδυνῶµαι ἐν τῇ φλογὶ ταύτῃ. 25 εἶπεν δὲ Ἀßραάµ, Τέκνον, µνήσθητι ὅτι ἀπέλαßες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁµοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται σὺ δὲ ὀδυνᾶσαι. 26 καὶ ἐν πᾶσι τούτοις µεταξὺ ἡµῶν καὶ ὑµῶν χάσµα µέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαßῆναι ἔνθεν πρὸς ὑµᾶς µὴ δύνωνται, µηδὲ ἐκεῖθεν πρὸς ἡµᾶς διαπερῶσιν. 27 εἶπεν δέ, Ἐρωτῶ σε οὖν, πάτερ, ἵνα πέµψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός µου, 28 ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαµαρτύρηται αὐτοῖς, ἵνα µὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς ßασάνου. 29 λέγει δὲ Ἀßραάµ, Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. 30 ὁ δὲ εἶπεν, Οὐχί, πάτερ Ἀßραάµ, ἀλλ’ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς µετανοήσουσιν. 31 εἶπεν δὲ αὐτῷ, Εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδ’ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.
17 Εἶπεν δὲ πρὸς τοὺς µαθητὰς αὐτοῦ, Ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα µὴ ἐλθεῖν, πλὴν οὐαὶ δι’ οὗ ἔρχεται· 2 λυσιτελεῖ αὐτῷ εἰ λίθος µυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ τῶν µικρῶν τούτων ἕνα. 3 προσέχετε ἑαυτοῖς. ἐὰν ἁµάρτῃ ὁ ἀδελφός σου ἐπιτίµησον αὐτῷ, καὶ ἐὰν µετανοήσῃ ἄφες αὐτῷ· 4 καὶ ἐὰν ἑπτάκις τῆς ἡµέρας ἁµαρτήσῃ εἰς σὲ καὶ ἑπτάκις ἐπιστρέψῃ πρὸς σὲ λέγων, Μετανοῶ, ἀφήσεις αὐτῷ.
5 Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ, Πρόσθες ἡµῖν πίστιν. 6 εἶπεν δὲ ὁ κύριος, Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαµίνῳ [ταύτῃ], Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑµῖν.
7 Τίς δὲ ἐξ ὑµῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιµαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῷ, Εὐθέως παρελθὼν ἀνάπεσε, 8 ἀλλ’ οὐχὶ ἐρεῖ αὐτῷ, Ἑτοίµασον τί δειπνήσω, καὶ περιζωσάµενος διακόνει µοι ἕως φάγω καὶ πίω, καὶ µετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; 9 µὴ ἔχει χάριν τῷ δούλῳ ὅτι ἐποίησεν τὰ διαταχθέντα; 10 οὕτως καὶ ὑµεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑµῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσµεν, ὃ ὠφείλοµεν ποιῆσαι πεποιήκαµεν.
11 Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι εἰς Ἰερουσαλὴµ καὶ αὐτὸς διήρχετο διὰ µέσον Σαµαρείας καὶ Γαλιλαίας. 12 καὶ εἰσερχοµένου αὐτοῦ εἴς τινα κώµην ἀπήντησαν [αὐτῷ] δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν, 13 καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες, Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡµᾶς. 14 καὶ ἰδὼν εἶπεν αὐτοῖς, Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. 15 εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν µετὰ φωνῆς µεγάλης δοξάζων τὸν θεόν, 16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαµαρίτης. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; 18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ µὴ ὁ ἀλλογενὴς οὗτος; 19 καὶ εἶπεν αὐτῷ, Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.
20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ ßασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν, Οὐκ ἔρχεται ἡ ßασιλεία τοῦ θεοῦ µετὰ παρατηρήσεως, 21 οὐδὲ ἐροῦσιν, Ἰδοὺ ὧδε· ἤ, Ἐκεῖ· ἰδοὺ γὰρ ἡ ßασιλεία τοῦ θεοῦ ἐντὸς ὑµῶν ἐστιν. 22 Εἶπεν δὲ πρὸς τοὺς µαθητάς, Ἐλεύσονται ἡµέραι ὅτε ἐπιθυµήσετε µίαν τῶν ἡµερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε. 23 καὶ ἐροῦσιν ὑµῖν, Ἰδοὺ ἐκεῖ· [ἤ,] Ἰδοὺ ὧδε· µὴ ἀπέλθητε µηδὲ διώξητε. 24 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ’ οὐρανὸν λάµπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου [ἐν τῇ ἡµέρᾳ αὐτοῦ]. 25 πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιµασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. 26 καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡµέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡµέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 27 ἤσθιον, ἔπινον, ἐγάµουν, ἐγαµίζοντο, ἄχρι ἧς ἡµέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιßωτόν, καὶ ἦλθεν ὁ κατακλυσµὸς καὶ ἀπώλεσεν πάντας. 28 ὁµοίως καθὼς ἐγένετο ἐν ταῖς ἡµέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόµουν· 29 ᾗ δὲ ἡµέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόµων, ἔßρεξεν πῦρ καὶ θεῖον ἀπ’ οὐρανοῦ καὶ ἀπώλεσεν πάντας. 30 κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡµέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. 31 ἐν ἐκείνῃ τῇ ἡµέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώµατος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, µὴ καταßάτω ἆραι αὐτά, καὶ ὁ ἐν ἀγρῷ ὁµοίως µὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. 32 µνηµονεύετε τῆς γυναικὸς Λώτ. 33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι ἀπολέσει αὐτήν, ὃς δ’ ἂν ἀπολέσῃ ζῳογονήσει αὐτήν. 34 λέγω ὑµῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης µιᾶς, ὁ εἷς παραληµφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται· 35 ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό, ἡ µία παραληµφθήσεται ἡ δὲ ἑτέρα ἀφεθήσεται. 37 καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ, Ποῦ, κύριε; ὁ δὲ εἶπεν αὐτοῖς, Ὅπου τὸ σῶµα, ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται.
18 Ἔλεγεν δὲ παραßολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ µὴ ἐγκακεῖν, 2 λέγων, Κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν µὴ φοßούµενος καὶ ἄνθρωπον µὴ ἐντρεπόµενος. 3 χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα, Ἐκδίκησόν µε ἀπὸ τοῦ ἀντιδίκου µου. 4 καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον, µετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ, Εἰ καὶ τὸν θεὸν οὐ φοßοῦµαι οὐδὲ ἄνθρωπον ἐντρέποµαι, 5 διά γε τὸ παρέχειν µοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα µὴ εἰς τέλος ἐρχοµένη ὑπωπιάζῃ µε. 6 Εἶπεν δὲ ὁ κύριος, Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· 7 ὁ δὲ θεὸς οὐ µὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν ßοώντων αὐτῷ ἡµέρας καὶ νυκτός, καὶ µακροθυµεῖ ἐπ’ αὐτοῖς; 8 λέγω ὑµῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
9 Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ’ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραßολὴν ταύτην· 10 Ἄνθρωποι δύο ἀνέßησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. 11 ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο, Ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰµὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, µοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· 12 νηστεύω δὶς τοῦ σαßßάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶµαι. 13 ὁ δὲ τελώνης µακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλµοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ’ ἔτυπτεν τὸ στῆθος αὐτοῦ λέγων, Ὁ θεός, ἱλάσθητί µοι τῷ ἁµαρτωλῷ. 14 λέγω ὑµῖν, κατέßη οὗτος δεδικαιωµένος εἰς τὸν οἶκον αὐτοῦ παρ’ ἐκεῖνον· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
15 Προσέφερον δὲ αὐτῷ καὶ τὰ ßρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ µαθηταὶ ἐπετίµων αὐτοῖς. 16 ὁ δὲ Ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός µε καὶ µὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ ßασιλεία τοῦ θεοῦ. 17 ἀµὴν λέγω ὑµῖν, ὃς ἂν µὴ δέξηται τὴν ßασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ µὴ εἰσέλθῃ εἰς αὐτήν.
18 Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων, Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονοµήσω; 19 εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς, Τί µε λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ µὴ εἷς ὁ θεός. 20 τὰς ἐντολὰς οἶδας· Μὴ µοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδοµαρτυρήσῃς, Τίµα τὸν πατέρα σου καὶ τὴν µητέρα. 21 ὁ δὲ εἶπεν, Ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος. 22 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν [τοῖς] οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει µοι. 23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα.
24 Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς [περίλυπον γενόµενον] εἶπεν, Πῶς δυσκόλως οἱ τὰ χρήµατα ἔχοντες εἰς τὴν ßασιλείαν τοῦ θεοῦ εἰσπορεύονται· 25 εὐκοπώτερον γάρ ἐστιν κάµηλον διὰ τρήµατος ßελόνης διελθεῖν ἢ πλούσιον εἰς τὴν ßασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. 26 εἶπαν δὲ οἱ ἀκούσαντες, Καὶ τίς δύναται σωθῆναι; 27 ὁ δὲ εἶπεν, Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ θεῷ ἐστιν. 28 Εἶπεν δὲ ὁ Πέτρος, Ἰδοὺ ἡµεῖς ἀφέντες τὰ ἴδια ἠκολουθήσαµέν σοι. 29 ὁ δὲ εἶπεν αὐτοῖς, Ἀµὴν λέγω ὑµῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς ßασιλείας τοῦ θεοῦ, 30 ὃς οὐχὶ µὴ ἀπολάßῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχοµένῳ ζωὴν αἰώνιον.
31 Παραλαßὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς, Ἰδοὺ ἀναßαίνοµεν εἰς Ἰερουσαλήµ, καὶ τελεσθήσεται πάντα τὰ γεγραµµένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου· 32 παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐµπαιχθήσεται καὶ ὑßρισθήσεται καὶ ἐµπτυσθήσεται, 33 καὶ µαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡµέρᾳ τῇ τρίτῃ ἀναστήσεται. 34 καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆµα τοῦτο κεκρυµµένον ἀπ’ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόµενα.
35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν. 36 ἀκούσας δὲ ὄχλου διαπορευοµένου ἐπυνθάνετο τί εἴη τοῦτο· 37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. 38 καὶ ἐßόησεν λέγων, Ἰησοῦ, υἱὲ Δαυίδ, ἐλέησόν µε. 39 καὶ οἱ προάγοντες ἐπετίµων αὐτῷ ἵνα σιγήσῃ· αὐτὸς δὲ πολλῷ µᾶλλον ἔκραζεν, Υἱὲ Δαυίδ, ἐλέησόν µε. 40 σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν, 41 Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν, Κύριε, ἵνα ἀναßλέψω. 42 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἀνάßλεψον· ἡ πίστις σου σέσωκέν σε. 43 καὶ παραχρῆµα ἀνέßλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ.
19 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ. 2 καὶ ἰδοὺ ἀνὴρ ὀνόµατι καλούµενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ αὐτὸς πλούσιος. 3 καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ µικρὸς ἦν. 4 καὶ προδραµὼν εἰς τὸ ἔµπροσθεν ἀνέßη ἐπὶ συκοµορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤµελλεν διέρχεσθαι. 5 καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναßλέψας ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, Ζακχαῖε, σπεύσας κατάßηθι, σήµερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ µε µεῖναι. 6 καὶ σπεύσας κατέßη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. 7 καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁµαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. 8 σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον, Ἰδοὺ τὰ ἡµίσειά µου τῶν ὑπαρχόντων, κύριε, τοῖς πτωχοῖς δίδωµι, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωµι τετραπλοῦν. 9 εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήµερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀßραάµ ἐστιν· 10 ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραßολὴν διὰ τὸ ἐγγὺς εἶναι Ἰερουσαλὴµ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆµα µέλλει ἡ ßασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι. 12 εἶπεν οὖν, Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν µακρὰν λαßεῖν ἑαυτῷ ßασιλείαν καὶ ὑποστρέψαι. 13 καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα µνᾶς καὶ εἶπεν πρὸς αὐτούς, Πραγµατεύσασθε ἐν ᾧ ἔρχοµαι. 14 οἱ δὲ πολῖται αὐτοῦ ἐµίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσßείαν ὀπίσω αὐτοῦ λέγοντες, Οὐ θέλοµεν τοῦτον ßασιλεῦσαι ἐφ’ ἡµᾶς. 15 Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαßόντα τὴν ßασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ τί διεπραγµατεύσαντο. 16 παρεγένετο δὲ ὁ πρῶτος λέγων, Κύριε, ἡ µνᾶ σου δέκα προσηργάσατο µνᾶς. 17 καὶ εἶπεν αὐτῷ, Εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. 18 καὶ ἦλθεν ὁ δεύτερος λέγων, Ἡ µνᾶ σου, κύριε, ἐποίησεν πέντε µνᾶς. 19 εἶπεν δὲ καὶ τούτῳ, Καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων. 20 καὶ ὁ ἕτερος ἦλθεν λέγων, Κύριε, ἰδοὺ ἡ µνᾶ σου ἣν εἶχον ἀποκειµένην ἐν σουδαρίῳ· 21 ἐφοßούµην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας. 22 λέγει αὐτῷ, Ἐκ τοῦ στόµατός σου κρίνω σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰµι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα; 23 καὶ διὰ τί οὐκ ἔδωκάς µου τὸ ἀργύριον ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα. 24 καὶ τοῖς παρεστῶσιν εἶπεν, Ἄρατε ἀπ’ αὐτοῦ τὴν µνᾶν καὶ δότε τῷ τὰς δέκα µνᾶς ἔχοντι [25 – καὶ εἶπαν αὐτῷ, Κύριε, ἔχει δέκα µνᾶς –] 26 λέγω ὑµῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ µὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται. 27 πλὴν τοὺς ἐχθρούς µου τούτους τοὺς µὴ θελήσαντάς µε ßασιλεῦσαι ἐπ’ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔµπροσθέν µου.
28 Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔµπροσθεν ἀναßαίνων εἰς Ἱεροσόλυµα. 29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανιὰ πρὸς τὸ ὄρος τὸ καλούµενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν µαθητῶν 30 λέγων, Ὑπάγετε εἰς τὴν κατέναντι κώµην, ἐν ᾗ εἰσπορευόµενοι εὑρήσετε πῶλον δεδεµένον, ἐφ’ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, καὶ λύσαντες αὐτὸν ἀγάγετε. 31 καὶ ἐάν τις ὑµᾶς ἐρωτᾷ, Διὰ τί λύετε; οὕτως ἐρεῖτε ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. 32 ἀπελθόντες δὲ οἱ ἀπεσταλµένοι εὗρον καθὼς εἶπεν αὐτοῖς. 33 λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, Τί λύετε τὸν πῶλον; 34 οἱ δὲ εἶπαν ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. 35 καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱµάτια ἐπὶ τὸν πῶλον ἐπεßίßασαν τὸν Ἰησοῦν. 36 πορευοµένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱµάτια αὐτῶν ἐν τῇ ὁδῷ.
37 Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταßάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν µαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ µεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάµεων, 38 λέγοντες,
Εὐλογηµένος ὁ ἐρχόµενος,
ὁ ßασιλεὺς ἐν ὀνόµατι κυρίου·
ἐν οὐρανῷ εἰρήνη
καὶ δόξα ἐν ὑψίστοις.
39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν, Διδάσκαλε, ἐπιτίµησον τοῖς µαθηταῖς σου. 40 καὶ ἀποκριθεὶς εἶπεν, Λέγω ὑµῖν, ἐὰν οὗτοι σιωπήσουσιν, οἱ λίθοι κράξουσιν.
41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ’ αὐτήν, 42 λέγων ὅτι Εἰ ἔγνως ἐν τῇ ἡµέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην – νῦν δὲ ἐκρύßη ἀπὸ ὀφθαλµῶν σου. 43 ὅτι ἥξουσιν ἡµέραι ἐπὶ σὲ καὶ παρεµßαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν, 44 καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ’ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκßάλλειν τοὺς πωλοῦντας, 46 λέγων αὐτοῖς, Γέγραπται,
Καὶ ἔσται ὁ οἶκός µου οἶκος προσευχῆς,
ὑµεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
47 Καὶ ἦν διδάσκων τὸ καθ’ ἡµέραν ἐν τῷ ἱερῷ. οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραµµατεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ· 48 καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέµατο αὐτοῦ ἀκούων.
20 Καὶ ἐγένετο ἐν µιᾷ τῶν ἡµερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζοµένου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραµµατεῖς σὺν τοῖς πρεσßυτέροις, 2 καὶ εἶπαν λέγοντες πρὸς αὐτόν, Εἰπὸν ἡµῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην. 3 ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς, Ἐρωτήσω ὑµᾶς κἀγὼ λόγον, καὶ εἴπατέ µοι· 4 Τὸ ßάπτισµα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; 5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωµεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ; 6 ἐὰν δὲ εἴπωµεν, Ἐξ ἀνθρώπων, ὁ λαὸς ἅπας καταλιθάσει ἡµᾶς, πεπεισµένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι. 7 καὶ ἀπεκρίθησαν µὴ εἰδέναι πόθεν. 8 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑµῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραßολὴν ταύτην· Ἄνθρωπός [τις] ἐφύτευσεν ἀµπελῶνα, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήµησεν χρόνους ἱκανούς. 10 καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀµπελῶνος δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτὸν δείραντες κενόν. 11 καὶ προσέθετο ἕτερον πέµψαι δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιµάσαντες ἐξαπέστειλαν κενόν. 12 καὶ προσέθετο τρίτον πέµψαι· οἱ δὲ καὶ τοῦτον τραυµατίσαντες ἐξέßαλον. 13 εἶπεν δὲ ὁ κύριος τοῦ ἀµπελῶνος, Τί ποιήσω; πέµψω τὸν υἱόν µου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἐντραπήσονται. 14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες, Οὗτός ἐστιν ὁ κληρονόµος· ἀποκτείνωµεν αὐτόν, ἵνα ἡµῶν γένηται ἡ κληρονοµία. 15 καὶ ἐκßαλόντες αὐτὸν ἔξω τοῦ ἀµπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀµπελῶνος; 16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀµπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν, Μὴ γένοιτο. 17 ὁ δὲ ἐµßλέψας αὐτοῖς εἶπεν, Τί οὖν ἐστιν τὸ γεγραµµένον τοῦτο·
Λίθον ὃν ἀπεδοκίµασαν οἱ οἰκοδοµοῦντες,
οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
18 πᾶς ὁ πεσὼν ἐπ’ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικµήσει αὐτόν. 19 Καὶ ἐζήτησαν οἱ γραµµατεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιßαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοßήθησαν τὸν λαόν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς εἶπεν τὴν παραßολὴν ταύτην.
20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινοµένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάßωνται αὐτοῦ λόγου, ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεµόνος. 21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες, Διδάσκαλε, οἴδαµεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαµßάνεις πρόσωπον, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· 22 ἔξεστιν ἡµᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ; 23 κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς, 24 Δείξατέ µοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; οἱ δὲ εἶπαν, Καίσαρος. 25 ὁ δὲ εἶπεν πρὸς αὐτούς, Τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 26 καὶ οὐκ ἴσχυσαν ἐπιλαßέσθαι αὐτοῦ ῥήµατος ἐναντίον τοῦ λαοῦ, καὶ θαυµάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.
27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ [ἀντι]λέγοντες ἀνάστασιν µὴ εἶναι, ἐπηρώτησαν αὐτὸν 28 λέγοντες, Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡµῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ᾖ, ἵνα λάßῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρµα τῷ ἀδελφῷ αὐτοῦ. 29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαßὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· 30 καὶ ὁ δεύτερος 31 καὶ ὁ τρίτος ἔλαßεν αὐτήν, ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον. 32 ὕστερον καὶ ἡ γυνὴ ἀπέθανεν. 33 ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 34 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαµοῦσιν καὶ γαµίσκονται, 35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαµοῦσιν οὔτε γαµίζονται· 36 οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν, καὶ υἱοί εἰσιν θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. 37 ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐµήνυσεν ἐπὶ τῆς ßάτου, ὡς λέγει κύριον τὸν θεὸν Ἀßραὰµ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώß. 38 θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν. 39 ἀποκριθέντες δέ τινες τῶν γραµµατέων εἶπαν, Διδάσκαλε, καλῶς εἶπας· 40 οὐκέτι γὰρ ἐτόλµων ἐπερωτᾶν αὐτὸν οὐδέν.
41 Εἶπεν δὲ πρὸς αὐτούς, Πῶς λέγουσιν τὸν Χριστὸν εἶναι Δαυὶδ υἱόν; 42 αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν ßίßλῳ ψαλµῶν,
Εἶπεν κύριος τῷ κυρίῳ µου,
Κάθου ἐκ δεξιῶν µου,
43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
44 Δαυὶδ οὖν κύριον αὐτὸν καλεῖ, καὶ πῶς αὐτοῦ υἱός ἐστιν;
45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς µαθηταῖς [αὐτοῦ], 46 Προσέχετε ἀπὸ τῶν γραµµατέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασµοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, 47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει µακρὰ προσεύχονται· οὗτοι λήµψονται περισσότερον κρίµα.
21 Ἀναßλέψας δὲ εἶδεν τοὺς ßάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους. 2 εἶδεν δέ τινα χήραν πενιχρὰν ßάλλουσαν ἐκεῖ λεπτὰ δύο, 3 καὶ εἶπεν, Ἀληθῶς λέγω ὑµῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ἔßαλεν· 4 πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔßαλον εἰς τὰ δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήµατος αὐτῆς πάντα τὸν ßίον ὃν εἶχεν ἔßαλεν.
5 Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήµασιν κεκόσµηται, εἶπεν, 6 Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡµέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ ὃς οὐ καταλυθήσεται.
7 Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες, Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σηµεῖον ὅταν µέλλῃ ταῦτα γίνεσθαι; 8 ὁ δὲ εἶπεν, Βλέπετε µὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόµατί µου λέγοντες, Ἐγώ εἰµι· καί, Ὁ καιρὸς ἤγγικεν· µὴ πορευθῆτε ὀπίσω αὐτῶν. 9 ὅταν δὲ ἀκούσητε πολέµους καὶ ἀκαταστασίας, µὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ’ οὐκ εὐθέως τὸ τέλος. 10 Τότε ἔλεγεν αὐτοῖς, Ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος καὶ ßασιλεία ἐπὶ ßασιλείαν, 11 σεισµοί τε µεγάλοι καὶ κατὰ τόπους λιµοὶ καὶ λοιµοὶ ἔσονται, φόßητρά τε καὶ ἀπ’ οὐρανοῦ σηµεῖα µεγάλα ἔσται. 12 πρὸ δὲ τούτων πάντων ἐπιßαλοῦσιν ἐφ’ ὑµᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγοµένους ἐπὶ ßασιλεῖς καὶ ἡγεµόνας ἕνεκεν τοῦ ὀνόµατός µου· 13 ἀποßήσεται ὑµῖν εἰς µαρτύριον. 14 θέτε οὖν ἐν ταῖς καρδίαις ὑµῶν µὴ προµελετᾶν ἀπολογηθῆναι, 15 ἐγὼ γὰρ δώσω ὑµῖν στόµα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείµενοι ὑµῖν. 16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑµῶν, 17 καὶ ἔσεσθε µισούµενοι ὑπὸ πάντων διὰ τὸ ὄνοµά µου. 18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑµῶν οὐ µὴ ἀπόληται. 19 ἐν τῇ ὑποµονῇ ὑµῶν κτήσασθε τὰς ψυχὰς ὑµῶν.
20 Ὅταν δὲ ἴδητε κυκλουµένην ὑπὸ στρατοπέδων Ἰερουσαλήµ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήµωσις αὐτῆς. 21 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν µέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις µὴ εἰσερχέσθωσαν εἰς αὐτήν, 22 ὅτι ἡµέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραµµένα. 23 οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡµέραις· ἔσται γὰρ ἀνάγκη µεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ, 24 καὶ πεσοῦνται στόµατι µαχαίρης καὶ αἰχµαλωτισθήσονται εἰς τὰ ἔθνη πάντα, καὶ Ἰερουσαλὴµ ἔσται πατουµένη ὑπὸ ἐθνῶν, ἄχρι οὗ πληρωθῶσιν καιροὶ ἐθνῶν.
25 Καὶ ἔσονται σηµεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἤχους θαλάσσης καὶ σάλου, 26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόßου καὶ προσδοκίας τῶν ἐπερχοµένων τῇ οἰκουµένῃ, αἱ γὰρ δυνάµεις τῶν οὐρανῶν σαλευθήσονται. 27 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόµενον ἐν νεφέλῃ µετὰ δυνάµεως καὶ δόξης πολλῆς. 28 ἀρχοµένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑµῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑµῶν.
29 Καὶ εἶπεν παραßολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα· 30 ὅταν προßάλωσιν ἤδη, ßλέποντες ἀφ’ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν· 31 οὕτως καὶ ὑµεῖς, ὅταν ἴδητε ταῦτα γινόµενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ ßασιλεία τοῦ θεοῦ. 32 ἀµὴν λέγω ὑµῖν ὅτι οὐ µὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. 33 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι µου οὐ µὴ παρελεύσονται.
34 Προσέχετε δὲ ἑαυτοῖς µήποτε ßαρηθῶσιν ὑµῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ µέθῃ καὶ µερίµναις ßιωτικαῖς, καὶ ἐπιστῇ ἐφ’ ὑµᾶς αἰφνίδιος ἡ ἡµέρα ἐκείνη· 35 ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθηµένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 36 ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ δεόµενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ µέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔµπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
37 Ἦν δὲ τὰς ἡµέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόµενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούµενον Ἐλαιῶν· 38 καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.
22 Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύµων ἡ λεγοµένη πάσχα. 2 καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραµµατεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοßοῦντο γὰρ τὸν λαόν. 3 Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν καλούµενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθµοῦ τῶν δώδεκα· 4 καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν. 5 καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. 6 καὶ ἐξωµολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς.
7 Ἦλθεν δὲ ἡ ἡµέρα τῶν ἀζύµων, [ἐν] ᾗ ἔδει θύεσθαι τὸ πάσχα. 8 καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών, Πορευθέντες ἑτοιµάσατε ἡµῖν τὸ πάσχα ἵνα φάγωµεν. 9 οἱ δὲ εἶπαν αὐτῷ, Ποῦ θέλεις ἑτοιµάσωµεν; 10 ὁ δὲ εἶπεν αὐτοῖς, Ἰδοὺ εἰσελθόντων ὑµῶν εἰς τὴν πόλιν συναντήσει ὑµῖν ἄνθρωπος κεράµιον ὕδατος ßαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται. 11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, Λέγει σοι ὁ διδάσκαλος, Ποῦ ἐστιν τὸ κατάλυµα ὅπου τὸ πάσχα µετὰ τῶν µαθητῶν µου φάγω; 12 κἀκεῖνος ὑµῖν δείξει ἀνάγαιον µέγα ἐστρωµένον· ἐκεῖ ἑτοιµάσατε. 13 ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίµασαν τὸ πάσχα.
14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ. 15 καὶ εἶπεν πρὸς αὐτούς, Ἐπιθυµίᾳ ἐπεθύµησα τοῦτο τὸ πάσχα φαγεῖν µεθ’ ὑµῶν πρὸ τοῦ µε παθεῖν· 16 λέγω γὰρ ὑµῖν ὅτι οὐ µὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ ßασιλείᾳ τοῦ θεοῦ. 17 καὶ δεξάµενος ποτήριον εὐχαριστήσας εἶπεν, Λάßετε τοῦτο καὶ διαµερίσατε εἰς ἑαυτούς· 18 λέγω γὰρ ὑµῖν [ὅτι] οὐ µὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήµατος τῆς ἀµπέλου ἕως οὗ ἡ ßασιλεία τοῦ θεοῦ ἔλθῃ. 19 καὶ λαßὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων, Τοῦτό ἐστιν τὸ σῶµά µου [τὸ ὑπὲρ ὑµῶν διδόµενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐµὴν ἀνάµνησιν. 20 καὶ τὸ ποτήριον ὡσαύτως µετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵµατί µου, τὸ ὑπὲρ ὑµῶν ἐκχυννόµενον]. 21 πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος µε µετ’ ἐµοῦ ἐπὶ τῆς τραπέζης· 22 ὅτι ὁ υἱὸς µὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισµένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ παραδίδοται. 23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο µέλλων πράσσειν.
24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι µείζων. 25 ὁ δὲ εἶπεν αὐτοῖς, Οἱ ßασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. 26 ὑµεῖς δὲ οὐχ οὕτως, ἀλλ’ ὁ µείζων ἐν ὑµῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούµενος ὡς ὁ διακονῶν. 27 τίς γὰρ µείζων, ὁ ἀνακείµενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείµενος; ἐγὼ δὲ ἐν µέσῳ ὑµῶν εἰµι ὡς ὁ διακονῶν. 28 ὑµεῖς δέ ἐστε οἱ διαµεµενηκότες µετ’ ἐµοῦ ἐν τοῖς πειρασµοῖς µου· 29 κἀγὼ διατίθεµαι ὑµῖν καθὼς διέθετό µοι ὁ πατήρ µου ßασιλείαν 30 ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης µου ἐν τῇ ßασιλείᾳ µου, καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ.
31 Σίµων Σίµων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑµᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· 32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα µὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου. 33 ὁ δὲ εἶπεν αὐτῷ, Κύριε, µετὰ σοῦ ἕτοιµός εἰµι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. 34 ὁ δὲ εἶπεν, Λέγω σοι, Πέτρε, οὐ φωνήσει σήµερον ἀλέκτωρ ἕως τρίς µε ἀπαρνήσῃ εἰδέναι.
35 Καὶ εἶπεν αὐτοῖς, Ὅτε ἀπέστειλα ὑµᾶς ἄτερ ßαλλαντίου καὶ πήρας καὶ ὑποδηµάτων, µή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν, Οὐθενός. 36 εἶπεν δὲ αὐτοῖς, Ἀλλὰ νῦν ὁ ἔχων ßαλλάντιον ἀράτω, ὁµοίως καὶ πήραν, καὶ ὁ µὴ ἔχων πωλησάτω τὸ ἱµάτιον αὐτοῦ καὶ ἀγορασάτω µάχαιραν. 37 λέγω γὰρ ὑµῖν ὅτι τοῦτο τὸ γεγραµµένον δεῖ τελεσθῆναι ἐν ἐµοί, τὸ Καὶ µετὰ ἀνόµων ἐλογίσθη· καὶ γὰρ τὸ περὶ ἐµοῦ τέλος ἔχει. 38 οἱ δὲ εἶπαν, Κύριε, ἰδοὺ µάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς, Ἱκανόν ἐστιν.
39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ µαθηταί. 40 γενόµενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς, Προσεύχεσθε µὴ εἰσελθεῖν εἰς πειρασµόν. 41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου ßολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο 42 λέγων, Πάτερ, εἰ ßούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ’ ἐµοῦ· πλὴν µὴ τὸ θέληµά µου ἀλλὰ τὸ σὸν γινέσθω. 45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς µαθητὰς εὗρεν κοιµωµένους αὐτοὺς ἀπὸ τῆς λύπης, 46 καὶ εἶπεν αὐτοῖς, Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα µὴ εἰσέλθητε εἰς πειρασµόν.
47 Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόµενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. 48 Ἰησοῦς δὲ εἶπεν αὐτῷ, Ἰούδα, φιλήµατι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; 49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόµενον εἶπαν, Κύριε, εἰ πατάξοµεν ἐν µαχαίρῃ; 50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν. 51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ἐᾶτε ἕως τούτου· καὶ ἁψάµενος τοῦ ὠτίου ἰάσατο αὐτόν. 52 εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενοµένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσßυτέρους, Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε µετὰ µαχαιρῶν καὶ ξύλων; 53 καθ’ ἡµέραν ὄντος µου µεθ’ ὑµῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐµέ· ἀλλ’ αὕτη ἐστὶν ὑµῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.
54 Συλλαßόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει µακρόθεν. 55 περιαψάντων δὲ πῦρ ἐν µέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων ἐκάθητο ὁ Πέτρος µέσος αὐτῶν. 56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήµενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν, Καὶ οὗτος σὺν αὐτῷ ἦν· 57 ὁ δὲ ἠρνήσατο λέγων, Οὐκ οἶδα αὐτόν, γύναι. 58 καὶ µετὰ ßραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη, Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος ἔφη, Ἄνθρωπε, οὐκ εἰµί. 59 καὶ διαστάσης ὡσεὶ ὥρας µιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων, Ἐπ’ ἀληθείας καὶ οὗτος µετ’ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν· 60 εἶπεν δὲ ὁ Πέτρος, Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆµα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. 61 καὶ στραφεὶς ὁ κύριος ἐνέßλεψεν τῷ Πέτρῳ, καὶ ὑπεµνήσθη ὁ Πέτρος τοῦ ῥήµατος τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι σήµερον ἀπαρνήσῃ µε τρίς· 62 καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.
63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες, 64 καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων λέγοντες, Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε; 65 καὶ ἕτερα πολλὰ ßλασφηµοῦντες ἔλεγον εἰς αὐτόν.
66 Καὶ ὡς ἐγένετο ἡµέρα, συνήχθη τὸ πρεσßυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραµµατεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, 67 λέγοντες, Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὸν ἡµῖν. εἶπεν δὲ αὐτοῖς, Ἐὰν ὑµῖν εἴπω οὐ µὴ πιστεύσητε· 68 ἐὰν δὲ ἐρωτήσω οὐ µὴ ἀποκριθῆτε. 69 ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήµενος ἐκ δεξιῶν τῆς δυνάµεως τοῦ θεοῦ. 70 εἶπαν δὲ πάντες, Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη, Ὑµεῖς λέγετε ὅτι ἐγώ εἰµι. 71 οἱ δὲ εἶπαν, Τί ἔτι ἔχοµεν µαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαµεν ἀπὸ τοῦ στόµατος αὐτοῦ.
23 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον. 2 ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες, Τοῦτον εὕραµεν διαστρέφοντα τὸ ἔθνος ἡµῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι καὶ λέγοντα ἑαυτὸν Χριστὸν ßασιλέα εἶναι. 3 ὁ δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων, Σὺ εἶ ὁ ßασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη, Σὺ λέγεις. 4 ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους, Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. 5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας, καὶ ἀρξάµενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.
6 Πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν· 7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεµψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύµοις ἐν ταύταις ταῖς ἡµέραις. 8 ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σηµεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόµενον. 9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10 εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραµµατεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. 11 ἐξουθενήσας δὲ αὐτὸν [καὶ] ὁ Ἡρῴδης σὺν τοῖς στρατεύµασιν αὐτοῦ καὶ ἐµπαίξας περιßαλὼν ἐσθῆτα λαµπρὰν ἀνέπεµψεν αὐτὸν τῷ Πιλάτῳ. 12 ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡµέρᾳ µετ’ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὑτούς.
13 Πιλᾶτος δὲ συγκαλεσάµενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν 14 εἶπεν πρὸς αὐτούς, Προσηνέγκατέ µοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑµῶν ἀνακρίνας οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ’ αὐτοῦ, 15 ἀλλ’ οὐδὲ Ἡρῴδης· ἀνέπεµψεν γὰρ αὐτὸν πρὸς ἡµᾶς· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγµένον αὐτῷ. 16 παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 18 ἀνέκραγον δὲ παµπληθεὶ λέγοντες, Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡµῖν τὸν Βαραßßᾶν· 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενοµένην ἐν τῇ πόλει καὶ φόνον ßληθεὶς ἐν τῇ φυλακῇ. 20 πάλιν δὲ ὁ Πιλᾶτος προσεφώνησεν αὐτοῖς, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν· 21 οἱ δὲ ἐπεφώνουν λέγοντες, Σταύρου, σταύρου αὐτόν. 22 ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς, Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23 οἱ δὲ ἐπέκειντο φωναῖς µεγάλαις αἰτούµενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν. 24 καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτηµα αὐτῶν· 25 ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον ßεßληµένον εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήµατι αὐτῶν.
26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαßόµενοι Σίµωνά τινα Κυρηναῖον ἐρχόµενον ἀπ’ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ. 27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28 στραφεὶς δὲ πρὸς αὐτὰς [ὁ] Ἰησοῦς εἶπεν, Θυγατέρες Ἰερουσαλήµ, µὴ κλαίετε ἐπ’ ἐµέ· πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑµῶν, 29 ὅτι ἰδοὺ ἔρχονται ἡµέραι ἐν αἷς ἐροῦσιν, Μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ µαστοὶ οἳ οὐκ ἔθρεψαν.
30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν,
Πέσετε ἐφ’ ἡµᾶς,
καὶ τοῖς ßουνοῖς,
Καλύψατε ἡµᾶς·
31 ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;
32 Ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι. 33 καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούµενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν µὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν. 34 [ὁ δὲ Ἰησοῦς ἔλεγεν, Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν.] διαµεριζόµενοι δὲ τὰ ἱµάτια αὐτοῦ ἔßαλον κλῆρον. 35 καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεµυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες, Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ ὁ ἐκλεκτός. 36 ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόµενοι, ὄξος προσφέροντες αὐτῷ 37 καὶ λέγοντες, Εἰ σὺ εἶ ὁ ßασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. 38 ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ’ αὐτῷ, Ὁ ßασιλεὺς τῶν Ἰουδαίων οὗτος.
39 Εἷς δὲ τῶν κρεµασθέντων κακούργων ἐßλασφήµει αὐτὸν λέγων, Οὐχὶ σὺ εἶ ὁ Χριστός; σῶσον σεαυτὸν καὶ ἡµᾶς. 40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιµῶν αὐτῷ ἔφη, Οὐδὲ φοßῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίµατι εἶ; 41 καὶ ἡµεῖς µὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαµεν ἀπολαµßάνοµεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. 42 καὶ ἔλεγεν, Ἰησοῦ, µνήσθητί µου ὅταν ἔλθῃς ἐν τῇ ßασιλείᾳ σου. 43 καὶ εἶπεν αὐτῷ, Ἀµήν σοι λέγω, σήµερον µετ’ ἐµοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
44 Καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης 45 τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη δὲ τὸ καταπέτασµα τοῦ ναοῦ µέσον. 46 καὶ φωνήσας φωνῇ µεγάλῃ ὁ Ἰησοῦς εἶπεν, Πάτερ, εἰς χεῖράς σου παρατίθεµαι τὸ πνεῦµά µου. τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν. 47 Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόµενον ἐδόξαζεν τὸν θεὸν λέγων, Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. 48 καὶ πάντες οἱ συµπαραγενόµενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόµενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον. 49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ ἀπὸ µακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόµατι Ἰωσὴφ ßουλευτὴς ὑπάρχων [καὶ] ἀνὴρ ἀγαθὸς καὶ δίκαιος 51 – οὗτος οὐκ ἦν συγκατατεθειµένος τῇ ßουλῇ καὶ τῇ πράξει αὐτῶν – ἀπὸ Ἁριµαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο τὴν ßασιλείαν τοῦ θεοῦ, 52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶµα τοῦ Ἰησοῦ, 53 καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸν ἐν µνήµατι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείµενος. 54 καὶ ἡµέρα ἦν παρασκευῆς, καὶ σάßßατον ἐπέφωσκεν. 55 Κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ µνηµεῖον καὶ ὡς ἐτέθη τὸ σῶµα αὐτοῦ, 56 ὑποστρέψασαι δὲ ἡτοίµασαν ἀρώµατα καὶ µύρα.
Καὶ τὸ µὲν σάßßατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.
24 τῇ δὲ µιᾷ τῶν σαßßάτων ὄρθρου ßαθέως ἐπὶ τὸ µνῆµα ἦλθον φέρουσαι ἃ ἡτοίµασαν ἀρώµατα. 2 εὗρον δὲ τὸν λίθον ἀποκεκυλισµένον ἀπὸ τοῦ µνηµείου, 3 εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶµα τοῦ [κυρίου] Ἰησοῦ 4 καὶ ἐγένετο ἐν τῷ ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ. 5 ἐµφόßων δὲ γενοµένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς, Τί ζητεῖτε τὸν ζῶντα µετὰ τῶν νεκρῶν; 6 οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη. µνήσθητε ὡς ἐλάλησεν ὑµῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, 7 λέγων τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁµαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡµέρᾳ ἀναστῆναι. 8 καὶ ἐµνήσθησαν τῶν ῥηµάτων αὐτοῦ, 9 καὶ ὑποστρέψασαι ἀπὸ τοῦ µνηµείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς. 10 ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ἡ Ἰακώßου· καὶ αἱ λοιπαὶ σὺν αὐταῖς ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήµατα ταῦτα, καὶ ἠπίστουν αὐταῖς. 12 Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραµεν ἐπὶ τὸ µνηµεῖον, καὶ παρακύψας ßλέπει τὰ ὀθόνια µόνα· καὶ ἀπῆλθεν πρὸς ἑαυτὸν θαυµάζων τὸ γεγονός.
13 Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἐν αὐτῇ τῇ ἡµέρᾳ ἦσαν πορευόµενοι εἰς κώµην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήµ, ᾗ ὄνοµα Ἐµµαοῦς, 14 καὶ αὐτοὶ ὡµίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συµßεßηκότων τούτων. 15 καὶ ἐγένετο ἐν τῷ ὁµιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς, 16 οἱ δὲ ὀφθαλµοὶ αὐτῶν ἐκρατοῦντο τοῦ µὴ ἐπιγνῶναι αὐτόν. 17 εἶπεν δὲ πρὸς αὐτούς, Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιßάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ ἐστάθησαν σκυθρωποί. 18 ἀποκριθεὶς δὲ εἷς ὀνόµατι Κλεοπᾶς εἶπεν πρὸς αὐτόν, Σὺ µόνος παροικεῖς Ἰερουσαλὴµ καὶ οὐκ ἔγνως τὰ γενόµενα ἐν αὐτῇ ἐν ταῖς ἡµέραις ταύταις; 19 καὶ εἶπεν αὐτοῖς, Ποῖα; οἱ δὲ εἶπαν αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ, 20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡµῶν εἰς κρίµα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. 21 ἡµεῖς δὲ ἠλπίζοµεν ὅτι αὐτός ἐστιν ὁ µέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε καὶ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡµέραν ἄγει ἀφ’ οὗ ταῦτα ἐγένετο. 22 ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡµῶν ἐξέστησαν ἡµᾶς· γενόµεναι ὀρθριναὶ ἐπὶ τὸ µνηµεῖον 23 καὶ µὴ εὑροῦσαι τὸ σῶµα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. 24 καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡµῖν ἐπὶ τὸ µνηµεῖον, καὶ εὗρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. 25 καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς, Ὦ ἀνόητοι καὶ ßραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· 26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; 27 καὶ ἀρξάµενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διερµήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ.
28 Καὶ ἤγγισαν εἰς τὴν κώµην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιήσατο πορρώτερον πορεύεσθαι. 29 καὶ παρεßιάσαντο αὐτὸν λέγοντες, Μεῖνον µεθ’ ἡµῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἤδη ἡ ἡµέρα. καὶ εἰσῆλθεν τοῦ µεῖναι σὺν αὐτοῖς. 30 καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν µετ’ αὐτῶν λαßὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς· 31 αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλµοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν. 32 καὶ εἶπαν πρὸς ἀλλήλους, Οὐχὶ ἡ καρδία ἡµῶν καιοµένη ἦν [ἐν ἡµῖν] ὡς ἐλάλει ἡµῖν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡµῖν τὰς γραφάς; 33 καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήµ, καὶ εὗρον ἠθροισµένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, 34 λέγοντας ὅτι ὄντως ἠγέρθη ὁ κύριος καὶ ὤφθη Σίµωνι. 35 καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
36 Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ἔστη ἐν µέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑµῖν. 37 πτοηθέντες δὲ καὶ ἔµφοßοι γενόµενοι ἐδόκουν πνεῦµα θεωρεῖν. 38 καὶ εἶπεν αὐτοῖς, Τί τεταραγµένοι ἐστέ, καὶ διὰ τί διαλογισµοὶ ἀναßαίνουσιν ἐν τῇ καρδίᾳ ὑµῶν; 39 ἴδετε τὰς χεῖράς µου καὶ τοὺς πόδας µου ὅτι ἐγώ εἰµι αὐτός· ψηλαφήσατέ µε καὶ ἴδετε, ὅτι πνεῦµα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐµὲ θεωρεῖτε ἔχοντα. 40 καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. 41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυµαζόντων εἶπεν αὐτοῖς, Ἔχετέ τι ßρώσιµον ἐνθάδε; 42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ µέρος· 43 καὶ λαßὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
44 Εἶπεν δὲ πρὸς αὐτούς, Οὗτοι οἱ λόγοι µου οὓς ἐλάλησα πρὸς ὑµᾶς ἔτι ὢν σὺν ὑµῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραµµένα ἐν τῷ νόµῳ Μωϋσέως καὶ τοῖς προφήταις καὶ ψαλµοῖς περὶ ἐµοῦ. 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς. 46 καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτως γέγραπται παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡµέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόµατι αὐτοῦ µετάνοιαν καὶ ἄφεσιν ἁµαρτιῶν εἰς πάντα τὰ ἔθνη – ἀρξάµενοι ἀπὸ Ἰερουσαλήµ· 48 ὑµεῖς µάρτυρες τούτων. 49 καὶ [ἰδοὺ] ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός µου ἐφ’ ὑµᾶς· ὑµεῖς δὲ καθίσατε ἐν τῇ πόλει ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναµιν.
50 Ἐξήγαγεν δὲ αὐτοὺς [ἔξω] ἕως πρὸς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ’ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. 52 καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἰερουσαλὴµ µετὰ χαρᾶς µεγάλης, 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ εὐλογοῦντες τὸν θεόν.