Κατὰ Ἰωάννην

1  Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.  2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.  3 πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν  4 ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων·  5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαßεν.  6 Ἐγένετο ἄνθρωπος ἀπεσταλµένος παρὰ θεοῦ, ὄνοµα αὐτῷ Ἰωάννης·  7 οὗτος ἦλθεν εἰς µαρτυρίαν, ἵνα µαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι’ αὐτοῦ.  8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ’ ἵνα µαρτυρήσῃ περὶ τοῦ φωτός.  9 Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόµενον εἰς τὸν κόσµον.  10 ἐν τῷ κόσµῳ ἦν, καὶ ὁ κόσµος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσµος αὐτὸν οὐκ ἔγνω.  11 εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαßον.  12 ὅσοι δὲ ἔλαßον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνοµα αὐτοῦ,  13 οἳ οὐκ ἐξ αἱµάτων οὐδὲ ἐκ θελήµατος σαρκὸς οὐδὲ ἐκ θελήµατος ἀνδρὸς ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν.

14 Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡµῖν, καὶ ἐθεασάµεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς µονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.  15 Ἰωάννης µαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων, Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω µου ἐρχόµενος ἔµπροσθέν µου γέγονεν, ὅτι πρῶτός µου ἦν.  16 ὅτι ἐκ τοῦ πληρώµατος αὐτοῦ ἡµεῖς πάντες ἐλάßοµεν, καὶ χάριν ἀντὶ χάριτος·  17 ὅτι ὁ νόµος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.  18 θεὸν οὐδεὶς ἑώρακεν πώποτε· µονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο.

19 Καὶ αὕτη ἐστὶν ἡ µαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν [πρὸς αὐτὸν] οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύµων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν, Σὺ τίς εἶ;  20 καὶ ὡµολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡµολόγησεν ὅτι Ἐγὼ οὐκ εἰµὶ ὁ Χριστός.  21 καὶ ἠρώτησαν αὐτόν, Τί οὖν σύ; Ἠλίας εἶ; καὶ λέγει, Οὐκ εἰµί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, Οὔ.  22 εἶπαν οὖν αὐτῷ, Τίς εἶ; ἵνα ἀπόκρισιν δῶµεν τοῖς πέµψασιν ἡµᾶς· τί λέγεις περὶ σεαυτοῦ;  23 ἔφη,

Ἐγὼ φωνὴ ßοῶντος ἐν τῇ ἐρήµῳ,

Εὐθύνατε τὴν ὁδὸν κυρίου.

καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.  24 Καὶ ἀπεσταλµένοι ἦσαν ἐκ τῶν Φαρισαίων.  25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ, Τί οὖν ßαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης;  26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων, Ἐγὼ ßαπτίζω ἐν ὕδατι· µέσος ὑµῶν ἕστηκεν ὃν ὑµεῖς οὐκ οἴδατε,  27 ὁ ὀπίσω µου ἐρχόµενος, οὗ οὐκ εἰµὶ [ἐγὼ] ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱµάντα τοῦ ὑποδήµατος.  28 Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν ὁ Ἰωάννης ßαπτίζων.

29 Τῇ ἐπαύριον ßλέπει τὸν Ἰησοῦν ἐρχόµενον πρὸς αὐτόν, καὶ λέγει, Ἴδε ὁ ἀµνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁµαρτίαν τοῦ κόσµου.  30 οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον, Ὀπίσω µου ἔρχεται ἀνὴρ ὃς ἔµπροσθέν µου γέγονεν, ὅτι πρῶτός µου ἦν.  31 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι ßαπτίζων.  32 Καὶ ἐµαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαµαι τὸ πνεῦµα καταßαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔµεινεν ἐπ’ αὐτόν·  33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέµψας µε ßαπτίζειν ἐν ὕδατι ἐκεῖνός µοι εἶπεν, Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦµα καταßαῖνον καὶ µένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ ßαπτίζων ἐν πνεύµατι ἁγίῳ.  34 κἀγὼ ἑώρακα, καὶ µεµαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.

35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν µαθητῶν αὐτοῦ δύο,  36 καὶ ἐµßλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει, Ἴδε ὁ ἀµνὸς τοῦ θεοῦ.  37 καὶ ἤκουσαν οἱ δύο µαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.  38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάµενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς, Τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ, Ῥαßßί [ὃ λέγεται µεθερµηνευόµενον Διδάσκαλε], ποῦ µένεις;  39 λέγει αὐτοῖς, Ἔρχεσθε καὶ ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ µένει, καὶ παρ’ αὐτῷ ἔµειναν τὴν ἡµέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.  40 Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίµωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ·  41 εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίµωνα καὶ λέγει αὐτῷ, Εὑρήκαµεν τὸν Μεσσίαν [ὅ ἐστιν µεθερµηνευόµενον Χριστός]·  42 ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐµßλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν, Σὺ εἶ Σίµων ὁ υἱὸς Ἰωάννου· σὺ κληθήσῃ Κηφᾶς [ὃ ἑρµηνεύεται Πέτρος].

43 Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀκολούθει µοι.  44 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.  45 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ, Ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόµῳ καὶ οἱ προφῆται εὑρήκαµεν, Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.  46 καὶ εἶπεν αὐτῷ Ναθαναήλ, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος, Ἔρχου καὶ ἴδε.  47 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόµενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν.  48 λέγει αὐτῷ Ναθαναήλ, Πόθεν µε γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.  49 ἀπεκρίθη αὐτῷ Ναθαναήλ, Ῥαßßί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ ßασιλεὺς εἶ τοῦ Ἰσραήλ.  50 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; µείζω τούτων ὄψῃ.  51 καὶ λέγει αὐτῷ, Ἀµὴν ἀµὴν λέγω ὑµῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναßαίνοντας καὶ καταßαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

2  Καὶ τῇ ἡµέρᾳ τῇ τρίτῃ γάµος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν ἡ µήτηρ τοῦ Ἰησοῦ ἐκεῖ·  2 ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ µαθηταὶ αὐτοῦ εἰς τὸν γάµον.  3 καὶ ὑστερήσαντος οἴνου λέγει ἡ µήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν, Οἶνον οὐκ ἔχουσιν.  4 [καὶ] λέγει αὐτῇ ὁ Ἰησοῦς, Τί ἐµοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα µου.  5 λέγει ἡ µήτηρ αὐτοῦ τοῖς διακόνοις, Ὅ τι ἂν λέγῃ ὑµῖν ποιήσατε.  6 ἦσαν δὲ ἐκεῖ λίθιναι ὑδρίαι ἓξ κατὰ τὸν καθαρισµὸν τῶν Ἰουδαίων κείµεναι, χωροῦσαι ἀνὰ µετρητὰς δύο ἢ τρεῖς.  7 λέγει αὐτοῖς ὁ Ἰησοῦς, Γεµίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέµισαν αὐτὰς ἕως ἄνω.  8 καὶ λέγει αὐτοῖς, Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ· οἱ δὲ ἤνεγκαν.  9 ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενηµένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυµφίον ὁ ἀρχιτρίκλινος  10 καὶ λέγει αὐτῷ, Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν µεθυσθῶσιν τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.  11 Ταύτην ἐποίησεν ἀρχὴν τῶν σηµείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ µαθηταὶ αὐτοῦ.

12 Μετὰ τοῦτο κατέßη εἰς Καφαρναοὺµ αὐτὸς καὶ ἡ µήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ [αὐτοῦ] καὶ οἱ µαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔµειναν οὐ πολλὰς ἡµέρας.

13 Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέßη εἰς Ἱεροσόλυµα ὁ Ἰησοῦς.  14 καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας ßόας καὶ πρόßατα καὶ περιστερὰς καὶ τοὺς κερµατιστὰς καθηµένους,  15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέßαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόßατα καὶ τοὺς ßόας, καὶ τῶν κολλυßιστῶν ἐξέχεεν τὸ κέρµα καὶ τὰς τραπέζας ἀνέτρεψεν,  16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν, Ἄρατε ταῦτα ἐντεῦθεν, µὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός µου οἶκον ἐµπορίου.  17 Ἐµνήσθησαν οἱ µαθηταὶ αὐτοῦ ὅτι γεγραµµένον ἐστίν, Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί µε.  18 ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ, Τί σηµεῖον δεικνύεις ἡµῖν, ὅτι ταῦτα ποιεῖς;  19 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡµέραις ἐγερῶ αὐτόν.  20 εἶπαν οὖν οἱ Ἰουδαῖοι, Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδοµήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡµέραις ἐγερεῖς αὐτόν;  21 ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώµατος αὐτοῦ.  22 ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐµνήσθησαν οἱ µαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς.

23 Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύµοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνοµα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σηµεῖα ἃ ἐποίει·  24 αὐτὸς δὲ Ἰησοῦς οὐκ ἐπίστευεν αὑτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας,  25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις µαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.

3  Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδηµος ὄνοµα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων·  2 οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ, Ῥαßßί, οἴδαµεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σηµεῖα ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν µὴ ᾖ ὁ θεὸς µετ’ αὐτοῦ.  3 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἀµὴν ἀµὴν λέγω σοι, ἐὰν µή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν ßασιλείαν τοῦ θεοῦ.  4 λέγει πρὸς αὐτὸν [ὁ] Νικόδηµος, Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; µὴ δύναται εἰς τὴν κοιλίαν τῆς µητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;  5 ἀπεκρίθη Ἰησοῦς, Ἀµὴν ἀµὴν λέγω σοι, ἐὰν µή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύµατος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν ßασιλείαν τοῦ θεοῦ.  6 τὸ γεγεννηµένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννηµένον ἐκ τοῦ πνεύµατος πνεῦµά ἐστιν.  7 µὴ θαυµάσῃς ὅτι εἶπόν σοι, Δεῖ ὑµᾶς γεννηθῆναι ἄνωθεν.  8 τὸ πνεῦµα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς ὁ γεγεννηµένος ἐκ τοῦ πνεύµατος.  9 ἀπεκρίθη Νικόδηµος καὶ εἶπεν αὐτῷ, Πῶς δύναται ταῦτα γενέσθαι;  10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις;  11 ἀµὴν ἀµὴν λέγω σοι ὅτι ὃ οἴδαµεν λαλοῦµεν καὶ ὃ ἑωράκαµεν µαρτυροῦµεν, καὶ τὴν µαρτυρίαν ἡµῶν οὐ λαµßάνετε.  12 εἰ τὰ ἐπίγεια εἶπον ὑµῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑµῖν τὰ ἐπουράνια πιστεύσετε;  13 καὶ οὐδεὶς ἀναßέßηκεν εἰς τὸν οὐρανὸν εἰ µὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταßάς, ὁ υἱὸς τοῦ ἀνθρώπου.  14 καὶ καθὼς Μωϋσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήµῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου,  15 ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον.

16 Οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσµον, ὥστε τὸν υἱὸν τὸν µονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν µὴ ἀπόληται ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.  17 οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσµον ἵνα κρίνῃ τὸν κόσµον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσµος δι’ αὐτοῦ.  18 ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ [δὲ] µὴ πιστεύων ἤδη κέκριται, ὅτι µὴ πεπίστευκεν εἰς τὸ ὄνοµα τοῦ µονογενοῦς υἱοῦ τοῦ θεοῦ.  19 αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσµον καὶ ἠγάπησαν οἱ ἄνθρωποι µᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα.  20 πᾶς γὰρ ὁ φαῦλα πράσσων µισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα µὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ·  21 ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα ὅτι ἐν θεῷ ἐστιν εἰργασµένα.

22 Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ µαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριßεν µετ’ αὐτῶν καὶ ἐßάπτιζεν.  23 ἦν δὲ καὶ ὁ Ἰωάννης ßαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείµ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐßαπτίζοντο·  24 οὔπω γὰρ ἦν ßεßληµένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης.  25 Ἐγένετο οὖν ζήτησις ἐκ τῶν µαθητῶν Ἰωάννου µετὰ Ἰουδαίου περὶ καθαρισµοῦ.  26 καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπαν αὐτῷ, Ῥαßßί, ὃς ἦν µετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ µεµαρτύρηκας, ἴδε οὗτος ßαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν.  27 ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν, Οὐ δύναται ἄνθρωπος λαµßάνειν οὐδὲ ἓν ἐὰν µὴ ᾖ δεδοµένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.  28 αὐτοὶ ὑµεῖς µοι µαρτυρεῖτε ὅτι εἶπον [ὅτι] Οὐκ εἰµὶ ἐγὼ ὁ Χριστός, ἀλλ’ ὅτι Ἀπεσταλµένος εἰµὶ ἔµπροσθεν ἐκείνου.  29 ὁ ἔχων τὴν νύµφην νυµφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυµφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυµφίου. αὕτη οὖν ἡ χαρὰ ἡ ἐµὴ πεπλήρωται.  30 ἐκεῖνον δεῖ αὐξάνειν, ἐµὲ δὲ ἐλαττοῦσθαι.

31 Ὁ ἄνωθεν ἐρχόµενος ἐπάνω πάντων ἐστίν· ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ. ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόµενος [ἐπάνω πάντων ἐστίν·]  32 ὃ ἑώρακεν καὶ ἤκουσεν τοῦτο µαρτυρεῖ, καὶ τὴν µαρτυρίαν αὐτοῦ οὐδεὶς λαµßάνει.  33 ὁ λαßὼν αὐτοῦ τὴν µαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεὸς ἀληθής ἐστιν.  34 ὃν γὰρ ἀπέστειλεν ὁ θεὸς τὰ ῥήµατα τοῦ θεοῦ λαλεῖ, οὐ γὰρ ἐκ µέτρου δίδωσιν τὸ πνεῦµα.  35 ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.  36 ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωήν, ἀλλ’ ἡ ὀργὴ τοῦ θεοῦ µένει ἐπ’ αὐτόν.

4  Ὡς οὖν ἔγνω ὁ Ἰησοῦς ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας µαθητὰς ποιεῖ καὶ ßαπτίζει ἢ Ἰωάννης  2 – καίτοι γε Ἰησοῦς αὐτὸς οὐκ ἐßάπτιζεν ἀλλ’ οἱ µαθηταὶ αὐτοῦ –3 ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν.  4 ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαµαρείας.  5 ἔρχεται οὖν εἰς πόλιν τῆς Σαµαρείας λεγοµένην Συχὰρ πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼß [τῷ] Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ·  6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώß. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡς ἕκτη.

7 Ἔρχεται γυνὴ ἐκ τῆς Σαµαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς, Δός µοι πεῖν·  8 οἱ γὰρ µαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν.  9 λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαµαρῖτις, Πῶς σὺ Ἰουδαῖος ὢν παρ’ ἐµοῦ πεῖν αἰτεῖς γυναικὸς Σαµαρίτιδος οὔσης; [οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαµαρίταις.]  10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός µοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.  11 λέγει αὐτῷ ἡ γυνή, Κύριε, οὔτε ἄντληµα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν ßαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;  12 µὴ σὺ µείζων εἶ τοῦ πατρὸς ἡµῶν Ἰακώß, ὃς ἔδωκεν ἡµῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέµµατα αὐτοῦ;  13 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·  14 ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ µὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλοµένου εἰς ζωὴν αἰώνιον.  15 λέγει πρὸς αὐτὸν ἡ γυνή, Κύριε, δός µοι τοῦτο τὸ ὕδωρ, ἵνα µὴ διψῶ µηδὲ διέρχωµαι ἐνθάδε ἀντλεῖν.

16 Λέγει αὐτῇ, Ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.  17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν αὐτῷ, Οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς, Καλῶς εἶπες ὅτι Ἄνδρα οὐκ ἔχω·  18 πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.  19 λέγει αὐτῷ ἡ γυνή, Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.  20 οἱ πατέρες ἡµῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑµεῖς λέγετε ὅτι ἐν Ἱεροσολύµοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ.  21 λέγει αὐτῇ ὁ Ἰησοῦς, Πίστευέ µοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύµοις προσκυνήσετε τῷ πατρί.  22 ὑµεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡµεῖς προσκυνοῦµεν ὃ οἴδαµεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.  23 ἀλλὰ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύµατι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.  24 πνεῦµα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύµατι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.  25 λέγει αὐτῷ ἡ γυνή, Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόµενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡµῖν ἅπαντα.  26 λέγει αὐτῇ ὁ Ἰησοῦς, Ἐγώ εἰµι, ὁ λαλῶν σοι.

27 Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ µαθηταὶ αὐτοῦ, καὶ ἐθαύµαζον ὅτι µετὰ γυναικὸς ἐλάλει· οὐδεὶς µέντοι εἶπεν, Τί ζητεῖς; ἤ, Τί λαλεῖς µετ’ αὐτῆς;  28 ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις,  29 Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέν µοι πάντα ὅσα ἐποίησα· µήτι οὗτός ἐστιν ὁ Χριστός;  30 ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.

31 Ἐν τῷ µεταξὺ ἠρώτων αὐτὸν οἱ µαθηταὶ λέγοντες, Ῥαßßί, φάγε.  32 ὁ δὲ εἶπεν αὐτοῖς, Ἐγὼ ßρῶσιν ἔχω φαγεῖν ἣν ὑµεῖς οὐκ οἴδατε.  33 ἔλεγον οὖν οἱ µαθηταὶ πρὸς ἀλλήλους, Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;  34 λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐµὸν ßρῶµά ἐστιν ἵνα ποιήσω τὸ θέληµα τοῦ πέµψαντός µε καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.  35 οὐχ ὑµεῖς λέγετε ὅτι Ἔτι τετράµηνός ἐστιν καὶ ὁ θερισµὸς ἔρχεται; ἰδοὺ λέγω ὑµῖν, ἐπάρατε τοὺς ὀφθαλµοὺς ὑµῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισµόν. ἤδη  36 ὁ θερίζων µισθὸν λαµßάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁµοῦ χαίρῃ καὶ ὁ θερίζων.  37 ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινὸς ὅτι Ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.  38 ἐγὼ ἀπέστειλα ὑµᾶς θερίζειν ὃ οὐχ ὑµεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑµεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.

39 Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαµαριτῶν διὰ τὸν λόγον τῆς γυναικὸς µαρτυρούσης ὅτι Εἶπέν µοι πάντα ὅσα ἐποίησα.  40 ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαµαρῖται, ἠρώτων αὐτὸν µεῖναι παρ’ αὐτοῖς· καὶ ἔµεινεν ἐκεῖ δύο ἡµέρας.  41 καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ,  42 τῇ τε γυναικὶ ἔλεγον ὅτι Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύοµεν· αὐτοὶ γὰρ ἀκηκόαµεν, καὶ οἴδαµεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσµου.

43 Μετὰ δὲ τὰς δύο ἡµέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν·  44 αὐτὸς γὰρ Ἰησοῦς ἐµαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιµὴν οὐκ ἔχει.  45 ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύµοις ἐν τῇ ἑορτῇ, καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.

46 Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. καὶ ἦν τις ßασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούµ·  47 οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα ἵνα καταßῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, ἤµελλεν γὰρ ἀποθνῄσκειν.  48 εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν, Ἐὰν µὴ σηµεῖα καὶ τέρατα ἴδητε, οὐ µὴ πιστεύσητε.  49 λέγει πρὸς αὐτὸν ὁ ßασιλικός, Κύριε, κατάßηθι πρὶν ἀποθανεῖν τὸ παιδίον µου.  50 λέγει αὐτῷ ὁ Ἰησοῦς, Πορεύου· ὁ υἱός σου ζῇ. ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐπορεύετο.  51 ἤδη δὲ αὐτοῦ καταßαίνοντος οἱ δοῦλοι αὐτοῦ ὑπήντησαν αὐτῷ λέγοντες ὅτι ὁ παῖς αὐτοῦ ζῇ.  52 ἐπύθετο οὖν τὴν ὥραν παρ’ αὐτῶν ἐν ᾗ κοµψότερον ἔσχεν· εἶπαν οὖν αὐτῷ ὅτι Ἐχθὲς ὥραν ἑßδόµην ἀφῆκεν αὐτὸν ὁ πυρετός.  53 ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.  54 Τοῦτο [δὲ] πάλιν δεύτερον σηµεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

5  Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέßη Ἰησοῦς εἰς Ἱεροσόλυµα.  2 ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύµοις ἐπὶ τῇ προßατικῇ κολυµßήθρα ἡ ἐπιλεγοµένη Ἑßραϊστὶ Βηθζαθά, πέντε στοὰς ἔχουσα.  3 ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν.  5 ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα [καὶ] ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ·  6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείµενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ, Θέλεις ὑγιὴς γενέσθαι;  7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν, Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ ßάλῃ µε εἰς τὴν κολυµßήθραν· ἐν ᾧ δὲ ἔρχοµαι ἐγὼ ἄλλος πρὸ ἐµοῦ καταßαίνει.  8 λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἔγειρε ἆρον τὸν κράßαττόν σου καὶ περιπάτει.  9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρεν τὸν κράßαττον αὐτοῦ καὶ περιεπάτει.

Ἦν δὲ σάßßατον ἐν ἐκείνῃ τῇ ἡµέρᾳ.  10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευµένῳ, Σάßßατόν ἐστιν, καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν κράßαττόν σου.  11 ὁ δὲ ἀπεκρίθη αὐτοῖς, Ὁ ποιήσας µε ὑγιῆ ἐκεῖνός µοι εἶπεν, Ἆρον τὸν κράßαττόν σου καὶ περιπάτει.  12 ἠρώτησαν αὐτόν, Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, Ἆρον καὶ περιπάτει;  13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν, ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ.  14 µετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ, Ἴδε ὑγιὴς γέγονας· µηκέτι ἁµάρτανε, ἵνα µὴ χεῖρόν σοί τι γένηται.  15 ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.  16 καὶ διὰ τοῦτο ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, ὅτι ταῦτα ἐποίει ἐν σαßßάτῳ.  17 ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς, Ὁ πατήρ µου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζοµαι.  18 διὰ τοῦτο οὖν µᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ µόνον ἔλυεν τὸ σάßßατον ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ.

19 Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ ἔλεγεν αὐτοῖς, Ἀµὴν ἀµὴν λέγω ὑµῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν ἐὰν µή τι ßλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁµοίως ποιεῖ.  20 ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ µείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑµεῖς θαυµάζητε.  21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ.  22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ,  23 ἵνα πάντες τιµῶσι τὸν υἱὸν καθὼς τιµῶσι τὸν πατέρα. ὁ µὴ τιµῶν τὸν υἱὸν οὐ τιµᾷ τὸν πατέρα τὸν πέµψαντα αὐτόν.  24 Ἀµὴν ἀµὴν λέγω ὑµῖν ὅτι ὁ τὸν λόγον µου ἀκούων καὶ πιστεύων τῷ πέµψαντί µε ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ µεταßέßηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.  25 ἀµὴν ἀµὴν λέγω ὑµῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσουσιν τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ζήσουσιν.  26 ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ·  27 καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν.  28 µὴ θαυµάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς µνηµείοις ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ  29 καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.

30 Οὐ δύναµαι ἐγὼ ποιεῖν ἀπ’ ἐµαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐµὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέληµα τὸ ἐµὸν ἀλλὰ τὸ θέληµα τοῦ πέµψαντός µε.

31 ἐὰν ἐγὼ µαρτυρῶ περὶ ἐµαυτοῦ, ἡ µαρτυρία µου οὐκ ἔστιν ἀληθής·  32 ἄλλος ἐστὶν ὁ µαρτυρῶν περὶ ἐµοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ µαρτυρία ἣν µαρτυρεῖ περὶ ἐµοῦ.  33 ὑµεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ µεµαρτύρηκεν τῇ ἀληθείᾳ·  34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν µαρτυρίαν λαµßάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑµεῖς σωθῆτε.  35 ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόµενος καὶ φαίνων, ὑµεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.  36 ἐγὼ δὲ ἔχω τὴν µαρτυρίαν µείζω τοῦ Ἰωάννου· τὰ γὰρ ἔργα ἃ δέδωκέν µοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ποιῶ, µαρτυρεῖ περὶ ἐµοῦ ὅτι ὁ πατήρ µε ἀπέσταλκεν·  37 καὶ ὁ πέµψας µε πατὴρ ἐκεῖνος µεµαρτύρηκεν περὶ ἐµοῦ. οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε,  38 καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑµῖν µένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑµεῖς οὐ πιστεύετε.  39 ἐραυνᾶτε τὰς γραφάς, ὅτι ὑµεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ µαρτυροῦσαι περὶ ἐµοῦ·  40 καὶ οὐ θέλετε ἐλθεῖν πρός µε ἵνα ζωὴν ἔχητε.

41 Δόξαν παρὰ ἀνθρώπων οὐ λαµßάνω,  42 ἀλλὰ ἔγνωκα ὑµᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς.  43 ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόµατι τοῦ πατρός µου καὶ οὐ λαµßάνετέ µε· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόµατι τῷ ἰδίῳ, ἐκεῖνον λήµψεσθε.  44 πῶς δύνασθε ὑµεῖς πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαµßάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ µόνου θεοῦ οὐ ζητεῖτε;  45 µὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑµῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑµῶν Μωϋσῆς, εἰς ὃν ὑµεῖς ἠλπίκατε.  46 εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐµοί, περὶ γὰρ ἐµοῦ ἐκεῖνος ἔγραψεν.  47 εἰ δὲ τοῖς ἐκείνου γράµµασιν οὐ πιστεύετε, πῶς τοῖς ἐµοῖς ῥήµασιν πιστεύσετε;

6  Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιßεριάδος.  2 ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὅτι ἐθεώρουν τὰ σηµεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.  3 ἀνῆλθεν δὲ εἰς τὸ ὄρος Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο µετὰ τῶν µαθητῶν αὐτοῦ.  4 ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.  5 ἐπάρας οὖν τοὺς ὀφθαλµοὺς ὁ Ἰησοῦς καὶ θεασάµενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει πρὸς Φίλιππον, Πόθεν ἀγοράσωµεν ἄρτους ἵνα φάγωσιν οὗτοι;  6 τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἔµελλεν ποιεῖν.  7 ἀπεκρίθη αὐτῷ ὁ Φίλιππος, Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος ßραχύ τι λάßῃ.  8 λέγει αὐτῷ εἷς ἐκ τῶν µαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίµωνος Πέτρου,  9 Ἔστιν παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;  10 εἶπεν ὁ Ἰησοῦς, Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθµὸν ὡς πεντακισχίλιοι.  11 ἔλαßεν οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς ἀνακειµένοις, ὁµοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον.  12 ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς µαθηταῖς αὐτοῦ, Συναγάγετε τὰ περισσεύσαντα κλάσµατα, ἵνα µή τι ἀπόληται.  13 συνήγαγον οὖν, καὶ ἐγέµισαν δώδεκα κοφίνους κλασµάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσαν τοῖς ßεßρωκόσιν.  14 Οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σηµεῖον ἔλεγον ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόµενος εἰς τὸν κόσµον.  15 Ἰησοῦς οὖν γνοὺς ὅτι µέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν ßασιλέα ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς µόνος.

16 Ὡς δὲ ὀψία ἐγένετο κατέßησαν οἱ µαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν,  17 καὶ ἐµßάντες εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούµ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς,  18 ἥ τε θάλασσα ἀνέµου µεγάλου πνέοντος διεγείρετο.  19 ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόµενον, καὶ ἐφοßήθησαν.  20 ὁ δὲ λέγει αὐτοῖς, Ἐγώ εἰµι, µὴ φοßεῖσθε.  21 ἤθελον οὖν λαßεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.

22 Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ µὴ ἕν, καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς µαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοῖον ἀλλὰ µόνοι οἱ µαθηταὶ αὐτοῦ ἀπῆλθον·  23 ἄλλα ἦλθεν πλοῖα ἐκ Τιßεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον [εὐχαριστήσαντος τοῦ κυρίου].  24 ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ µαθηταὶ αὐτοῦ, ἐνέßησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺµ ζητοῦντες τὸν Ἰησοῦν.  25 καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ, Ῥαßßί, πότε ὧδε γέγονας;  26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν, Ἀµὴν ἀµὴν λέγω ὑµῖν, ζητεῖτέ µε οὐχ ὅτι εἴδετε σηµεῖα ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.  27 ἐργάζεσθε µὴ τὴν ßρῶσιν τὴν ἀπολλυµένην ἀλλὰ τὴν ßρῶσιν τὴν µένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑµῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός.  28 εἶπον οὖν πρὸς αὐτόν, Τί ποιῶµεν ἵνα ἐργαζώµεθα τὰ ἔργα τοῦ θεοῦ;  29 ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.  30 εἶπον οὖν αὐτῷ, Τί οὖν ποιεῖς σὺ σηµεῖον, ἵνα ἴδωµεν καὶ πιστεύσωµέν σοι; τί ἐργάζῃ;  31 οἱ πατέρες ἡµῶν τὸ µάννα ἔφαγον ἐν τῇ ἐρήµῳ, καθώς ἐστιν γεγραµµένον, Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.  32 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἀµὴν ἀµὴν λέγω ὑµῖν, οὐ Μωϋσῆς δέδωκεν ὑµῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὁ πατήρ µου δίδωσιν ὑµῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν·  33 ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταßαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσµῳ.

34 Εἶπον οὖν πρὸς αὐτόν, Κύριε, πάντοτε δὸς ἡµῖν τὸν ἄρτον τοῦτον.  35 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Ἐγώ εἰµι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόµενος πρός µε οὐ µὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐµὲ οὐ µὴ διψήσει πώποτε.  36 ἀλλ’ εἶπον ὑµῖν ὅτι καὶ ἑωράκατέ [µε] καὶ οὐ πιστεύετε.  37 Πᾶν ὃ δίδωσίν µοι ὁ πατὴρ πρὸς ἐµὲ ἥξει, καὶ τὸν ἐρχόµενον πρὸς ἐµὲ οὐ µὴ ἐκßάλω ἔξω,  38 ὅτι καταßέßηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέληµα τὸ ἐµὸν ἀλλὰ τὸ θέληµα τοῦ πέµψαντός µε·  39 τοῦτο δέ ἐστιν τὸ θέληµα τοῦ πέµψαντός µε, ἵνα πᾶν ὃ δέδωκέν µοι µὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω αὐτὸ [ἐν] τῇ ἐσχάτῃ ἡµέρᾳ.  40 τοῦτο γάρ ἐστιν τὸ θέληµα τοῦ πατρός µου, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ [ἐν] τῇ ἐσχάτῃ ἡµέρᾳ.

41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν, Ἐγώ εἰµι ὁ ἄρτος ὁ καταßὰς ἐκ τοῦ οὐρανοῦ,  42 καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡµεῖς οἴδαµεν τὸν πατέρα καὶ τὴν µητέρα; πῶς νῦν λέγει ὅτι Ἐκ τοῦ οὐρανοῦ καταßέßηκα;  43 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Μὴ γογγύζετε µετ’ ἀλλήλων.  44 οὐδεὶς δύναται ἐλθεῖν πρός µε ἐὰν µὴ ὁ πατὴρ ὁ πέµψας µε ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡµέρᾳ.  45 ἔστιν γεγραµµένον ἐν τοῖς προφήταις, Καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ· πᾶς ὁ ἀκούσας παρὰ τοῦ πατρὸς καὶ µαθὼν ἔρχεται πρὸς ἐµέ.  46 οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις εἰ µὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα.  47 ἀµὴν ἀµὴν λέγω ὑµῖν, ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον.  48 ἐγώ εἰµι ὁ ἄρτος τῆς ζωῆς.  49 οἱ πατέρες ὑµῶν ἔφαγον ἐν τῇ ἐρήµῳ τὸ µάννα καὶ ἀπέθανον·  50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταßαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ µὴ ἀποθάνῃ.  51 ἐγώ εἰµι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταßάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσει εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ µού ἐστιν ὑπὲρ τῆς τοῦ κόσµου ζωῆς.

52 Ἐµάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες, Πῶς δύναται οὗτος ἡµῖν δοῦναι τὴν σάρκα [αὐτοῦ] φαγεῖν;  53 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἀµὴν ἀµὴν λέγω ὑµῖν, ἐὰν µὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷµα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.  54 ὁ τρώγων µου τὴν σάρκα καὶ πίνων µου τὸ αἷµα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡµέρᾳ·  55 ἡ γὰρ σάρξ µου ἀληθής ἐστιν ßρῶσις, καὶ τὸ αἷµά µου ἀληθής ἐστιν πόσις.  56 ὁ τρώγων µου τὴν σάρκα καὶ πίνων µου τὸ αἷµα ἐν ἐµοὶ µένει κἀγὼ ἐν αὐτῷ.  57 καθὼς ἀπέστειλέν µε ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων µε κἀκεῖνος ζήσει δι’ ἐµέ.  58 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταßάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα.  59 Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούµ.

60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν µαθητῶν αὐτοῦ εἶπαν, Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν;  61 εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ µαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς, Τοῦτο ὑµᾶς σκανδαλίζει;  62 ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναßαίνοντα ὅπου ἦν τὸ πρότερον;  63 τὸ πνεῦµά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήµατα ἃ ἐγὼ λελάληκα ὑµῖν πνεῦµά ἐστιν καὶ ζωή ἐστιν.  64 ἀλλ’ εἰσὶν ἐξ ὑµῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ µὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.  65 καὶ ἔλεγεν, Διὰ τοῦτο εἴρηκα ὑµῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός µε ἐὰν µὴ ᾖ δεδοµένον αὐτῷ ἐκ τοῦ πατρός.

66 Ἐκ τούτου [οὖν] πολλοὶ ἐκ τῶν µαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι µετ’ αὐτοῦ περιεπάτουν.  67 εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα, Μὴ καὶ ὑµεῖς θέλετε ὑπάγειν;  68 ἀπεκρίθη αὐτῷ Σίµων Πέτρος, Κύριε, πρὸς τίνα ἀπελευσόµεθα; ῥήµατα ζωῆς αἰωνίου ἔχεις,  69 καὶ ἡµεῖς πεπιστεύκαµεν καὶ ἐγνώκαµεν ὅτι σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ.  70 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Οὐκ ἐγὼ ὑµᾶς τοὺς δώδεκα ἐξελεξάµην, καὶ ἐξ ὑµῶν εἷς διάßολός ἐστιν;  71 ἔλεγεν δὲ τὸν Ἰούδαν Σίµωνος Ἰσκαριώτου· οὗτος γὰρ ἔµελλεν παραδιδόναι αὐτόν, εἷς [ὢν] ἐκ τῶν δώδεκα.

7  Καὶ µετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.  2 ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία.  3 εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, Μετάßηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ µαθηταί σου θεωρήσουσιν [σοῦ] τὰ ἔργα ἃ ποιεῖς·  4 οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσµῳ.  5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.  6 λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ὁ καιρὸς ὁ ἐµὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑµέτερος πάντοτέ ἐστιν ἕτοιµος.  7 οὐ δύναται ὁ κόσµος µισεῖν ὑµᾶς, ἐµὲ δὲ µισεῖ, ὅτι ἐγὼ µαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.  8 ὑµεῖς ἀνάßητε εἰς τὴν ἑορτήν· ἐγὼ οὐκ ἀναßαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐµὸς καιρὸς οὔπω πεπλήρωται.  9 ταῦτα δὲ εἰπὼν αὐτὸς ἔµεινεν ἐν τῇ Γαλιλαίᾳ.

10 Ὡς δὲ ἀνέßησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέßη, οὐ φανερῶς ἀλλ’ ἐν κρυπτῷ.  11 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος;  12 καὶ γογγυσµὸς περὶ αὐτοῦ ἦν [πολὺς] ἐν τῷ ὄχλῳ· οἱ µὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν, ἄλλοι [δὲ] ἔλεγον, Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.  13 οὐδεὶς µέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόßον τῶν Ἰουδαίων.

14 Ἤδη δὲ τῆς ἑορτῆς µεσούσης ἀνέßη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν.  15 ἐθαύµαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος γράµµατα οἶδεν µὴ µεµαθηκώς;  16 ἀπεκρίθη οὖν αὐτοῖς [ὁ] Ἰησοῦς καὶ εἶπεν, Ἡ ἐµὴ διδαχὴ οὐκ ἔστιν ἐµὴ ἀλλὰ τοῦ πέµψαντός µε·  17 ἐάν τις θέλῃ τὸ θέληµα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ’ ἐµαυτοῦ λαλῶ.  18 ὁ ἀφ’ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέµψαντος αὐτόν, οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.  19 οὐ Μωϋσῆς δέδωκεν ὑµῖν τὸν νόµον; καὶ οὐδεὶς ἐξ ὑµῶν ποιεῖ τὸν νόµον. τί µε ζητεῖτε ἀποκτεῖναι;  20 ἀπεκρίθη ὁ ὄχλος, Δαιµόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;  21 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυµάζετε.  22 διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑµῖν τὴν περιτοµήν – οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλ’ ἐκ τῶν πατέρων – καὶ ἐν σαßßάτῳ περιτέµνετε ἄνθρωπον.  23 εἰ περιτοµὴν λαµßάνει ἄνθρωπος ἐν σαßßάτῳ ἵνα µὴ λυθῇ ὁ νόµος Μωϋσέως, ἐµοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαßßάτῳ;  24 µὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε.

25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυµιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;  26 καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν. µήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ Χριστός;  27 ἀλλὰ τοῦτον οἴδαµεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν.  28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων, Κἀµὲ οἴδατε καὶ οἴδατε πόθεν εἰµί· καὶ ἀπ’ ἐµαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ἔστιν ἀληθινὸς ὁ πέµψας µε, ὃν ὑµεῖς οὐκ οἴδατε·  29 ἐγὼ οἶδα αὐτόν, ὅτι παρ’ αὐτοῦ εἰµι κἀκεῖνός µε ἀπέστειλεν.  30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέßαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.  31 Ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον, Ὁ Χριστὸς ὅταν ἔλθῃ µὴ πλείονα σηµεῖα ποιήσει ὧν οὗτος ἐποίησεν;

32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν.  33 εἶπεν οὖν ὁ Ἰησοῦς, Ἔτι χρόνον µικρὸν µεθ’ ὑµῶν εἰµι καὶ ὑπάγω πρὸς τὸν πέµψαντά µε.  34 ζητήσετέ µε καὶ οὐχ εὑρήσετέ [µε], καὶ ὅπου εἰµὶ ἐγὼ ὑµεῖς οὐ δύνασθε ἐλθεῖν.  35 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, Ποῦ οὗτος µέλλει πορεύεσθαι ὅτι ἡµεῖς οὐχ εὑρήσοµεν αὐτόν; µὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων µέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας;  36 τίς ἐστιν ὁ λόγος οὗτος ὃν εἶπεν, Ζητήσετέ µε καὶ οὐχ εὑρήσετέ [µε], καὶ ὅπου εἰµὶ ἐγὼ ὑµεῖς οὐ δύνασθε ἐλθεῖν;

37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡµέρᾳ τῇ µεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν λέγων, Ἐάν τις διψᾷ ἐρχέσθω πρός µε καὶ πινέτω.  38 ὁ πιστεύων εἰς ἐµέ, καθὼς εἶπεν ἡ γραφή, ποταµοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.  39 τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύµατος ὃ ἔµελλον λαµßάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦµα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.

40 Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον, Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης·  41 ἄλλοι ἔλεγον, Οὗτός ἐστιν ὁ Χριστός· οἱ δὲ ἔλεγον, Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;  42 οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρµατος Δαυίδ, καὶ ἀπὸ Βηθλέεµ τῆς κώµης ὅπου ἦν Δαυίδ, ὁ Χριστὸς ἔρχεται;  43 σχίσµα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι’ αὐτόν.  44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ’ οὐδεὶς ἐπέßαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας.

45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, Διὰ τί οὐκ ἠγάγετε αὐτόν;  46 ἀπεκρίθησαν οἱ ὑπηρέται, Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος.  47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, Μὴ καὶ ὑµεῖς πεπλάνησθε;  48 µή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;  49 ἀλλὰ ὁ ὄχλος οὗτος ὁ µὴ γινώσκων τὸν νόµον ἐπάρατοί εἰσιν.  50 λέγει Νικόδηµος πρὸς αὐτούς, ὁ ἐλθὼν πρὸς αὐτὸν τὸ πρότερον, εἷς ὢν ἐξ αὐτῶν,  51 Μὴ ὁ νόµος ἡµῶν κρίνει τὸν ἄνθρωπον ἐὰν µὴ ἀκούσῃ πρῶτον παρ’ αὐτοῦ καὶ γνῷ τί ποιεῖ;  52 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγείρεται.

[[53 Καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ,

8  Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.  2 Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν, καὶ καθίσας ἐδίδασκεν αὐτούς.  3 ἄγουσιν δὲ οἱ γραµµατεῖς καὶ οἱ Φαρισαῖοι γυναῖκα ἐπὶ µοιχείᾳ κατειληµµένην, καὶ στήσαντες αὐτὴν ἐν µέσῳ  4 λέγουσιν αὐτῷ, Διδάσκαλε, αὕτη ἡ γυνὴ κατείληπται ἐπ’ αὐτοφώρῳ µοιχευοµένη·  5 ἐν δὲ τῷ νόµῳ ἡµῖν Μωϋσῆς ἐνετείλατο τὰς τοιαύτας λιθάζειν· σὺ οὖν τί λέγεις;  6 τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ κατέγραφεν εἰς τὴν γῆν.  7 ὡς δὲ ἐπέµενον ἐρωτῶντες [αὐτόν], ἀνέκυψεν καὶ εἶπεν αὐτοῖς, Ὁ ἀναµάρτητος ὑµῶν πρῶτος ἐπ’ αὐτὴν ßαλέτω λίθον·  8 καὶ πάλιν κατακύψας ἔγραφεν εἰς τὴν γῆν.  9 οἱ δὲ ἀκούσαντες ἐξήρχοντο εἷς καθ’ εἷς ἀρξάµενοι ἀπὸ τῶν πρεσßυτέρων, καὶ κατελείφθη µόνος, καὶ ἡ γυνὴ ἐν µέσῳ οὖσα.  10 ἀνακύψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ, Γύναι, ποῦ εἰσιν; οὐδείς σε κατέκρινεν;  11 ἡ δὲ εἶπεν, Οὐδείς, κύριε. εἶπεν δὲ ὁ Ἰησοῦς, Οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου, [καὶ] ἀπὸ τοῦ νῦν µηκέτι ἁµάρτανε.]]

12 Πάλιν οὖν αὐτοῖς ἐλάλησεν ὁ Ἰησοῦς λέγων, Ἐγώ εἰµι τὸ φῶς τοῦ κόσµου· ὁ ἀκολουθῶν ἐµοὶ οὐ µὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.  13 εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι, Σὺ περὶ σεαυτοῦ µαρτυρεῖς· ἡ µαρτυρία σου οὐκ ἔστιν ἀληθής.  14 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Κἂν ἐγὼ µαρτυρῶ περὶ ἐµαυτοῦ, ἀληθής ἐστιν ἡ µαρτυρία µου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑµεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχοµαι ἢ ποῦ ὑπάγω.  15 ὑµεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα.  16 καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐµὴ ἀληθινή ἐστιν, ὅτι µόνος οὐκ εἰµί, ἀλλ’ ἐγὼ καὶ ὁ πέµψας µε πατήρ.  17 καὶ ἐν τῷ νόµῳ δὲ τῷ ὑµετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ µαρτυρία ἀληθής ἐστιν.  18 ἐγώ εἰµι ὁ µαρτυρῶν περὶ ἐµαυτοῦ καὶ µαρτυρεῖ περὶ ἐµοῦ ὁ πέµψας µε πατήρ.  19 ἔλεγον οὖν αὐτῷ, Ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθη Ἰησοῦς, Οὔτε ἐµὲ οἴδατε οὔτε τὸν πατέρα µου· εἰ ἐµὲ ᾔδειτε, καὶ τὸν πατέρα µου ἂν ᾔδειτε.  20 Ταῦτα τὰ ῥήµατα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.

21 Εἶπεν οὖν πάλιν αὐτοῖς, Ἐγὼ ὑπάγω καὶ ζητήσετέ µε, καὶ ἐν τῇ ἁµαρτίᾳ ὑµῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑµεῖς οὐ δύνασθε ἐλθεῖν.  22 ἔλεγον οὖν οἱ Ἰουδαῖοι, Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει, Ὅπου ἐγὼ ὑπάγω ὑµεῖς οὐ δύνασθε ἐλθεῖν;  23 καὶ ἔλεγεν αὐτοῖς, Ὑµεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰµί· ὑµεῖς ἐκ τούτου τοῦ κόσµου ἐστέ, ἐγὼ οὐκ εἰµὶ ἐκ τοῦ κόσµου τούτου.  24 εἶπον οὖν ὑµῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁµαρτίαις ὑµῶν· ἐὰν γὰρ µὴ πιστεύσητε ὅτι ἐγώ εἰµι, ἀποθανεῖσθε ἐν ταῖς ἁµαρτίαις ὑµῶν.  25 ἔλεγον οὖν αὐτῷ, Σὺ τίς εἶ; εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑµῖν;  26 πολλὰ ἔχω περὶ ὑµῶν λαλεῖν καὶ κρίνειν· ἀλλ’ ὁ πέµψας µε ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρ’ αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσµον.  27 οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν.  28 εἶπεν οὖν [αὐτοῖς] ὁ Ἰησοῦς, Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰµι, καὶ ἀπ’ ἐµαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν µε ὁ πατὴρ ταῦτα λαλῶ.  29 καὶ ὁ πέµψας µε µετ’ ἐµοῦ ἐστιν· οὐκ ἀφῆκέν µε µόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.  30 Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.

31 Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους, Ἐὰν ὑµεῖς µείνητε ἐν τῷ λόγῳ τῷ ἐµῷ, ἀληθῶς µαθηταί µού ἐστε,  32 καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑµᾶς.  33 ἀπεκρίθησαν πρὸς αὐτόν, Σπέρµα Ἀßραάµ ἐσµεν καὶ οὐδενὶ δεδουλεύκαµεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε;  34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Ἀµὴν ἀµὴν λέγω ὑµῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁµαρτίαν δοῦλός ἐστιν [τῆς ἁµαρτίας].  35 ὁ δὲ δοῦλος οὐ µένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς µένει εἰς τὸν αἰῶνα.  36 ἐὰν οὖν ὁ υἱὸς ὑµᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.  37 οἶδα ὅτι σπέρµα Ἀßραάµ ἐστε· ἀλλὰ ζητεῖτέ µε ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐµὸς οὐ χωρεῖ ἐν ὑµῖν.  38 ἃ ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ· καὶ ὑµεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε.

39 Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, Ὁ πατὴρ ἡµῶν Ἀßραάµ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς, Εἰ τέκνα τοῦ Ἀßραάµ ἐστε, τὰ ἔργα τοῦ Ἀßραὰµ ἐποιεῖτε·  40 νῦν δὲ ζητεῖτέ µε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑµῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀßραὰµ οὐκ ἐποίησεν.  41 ὑµεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑµῶν. εἶπαν [οὖν] αὐτῷ, Ἡµεῖς ἐκ πορνείας οὐ γεγεννήµεθα· ἕνα πατέρα ἔχοµεν τὸν θεόν.  42 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Εἰ ὁ θεὸς πατὴρ ὑµῶν ἦν, ἠγαπᾶτε ἂν ἐµέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ’ ἐµαυτοῦ ἐλήλυθα, ἀλλ’ ἐκεῖνός µε ἀπέστειλεν.  43 διὰ τί τὴν λαλιὰν τὴν ἐµὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐµόν.  44 ὑµεῖς ἐκ τοῦ πατρὸς τοῦ διαßόλου ἐστὲ καὶ τὰς ἐπιθυµίας τοῦ πατρὸς ὑµῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ.  45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ µοι.  46 τίς ἐξ ὑµῶν ἐλέγχει µε περὶ ἁµαρτίας; εἰ ἀλήθειαν λέγω, διὰ τί ὑµεῖς οὐ πιστεύετέ µοι;  47 ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήµατα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑµεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ.

48 Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ, Οὐ καλῶς λέγοµεν ἡµεῖς ὅτι Σαµαρίτης εἶ σὺ καὶ δαιµόνιον ἔχεις;  49 ἀπεκρίθη Ἰησοῦς, Ἐγὼ δαιµόνιον οὐκ ἔχω, ἀλλὰ τιµῶ τὸν πατέρα µου, καὶ ὑµεῖς ἀτιµάζετέ µε.  50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν µου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.  51 ἀµὴν ἀµὴν λέγω ὑµῖν, ἐάν τις τὸν ἐµὸν λόγον τηρήσῃ, θάνατον οὐ µὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.  52 εἶπον [οὖν] αὐτῷ οἱ Ἰουδαῖοι, Νῦν ἐγνώκαµεν ὅτι δαιµόνιον ἔχεις. Ἀßραὰµ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, Ἐάν τις τὸν λόγον µου τηρήσῃ, οὐ µὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα.  53 µὴ σὺ µείζων εἶ τοῦ πατρὸς ἡµῶν Ἀßραάµ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν ποιεῖς;  54 ἀπεκρίθη Ἰησοῦς, Ἐὰν ἐγὼ δοξάσω ἐµαυτόν, ἡ δόξα µου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ µου ὁ δοξάζων µε, ὃν ὑµεῖς λέγετε ὅτι θεὸς ἡµῶν ἐστιν·  55 καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν. κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσοµαι ὅµοιος ὑµῖν ψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ.  56 Ἀßραὰµ ὁ πατὴρ ὑµῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡµέραν τὴν ἐµήν, καὶ εἶδεν καὶ ἐχάρη.  57 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν, Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀßραὰµ ἑώρακας;  58 εἶπεν αὐτοῖς Ἰησοῦς, Ἀµὴν ἀµὴν λέγω ὑµῖν, πρὶν Ἀßραὰµ γενέσθαι ἐγὼ εἰµί.  59 ἦραν οὖν λίθους ἵνα ßάλωσιν ἐπ’ αὐτόν· Ἰησοῦς δὲ ἐκρύßη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ.

9  Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.  2 καὶ ἠρώτησαν αὐτὸν οἱ µαθηταὶ αὐτοῦ λέγοντες, Ῥαßßί, τίς ἥµαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;  3 ἀπεκρίθη Ἰησοῦς, Οὔτε οὗτος ἥµαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ.  4 ἡµᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέµψαντός µε ἕως ἡµέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.  5 ὅταν ἐν τῷ κόσµῳ ὦ, φῶς εἰµι τοῦ κόσµου.  6 ταῦτα εἰπὼν ἔπτυσεν χαµαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσµατος, καὶ ἐπέχρισεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλµοὺς  7 καὶ εἶπεν αὐτῷ, Ὕπαγε νίψαι εἰς τὴν κολυµßήθραν τοῦ Σιλωάµ [ὃ ἑρµηνεύεται Ἀπεσταλµένος]. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν ßλέπων.  8 Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ καθήµενος καὶ προσαιτῶν;  9 ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοι ἔλεγον, Οὐχί, ἀλλὰ ὅµοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰµι.  10 ἔλεγον οὖν αὐτῷ, Πῶς [οὖν] ἠνεῴχθησάν σου οἱ ὀφθαλµοί;  11 ἀπεκρίθη ἐκεῖνος, Ὁ ἄνθρωπος ὁ λεγόµενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν µου τοὺς ὀφθαλµοὺς καὶ εἶπέν µοι ὅτι Ὕπαγε εἰς τὸν Σιλωὰµ καὶ νίψαι· ἀπελθὼν οὖν καὶ νιψάµενος ἀνέßλεψα.  12 καὶ εἶπαν αὐτῷ, Ποῦ ἐστιν ἐκεῖνος; λέγει, Οὐκ οἶδα.

13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν.  14 ἦν δὲ σάßßατον ἐν ᾗ ἡµέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλµούς.  15 πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέßλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς, Πηλὸν ἐπέθηκέν µου ἐπὶ τοὺς ὀφθαλµούς, καὶ ἐνιψάµην, καὶ ßλέπω.  16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάßßατον οὐ τηρεῖ. ἄλλοι [δὲ] ἔλεγον, Πῶς δύναται ἄνθρωπος ἁµαρτωλὸς τοιαῦτα σηµεῖα ποιεῖν; καὶ σχίσµα ἦν ἐν αὐτοῖς.  17 λέγουσιν οὖν τῷ τυφλῷ πάλιν, Τί σὺ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλµούς; ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν.  18 Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέßλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναßλέψαντος  19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες, Οὗτός ἐστιν ὁ υἱὸς ὑµῶν, ὃν ὑµεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ßλέπει ἄρτι;  20 ἀπεκρίθησαν οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν, Οἴδαµεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡµῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη·  21 πῶς δὲ νῦν ßλέπει οὐκ οἴδαµεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλµοὺς ἡµεῖς οὐκ οἴδαµεν· αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.  22 ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοßοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁµολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται.  23 διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι Ἡλικίαν ἔχει, αὐτὸν ἐπερωτήσατε.

24 Ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ, Δὸς δόξαν τῷ θεῷ· ἡµεῖς οἴδαµεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁµαρτωλός ἐστιν.  25 ἀπεκρίθη οὖν ἐκεῖνος, Εἰ ἁµαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι ßλέπω.  26 εἶπον οὖν αὐτῷ, Τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλµούς;  27 ἀπεκρίθη αὐτοῖς, Εἶπον ὑµῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; µὴ καὶ ὑµεῖς θέλετε αὐτοῦ µαθηταὶ γενέσθαι;  28 καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον, Σὺ µαθητὴς εἶ ἐκείνου, ἡµεῖς δὲ τοῦ Μωϋσέως ἐσµὲν µαθηταί·  29 ἡµεῖς οἴδαµεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαµεν πόθεν ἐστίν.  30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, Ἐν τούτῳ γὰρ τὸ θαυµαστόν ἐστιν ὅτι ὑµεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν µου τοὺς ὀφθαλµούς.  31 οἴδαµεν ὅτι ἁµαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, ἀλλ’ ἐάν τις θεοσεßὴς ᾖ καὶ τὸ θέληµα αὐτοῦ ποιῇ τούτου ἀκούει.  32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέν τις ὀφθαλµοὺς τυφλοῦ γεγεννηµένου·  33 εἰ µὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.  34 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Ἐν ἁµαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡµᾶς; καὶ ἐξέßαλον αὐτὸν ἔξω.

35 Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέßαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν [αὐτῷ], Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου;  36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;  37 εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν µετὰ σοῦ ἐκεῖνός ἐστιν.  38 ὁ δὲ ἔφη, Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ.  39 καὶ εἶπεν ὁ Ἰησοῦς, Εἰς κρίµα ἐγὼ εἰς τὸν κόσµον τοῦτον ἦλθον, ἵνα οἱ µὴ ßλέποντες ßλέπωσιν καὶ οἱ ßλέποντες τυφλοὶ γένωνται.

40 Ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ µετ’ αὐτοῦ ὄντες, καὶ εἶπον αὐτῷ, Μὴ καὶ ἡµεῖς τυφλοί ἐσµεν;  41 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁµαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέποµεν· ἡ ἁµαρτία ὑµῶν µένει.

10  Ἀµὴν ἀµὴν λέγω ὑµῖν, ὁ µὴ εἰσερχόµενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προßάτων ἀλλὰ ἀναßαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής·  2 ὁ δὲ εἰσερχόµενος διὰ τῆς θύρας ποιµήν ἐστιν τῶν προßάτων.  3 τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόßατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόßατα φωνεῖ κατ’ ὄνοµα καὶ ἐξάγει αὐτά.  4 ὅταν τὰ ἴδια πάντα ἐκßάλῃ, ἔµπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόßατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ·  5 ἀλλοτρίῳ δὲ οὐ µὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν.  6 Ταύτην τὴν παροιµίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.

7 Εἶπεν οὖν πάλιν ὁ Ἰησοῦς, Ἀµὴν ἀµὴν λέγω ὑµῖν ὅτι ἐγώ εἰµι ἡ θύρα τῶν προßάτων.  8 πάντες ὅσοι ἦλθον [πρὸ ἐµοῦ] κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόßατα.  9 ἐγώ εἰµι ἡ θύρα· δι’ ἐµοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νοµὴν εὑρήσει.  10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ µὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν.  11 Ἐγώ εἰµι ὁ ποιµὴν ὁ καλός· ὁ ποιµὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προßάτων·  12 ὁ µισθωτὸς καὶ οὐκ ὢν ποιµήν, οὗ οὐκ ἔστιν τὰ πρόßατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόµενον καὶ ἀφίησιν τὰ πρόßατα καὶ φεύγει – καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει –13 ὅτι µισθωτός ἐστιν καὶ οὐ µέλει αὐτῷ περὶ τῶν προßάτων.  14 Ἐγώ εἰµι ὁ ποιµὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐµὰ καὶ γινώσκουσί µε τὰ ἐµά,  15 καθὼς γινώσκει µε ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν µου τίθηµι ὑπὲρ τῶν προßάτων.  16 καὶ ἄλλα πρόßατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ µε ἀγαγεῖν, καὶ τῆς φωνῆς µου ἀκούσουσιν, καὶ γενήσονται µία ποίµνη, εἷς ποιµήν.  17 διὰ τοῦτό µε ὁ πατὴρ ἀγαπᾷ ὅτι ἐγὼ τίθηµι τὴν ψυχήν µου, ἵνα πάλιν λάßω αὐτήν.  18 οὐδεὶς αἴρει αὐτὴν ἀπ’ ἐµοῦ, ἀλλ’ ἐγὼ τίθηµι αὐτὴν ἀπ’ ἐµαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαßεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαßον παρὰ τοῦ πατρός µου.

19 Σχίσµα πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους.  20 ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, Δαιµόνιον ἔχει καὶ µαίνεται· τί αὐτοῦ ἀκούετε;  21 ἄλλοι ἔλεγον, Ταῦτα τὰ ῥήµατα οὐκ ἔστιν δαιµονιζοµένου· µὴ δαιµόνιον δύναται τυφλῶν ὀφθαλµοὺς ἀνοῖξαι;

22 Ἐγένετο τότε τὰ ἐγκαίνια ἐν τοῖς Ἱεροσολύµοις· χειµὼν ἦν,  23 καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολοµῶνος.  24 ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ, Ἕως πότε τὴν ψυχὴν ἡµῶν αἴρεις; εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡµῖν παρρησίᾳ.  25 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Εἶπον ὑµῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόµατι τοῦ πατρός µου ταῦτα µαρτυρεῖ περὶ ἐµοῦ·  26 ἀλλὰ ὑµεῖς οὐ πιστεύετε, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προßάτων τῶν ἐµῶν.  27 τὰ πρόßατα τὰ ἐµὰ τῆς φωνῆς µου ἀκούουσιν, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν µοι,  28 κἀγὼ δίδωµι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ µὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός µου.  29 ὁ πατήρ µου ὃ δέδωκέν µοι πάντων µεῖζόν ἐστιν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός.  30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσµεν.

31 Ἐßάστασαν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν.  32 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Πολλὰ ἔργα καλὰ ἔδειξα ὑµῖν ἐκ τοῦ πατρός· διὰ ποῖον αὐτῶν ἔργον ἐµὲ λιθάζετε;  33 ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Περὶ καλοῦ ἔργου οὐ λιθάζοµέν σε ἀλλὰ περὶ ßλασφηµίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν.  34 ἀπεκρίθη αὐτοῖς [ὁ] Ἰησοῦς, Οὐκ ἔστιν γεγραµµένον ἐν τῷ νόµῳ ὑµῶν ὅτι Ἐγὼ εἶπα, Θεοί ἐστε;  35 εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή,  36 ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσµον ὑµεῖς λέγετε ὅτι Βλασφηµεῖς, ὅτι εἶπον, Υἱὸς [τοῦ] θεοῦ εἰµι;  37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός µου, µὴ πιστεύετέ µοι·  38 εἰ δὲ ποιῶ, κἂν ἐµοὶ µὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε, ἵνα γνῶτε καὶ γινώσκητε ὅτι ἐν ἐµοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί.  39 Ἐζήτουν [οὖν] πάλιν αὐτὸν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.

40 Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον ßαπτίζων, καὶ ἔµεινεν ἐκεῖ.  41 καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάννης µὲν σηµεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν.  42 καὶ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ.

11  Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώµης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.  2 ἦν δὲ Μαριὰµ ἡ ἀλείψασα τὸν κύριον µύρῳ καὶ ἐκµάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.  3 ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι, Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.  4 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν, Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ δι’ αὐτῆς.  5 ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.  6 ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε µὲν ἔµεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡµέρας·  7 ἔπειτα µετὰ τοῦτο λέγει τοῖς µαθηταῖς, Ἄγωµεν εἰς τὴν Ἰουδαίαν πάλιν.  8 λέγουσιν αὐτῷ οἱ µαθηταί, Ῥαßßί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;  9 ἀπεκρίθη Ἰησοῦς, Οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡµέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡµέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσµου τούτου ßλέπει·  10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.  11 ταῦτα εἶπεν, καὶ µετὰ τοῦτο λέγει αὐτοῖς, Λάζαρος ὁ φίλος ἡµῶν κεκοίµηται, ἀλλὰ πορεύοµαι ἵνα ἐξυπνίσω αὐτόν.  12 εἶπαν οὖν οἱ µαθηταὶ αὐτῷ, Κύριε, εἰ κεκοίµηται σωθήσεται.  13 εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιµήσεως τοῦ ὕπνου λέγει.  14 τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ, Λάζαρος ἀπέθανεν,  15 καὶ χαίρω δι’ ὑµᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤµην ἐκεῖ· ἀλλὰ ἄγωµεν πρὸς αὐτόν.  16 εἶπεν οὖν Θωµᾶς ὁ λεγόµενος Δίδυµος τοῖς συµµαθηταῖς, Ἄγωµεν καὶ ἡµεῖς ἵνα ἀποθάνωµεν µετ’ αὐτοῦ.

17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡµέρας ἔχοντα ἐν τῷ µνηµείῳ.  18 ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύµων ὡς ἀπὸ σταδίων δεκαπέντε.  19 πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰµ ἵνα παραµυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ.  20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· Μαριὰµ δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.  21 εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν, Κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός µου·  22 [ἀλλὰ] καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός.  23 λέγει αὐτῇ ὁ Ἰησοῦς, Ἀναστήσεται ὁ ἀδελφός σου.  24 λέγει αὐτῷ ἡ Μάρθα, Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡµέρᾳ.  25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς, Ἐγώ εἰµι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐµὲ κἂν ἀποθάνῃ ζήσεται,  26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐµὲ οὐ µὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο;  27 λέγει αὐτῷ, Ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσµον ἐρχόµενος.

28 Καὶ ταῦτα εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαριὰµ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα, Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε.  29 ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν·  30 οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώµην, ἀλλ’ ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.  31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες µετ’ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραµυθούµενοι αὐτήν, ἰδόντες τὴν Μαριὰµ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, δόξαντες ὅτι ὑπάγει εἰς τὸ µνηµεῖον ἵνα κλαύσῃ ἐκεῖ.  32 ἡ οὖν Μαριὰµ ὡς ἦλθεν ὅπου ἦν Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας, λέγουσα αὐτῷ, Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν µου ἀπέθανεν ὁ ἀδελφός.  33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεßριµήσατο τῷ πνεύµατι καὶ ἐτάραξεν ἑαυτόν,  34 καὶ εἶπεν, Ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ, Κύριε, ἔρχου καὶ ἴδε.  35 ἐδάκρυσεν ὁ Ἰησοῦς.  36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι, Ἴδε πῶς ἐφίλει αὐτόν.  37 τινὲς δὲ ἐξ αὐτῶν εἶπαν, Οὐκ ἐδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλµοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος µὴ ἀποθάνῃ;

38 Ἰησοῦς οὖν πάλιν ἐµßριµώµενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ µνηµεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ’ αὐτῷ.  39 λέγει ὁ Ἰησοῦς, Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα, Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν.  40 λέγει αὐτῇ ὁ Ἰησοῦς, Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ;  41 ἦραν οὖν τὸν λίθον. ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλµοὺς ἄνω καὶ εἶπεν, Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς µου.  42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ µου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ µε ἀπέστειλας.  43 καὶ ταῦτα εἰπὼν φωνῇ µεγάλῃ ἐκραύγασεν, Λάζαρε, δεῦρο ἔξω.  44 ἐξῆλθεν ὁ τεθνηκὼς δεδεµένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ Ἰησοῦς, Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν.

45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαριὰµ καὶ θεασάµενοι ἃ ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν·  46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ ἐποίησεν Ἰησοῦς.  47 συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον, Τί ποιοῦµεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σηµεῖα;  48 ἐὰν ἀφῶµεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωµαῖοι καὶ ἀροῦσιν ἡµῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.  49 εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, Ὑµεῖς οὐκ οἴδατε οὐδέν,  50 οὐδὲ λογίζεσθε ὅτι συµφέρει ὑµῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ µὴ ὅλον τὸ ἔθνος ἀπόληται.  51 τοῦτο δὲ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔµελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους,  52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους µόνον ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισµένα συναγάγῃ εἰς ἕν.  53 ἀπ’ ἐκείνης οὖν τῆς ἡµέρας ἐßουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.

54 Ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήµου, εἰς Ἐφραὶµ λεγοµένην πόλιν, κἀκεῖ διέτριßεν µετὰ τῶν µαθητῶν.

55 Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέßησαν πολλοὶ εἰς Ἱεροσόλυµα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.  56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον µετ’ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες, Τί δοκεῖ ὑµῖν; ὅτι οὐ µὴ ἔλθῃ εἰς τὴν ἑορτήν;  57 δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὴν ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν µηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

12  Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡµερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν Ἰησοῦς.  2 ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειµένων σὺν αὐτῷ.  3 ἡ οὖν Μαριὰµ λαßοῦσα λίτραν µύρου νάρδου πιστικῆς πολυτίµου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέµαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσµῆς τοῦ µύρου.  4 λέγει δὲ Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν µαθητῶν αὐτοῦ, ὁ µέλλων αὐτὸν παραδιδόναι,  5 Διὰ τί τοῦτο τὸ µύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;  6 εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔµελεν αὐτῷ ἀλλ’ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκοµον ἔχων τὰ ßαλλόµενα ἐßάσταζεν.  7 εἶπεν οὖν ὁ Ἰησοῦς, Ἄφες αὐτήν, ἵνα εἰς τὴν ἡµέραν τοῦ ἐνταφιασµοῦ µου τηρήσῃ αὐτό·  8 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε µεθ’ ἑαυτῶν, ἐµὲ δὲ οὐ πάντοτε ἔχετε.

9 Ἔγνω οὖν [ὁ] ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν µόνον ἀλλ’ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν.  10 ἐßουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν,  11 ὅτι πολλοὶ δι’ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.

12 Τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ὁ Ἰησοῦς εἰς Ἱεροσόλυµα,  13 ἔλαßον τὰ ßαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἐκραύγαζον,

Ὡσαννά·

εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι κυρίου,

[καὶ] ὁ ßασιλεὺς τοῦ Ἰσραήλ.

14 εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ’ αὐτό, καθώς ἐστιν γεγραµµένον,

15 Μὴ φοßοῦ, θυγάτηρ Σιών·

ἰδοὺ ὁ ßασιλεύς σου ἔρχεται,

καθήµενος ἐπὶ πῶλον ὄνου.

16 ταῦτα οὐκ ἔγνωσαν αὐτοῦ οἱ µαθηταὶ τὸ πρῶτον, ἀλλ’ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐµνήσθησαν ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραµµένα καὶ ταῦτα ἐποίησαν αὐτῷ.  17 ἐµαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν µετ’ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ µνηµείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν.  18 διὰ τοῦτο [καὶ] ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σηµεῖον.  19 οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς, Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ κόσµος ὀπίσω αὐτοῦ ἀπῆλθεν.

20 Ἦσαν δὲ Ἕλληνές τινες ἐκ τῶν ἀναßαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ·  21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες, Κύριε, θέλοµεν τὸν Ἰησοῦν ἰδεῖν.  22 ἔρχεται ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· ἔρχεται Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ Ἰησοῦ.  23 ὁ δὲ Ἰησοῦς ἀποκρίνεται αὐτοῖς λέγων, Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.  24 ἀµὴν ἀµὴν λέγω ὑµῖν, ἐὰν µὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς µόνος µένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.  25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολλύει αὐτήν, καὶ ὁ µισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσµῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.  26 ἐὰν ἐµοί τις διακονῇ, ἐµοὶ ἀκολουθείτω, καὶ ὅπου εἰµὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐµὸς ἔσται· ἐάν τις ἐµοὶ διακονῇ τιµήσει αὐτὸν ὁ πατήρ.

27 Νῦν ἡ ψυχή µου τετάρακται. καὶ τί εἴπω; Πάτερ, σῶσόν µε ἐκ τῆς ὥρας ταύτης; ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.  28 πάτερ, δόξασόν σου τὸ ὄνοµα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ, Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.  29 ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν ßροντὴν γεγονέναι· ἄλλοι ἔλεγον, Ἄγγελος αὐτῷ λελάληκεν.  30 ἀπεκρίθη καὶ εἶπεν Ἰησοῦς, Οὐ δι’ ἐµὲ ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι’ ὑµᾶς.  31 νῦν κρίσις ἐστὶν τοῦ κόσµου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσµου τούτου ἐκßληθήσεται ἔξω·  32 κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐµαυτόν.  33 τοῦτο δὲ ἔλεγεν σηµαίνων ποίῳ θανάτῳ ἤµελλεν ἀποθνῄσκειν.  34 ἀπεκρίθη οὖν αὐτῷ ὁ ὄχλος, Ἡµεῖς ἠκούσαµεν ἐκ τοῦ νόµου ὅτι ὁ Χριστὸς µένει εἰς τὸν αἰῶνα, καὶ πῶς σὺ λέγεις ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;  35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἔτι µικρὸν χρόνον τὸ φῶς ἐν ὑµῖν ἐστιν. περιπατεῖτε ὡς τὸ φῶς ἔχετε, ἵνα µὴ σκοτία ὑµᾶς καταλάßῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει.  36 ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.

Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύßη ἀπ’ αὐτῶν.  37 Τοσαῦτα δὲ αὐτοῦ σηµεῖα πεποιηκότος ἔµπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν,  38 ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν,

Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡµῶν;

καὶ ὁ ßραχίων κυρίου τίνι ἀπεκαλύφθη;

39 διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἠσαΐας,

40 Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλµοὺς

καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν,

ἵνα µὴ ἴδωσιν τοῖς ὀφθαλµοῖς

καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ στραφῶσιν,

καὶ ἰάσοµαι αὐτούς.

41 ταῦτα εἶπεν Ἠσαΐας, ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ.  42 ὅµως µέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡµολόγουν ἵνα µὴ ἀποσυνάγωγοι γένωνται·  43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων µᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ.

44 Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν, Ὁ πιστεύων εἰς ἐµὲ οὐ πιστεύει εἰς ἐµὲ ἀλλὰ εἰς τὸν πέµψαντά µε,  45 καὶ ὁ θεωρῶν ἐµὲ θεωρεῖ τὸν πέµψαντά µε.  46 ἐγὼ φῶς εἰς τὸν κόσµον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐµὲ ἐν τῇ σκοτίᾳ µὴ µείνῃ.  47 καὶ ἐάν τίς µου ἀκούσῃ τῶν ῥηµάτων καὶ µὴ φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν, οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσµον ἀλλ’ ἵνα σώσω τὸν κόσµον.  48 ὁ ἀθετῶν ἐµὲ καὶ µὴ λαµßάνων τὰ ῥήµατά µου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡµέρᾳ·  49 ὅτι ἐγὼ ἐξ ἐµαυτοῦ οὐκ ἐλάλησα, ἀλλ’ ὁ πέµψας µε πατὴρ αὐτός µοι ἐντολὴν δέδωκεν τί εἴπω καὶ τί λαλήσω.  50 καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν ἐγὼ λαλῶ, καθὼς εἴρηκέν µοι ὁ πατήρ, οὕτως λαλῶ.

13  Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα µεταßῇ ἐκ τοῦ κόσµου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσµῳ, εἰς τέλος ἠγάπησεν αὐτούς.  2 καὶ δείπνου γινοµένου, τοῦ διαßόλου ἤδη ßεßληκότος εἰς τὴν καρδίαν ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίµωνος Ἰσκαριώτου,  3 εἰδὼς ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει,  4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱµάτια, καὶ λαßὼν λέντιον διέζωσεν ἑαυτόν.  5 εἶτα ßάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν µαθητῶν καὶ ἐκµάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσµένος.  6 ἔρχεται οὖν πρὸς Σίµωνα Πέτρον. λέγει αὐτῷ, Κύριε, σύ µου νίπτεις τοὺς πόδας;  7 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ µετὰ ταῦτα.  8 λέγει αὐτῷ Πέτρος, Οὐ µὴ νίψῃς µου τοὺς πόδας εἰς τὸν αἰῶνα. ἀπεκρίθη Ἰησοῦς αὐτῷ, Ἐὰν µὴ νίψω σε, οὐκ ἔχεις µέρος µετ’ ἐµοῦ.  9 λέγει αὐτῷ Σίµων Πέτρος, Κύριε, µὴ τοὺς πόδας µου µόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.  10 λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὁ λελουµένος οὐκ ἔχει χρείαν εἰ µὴ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστιν καθαρὸς ὅλος· καὶ ὑµεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες.  11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν ὅτι Οὐχὶ πάντες καθαροί ἐστε.

12 Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν [καὶ] ἔλαßεν τὰ ἱµάτια αὐτοῦ καὶ ἀνέπεσεν πάλιν, εἶπεν αὐτοῖς, Γινώσκετε τί πεποίηκα ὑµῖν;  13 ὑµεῖς φωνεῖτέ µε Ὁ διδάσκαλος καὶ Ὁ κύριος, καὶ καλῶς λέγετε, εἰµὶ γάρ.  14 εἰ οὖν ἐγὼ ἔνιψα ὑµῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑµεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας·  15 ὑπόδειγµα γὰρ δέδωκα ὑµῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑµῖν καὶ ὑµεῖς ποιῆτε.  16 ἀµὴν ἀµὴν λέγω ὑµῖν, οὐκ ἔστιν δοῦλος µείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος µείζων τοῦ πέµψαντος αὐτόν.  17 εἰ ταῦτα οἴδατε, µακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.  18 οὐ περὶ πάντων ὑµῶν λέγω· ἐγὼ οἶδα τίνας ἐξελεξάµην· ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ, Ὁ τρώγων µου τὸν ἄρτον ἐπῆρεν ἐπ’ ἐµὲ τὴν πτέρναν αὐτοῦ.  19 ἀπ’ ἄρτι λέγω ὑµῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰµι.  20 ἀµὴν ἀµὴν λέγω ὑµῖν, ὁ λαµßάνων ἄν τινα πέµψω ἐµὲ λαµßάνει, ὁ δὲ ἐµὲ λαµßάνων λαµßάνει τὸν πέµψαντά µε.

21 Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύµατι καὶ ἐµαρτύρησεν καὶ εἶπεν, Ἀµὴν ἀµὴν λέγω ὑµῖν ὅτι εἷς ἐξ ὑµῶν παραδώσει µε.  22 ἔßλεπον εἰς ἀλλήλους οἱ µαθηταὶ ἀπορούµενοι περὶ τίνος λέγει.  23 ἦν ἀνακείµενος εἷς ἐκ τῶν µαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς·  24 νεύει οὖν τούτῳ Σίµων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει.  25 ἀναπεσὼν οὖν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ, Κύριε, τίς ἐστιν;  26 ἀποκρίνεται Ἰησοῦς, Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ ßάψω τὸ ψωµίον καὶ δώσω αὐτῷ. ßάψας οὖν τὸ ψωµίον [λαµßάνει καὶ] δίδωσιν Ἰούδᾳ Σίµωνος Ἰσκαριώτου.  27 καὶ µετὰ τὸ ψωµίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς, Ὃ ποιεῖς ποίησον τάχιον.  28 τοῦτο [δὲ] οὐδεὶς ἔγνω τῶν ἀνακειµένων πρὸς τί εἶπεν αὐτῷ·  29 τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκοµον εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ [ὁ] Ἰησοῦς, Ἀγόρασον ὧν χρείαν ἔχοµεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.  30 λαßὼν οὖν τὸ ψωµίον ἐκεῖνος ἐξῆλθεν εὐθύς· ἦν δὲ νύξ.

31 Ὅτε οὖν ἐξῆλθεν λέγει Ἰησοῦς, Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ·  32 [εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ] καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὐτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.  33 τεκνία, ἔτι µικρὸν µεθ’ ὑµῶν εἰµι· ζητήσετέ µε, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ἐγὼ ὑπάγω ὑµεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑµῖν λέγω ἄρτι.  34 ἐντολὴν καινὴν δίδωµι ὑµῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· καθὼς ἠγάπησα ὑµᾶς ἵνα καὶ ὑµεῖς ἀγαπᾶτε ἀλλήλους.  35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐµοὶ µαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.

36 Λέγει αὐτῷ Σίµων Πέτρος, Κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη [αὐτῷ] Ἰησοῦς, Ὅπου ὑπάγω οὐ δύνασαί µοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον.  37 λέγει αὐτῷ ὁ Πέτρος, Κύριε, διὰ τί οὐ δύναµαί σοι ἀκολουθῆσαι ἄρτι; τὴν ψυχήν µου ὑπὲρ σοῦ θήσω.  38 ἀποκρίνεται Ἰησοῦς, Τὴν ψυχήν σου ὑπὲρ ἐµοῦ θήσεις; ἀµὴν ἀµὴν λέγω σοι, οὐ µὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ἀρνήσῃ µε τρίς.

14  Μὴ ταρασσέσθω ὑµῶν ἡ καρδία· πιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐµὲ πιστεύετε.  2 ἐν τῇ οἰκίᾳ τοῦ πατρός µου µοναὶ πολλαί εἰσιν· εἰ δὲ µή, εἶπον ἂν ὑµῖν ὅτι πορεύοµαι ἑτοιµάσαι τόπον ὑµῖν;  3 καὶ ἐὰν πορευθῶ καὶ ἑτοιµάσω τόπον ὑµῖν, πάλιν ἔρχοµαι καὶ παραλήµψοµαι ὑµᾶς πρὸς ἐµαυτόν, ἵνα ὅπου εἰµὶ ἐγὼ καὶ ὑµεῖς ἦτε.  4 καὶ ὅπου [ἐγὼ] ὑπάγω οἴδατε τὴν ὁδόν.  5 Λέγει αὐτῷ Θωµᾶς, Κύριε, οὐκ οἴδαµεν ποῦ ὑπάγεις· πῶς δυνάµεθα τὴν ὁδὸν εἰδέναι;  6 λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐγώ εἰµι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ µὴ δι’ ἐµοῦ.  7 εἰ ἐγνώκατέ µε, καὶ τὸν πατέρα µου γνώσεσθε· καὶ ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν.  8 λέγει αὐτῷ Φίλιππος, Κύριε, δεῖξον ἡµῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡµῖν.  9 λέγει αὐτῷ ὁ Ἰησοῦς, Τοσούτῳ χρόνῳ µεθ’ ὑµῶν εἰµι καὶ οὐκ ἔγνωκάς µε, Φίλιππε; ὁ ἑωρακὼς ἐµὲ ἑώρακεν τὸν πατέρα· πῶς σὺ λέγεις, Δεῖξον ἡµῖν τὸν πατέρα;  10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐµοί ἐστιν; τὰ ῥήµατα ἃ ἐγὼ λαλῶ ὑµῖν ἀπ’ ἐµαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ἐν ἐµοὶ µένων ποιεῖ τὰ ἔργα αὐτοῦ.  11 πιστεύετέ µοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐµοί· εἰ δὲ µή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετε.  12 ἀµὴν ἀµὴν λέγω ὑµῖν, ὁ πιστεύων εἰς ἐµὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ µείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν πατέρα πορεύοµαι·  13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόµατί µου τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ·  14 ἐάν τι αἰτήσητέ µε ἐν τῷ ὀνόµατί µου ἐγὼ ποιήσω.

15 Ἐὰν ἀγαπᾶτέ µε, τὰς ἐντολὰς τὰς ἐµὰς τηρήσετε·  16 κἀγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑµῖν ἵνα µεθ’ ὑµῶν εἰς τὸν αἰῶνα ᾖ,  17 τὸ πνεῦµα τῆς ἀληθείας, ὃ ὁ κόσµος οὐ δύναται λαßεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει· ὑµεῖς γινώσκετε αὐτό, ὅτι παρ’ ὑµῖν µένει καὶ ἐν ὑµῖν ἐστιν.  18 Οὐκ ἀφήσω ὑµᾶς ὀρφανούς, ἔρχοµαι πρὸς ὑµᾶς.  19 ἔτι µικρὸν καὶ ὁ κόσµος µε οὐκέτι θεωρεῖ, ὑµεῖς δὲ θεωρεῖτέ µε, ὅτι ἐγὼ ζῶ καὶ ὑµεῖς ζήσετε.  20 ἐν ἐκείνῃ τῇ ἡµέρᾳ γνώσεσθε ὑµεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί µου καὶ ὑµεῖς ἐν ἐµοὶ κἀγὼ ἐν ὑµῖν.  21 ὁ ἔχων τὰς ἐντολάς µου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν µε· ὁ δὲ ἀγαπῶν µε ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός µου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐµφανίσω αὐτῷ ἐµαυτόν.  22 Λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης, Κύριε, [καὶ] τί γέγονεν ὅτι ἡµῖν µέλλεις ἐµφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσµῳ;  23 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἐάν τις ἀγαπᾷ µε τὸν λόγον µου τηρήσει, καὶ ὁ πατήρ µου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόµεθα καὶ µονὴν παρ’ αὐτῷ ποιησόµεθα.  24 ὁ µὴ ἀγαπῶν µε τοὺς λόγους µου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐµὸς ἀλλὰ τοῦ πέµψαντός µε πατρός.

25 Ταῦτα λελάληκα ὑµῖν παρ’ ὑµῖν µένων·  26 ὁ δὲ παράκλητος, τὸ πνεῦµα τὸ ἅγιον ὃ πέµψει ὁ πατὴρ ἐν τῷ ὀνόµατί µου, ἐκεῖνος ὑµᾶς διδάξει πάντα καὶ ὑποµνήσει ὑµᾶς πάντα ἃ εἶπον ὑµῖν [ἐγώ].  27 Εἰρήνην ἀφίηµι ὑµῖν, εἰρήνην τὴν ἐµὴν δίδωµι ὑµῖν· οὐ καθὼς ὁ κόσµος δίδωσιν ἐγὼ δίδωµι ὑµῖν. µὴ ταρασσέσθω ὑµῶν ἡ καρδία µηδὲ δειλιάτω.  28 ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑµῖν, Ὑπάγω καὶ ἔρχοµαι πρὸς ὑµᾶς. εἰ ἠγαπᾶτέ µε ἐχάρητε ἄν, ὅτι πορεύοµαι πρὸς τὸν πατέρα, ὅτι ὁ πατὴρ µείζων µού ἐστιν.  29 καὶ νῦν εἴρηκα ὑµῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε.  30 οὐκέτι πολλὰ λαλήσω µεθ’ ὑµῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσµου ἄρχων· καὶ ἐν ἐµοὶ οὐκ ἔχει οὐδέν,  31 ἀλλ’ ἵνα γνῷ ὁ κόσµος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐνετείλατο µοι ὁ πατήρ, οὕτως ποιῶ. Ἐγείρεσθε, ἄγωµεν ἐντεῦθεν.

15  Ἐγώ εἰµι ἡ ἄµπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ µου ὁ γεωργός ἐστιν.  2 πᾶν κλῆµα ἐν ἐµοὶ µὴ φέρον καρπόν, αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα καρπὸν πλείονα φέρῃ.  3 ἤδη ὑµεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑµῖν·  4 µείνατε ἐν ἐµοί, κἀγὼ ἐν ὑµῖν. καθὼς τὸ κλῆµα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ ἐὰν µὴ µένῃ ἐν τῇ ἀµπέλῳ, οὕτως οὐδὲ ὑµεῖς ἐὰν µὴ ἐν ἐµοὶ µένητε.  5 ἐγώ εἰµι ἡ ἄµπελος, ὑµεῖς τὰ κλήµατα. ὁ µένων ἐν ἐµοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐµοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.  6 ἐὰν µή τις µένῃ ἐν ἐµοί, ἐßλήθη ἔξω ὡς τὸ κλῆµα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ ßάλλουσιν καὶ καίεται.  7 ἐὰν µείνητε ἐν ἐµοὶ καὶ τὰ ῥήµατά µου ἐν ὑµῖν µείνῃ, ὃ ἐὰν θέλητε αἰτήσασθε καὶ γενήσεται ὑµῖν.  8 ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ µου, ἵνα καρπὸν πολὺν φέρητε καὶ γένησθε ἐµοὶ µαθηταί.  9 καθὼς ἠγάπησέν µε ὁ πατήρ, κἀγὼ ὑµᾶς ἠγάπησα· µείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐµῇ.  10 ἐὰν τὰς ἐντολάς µου τηρήσητε, µενεῖτε ἐν τῇ ἀγάπῃ µου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός µου τετήρηκα καὶ µένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.

11 Ταῦτα λελάληκα ὑµῖν ἵνα ἡ χαρὰ ἡ ἐµὴ ἐν ὑµῖν ᾖ καὶ ἡ χαρὰ ὑµῶν πληρωθῇ.  12 αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐµή, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑµᾶς·  13 µείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.  14 ὑµεῖς φίλοι µού ἐστε ἐὰν ποιῆτε ἃ ἐγὼ ἐντέλλοµαι ὑµῖν.  15 οὐκέτι λέγω ὑµᾶς δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑµᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός µου ἐγνώρισα ὑµῖν.  16 οὐχ ὑµεῖς µε ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάµην ὑµᾶς καὶ ἔθηκα ὑµᾶς ἵνα ὑµεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑµῶν µένῃ, ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόµατί µου δῷ ὑµῖν.  17 ταῦτα ἐντέλλοµαι ὑµῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.

18 Εἰ ὁ κόσµος ὑµᾶς µισεῖ, γινώσκετε ὅτι ἐµὲ πρῶτον ὑµῶν µεµίσηκεν.  19 εἰ ἐκ τοῦ κόσµου ἦτε, ὁ κόσµος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσµου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάµην ὑµᾶς ἐκ τοῦ κόσµου, διὰ τοῦτο µισεῖ ὑµᾶς ὁ κόσµος.  20 µνηµονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑµῖν, Οὐκ ἔστιν δοῦλος µείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐµὲ ἐδίωξαν, καὶ ὑµᾶς διώξουσιν· εἰ τὸν λόγον µου ἐτήρησαν, καὶ τὸν ὑµέτερον τηρήσουσιν.  21 ἀλλὰ ταῦτα πάντα ποιήσουσιν εἰς ὑµᾶς διὰ τὸ ὄνοµά µου, ὅτι οὐκ οἴδασιν τὸν πέµψαντά µε.  22 εἰ µὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁµαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁµαρτίας αὐτῶν.  23 ὁ ἐµὲ µισῶν καὶ τὸν πατέρα µου µισεῖ.  24 εἰ τὰ ἔργα µὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁµαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ καὶ ἑωράκασιν καὶ µεµισήκασιν καὶ ἐµὲ καὶ τὸν πατέρα µου.  25 ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ ἐν τῷ νόµῳ αὐτῶν γεγραµµένος ὅτι Ἐµίσησάν µε δωρεάν.

26 Ὅταν ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέµψω ὑµῖν παρὰ τοῦ πατρός, τὸ πνεῦµα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος µαρτυρήσει περὶ ἐµοῦ·  27 καὶ ὑµεῖς δὲ µαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς µετ’ ἐµοῦ ἐστε.

16  Ταῦτα λελάληκα ὑµῖν ἵνα µὴ σκανδαλισθῆτε.  2 ἀποσυναγώγους ποιήσουσιν ὑµᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑµᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ.  3 καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐµέ.  4 ἀλλὰ ταῦτα λελάληκα ὑµῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα αὐτῶν µνηµονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑµῖν.

Ταῦτα δὲ ὑµῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι µεθ’ ὑµῶν ἤµην.  5 νῦν δὲ ὑπάγω πρὸς τὸν πέµψαντά µε, καὶ οὐδεὶς ἐξ ὑµῶν ἐρωτᾷ µε, Ποῦ ὑπάγεις;  6 ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑµῖν ἡ λύπη πεπλήρωκεν ὑµῶν τὴν καρδίαν.  7 ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑµῖν, συµφέρει ὑµῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ µὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑµᾶς· ἐὰν δὲ πορευθῶ, πέµψω αὐτὸν πρὸς ὑµᾶς.  8 καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσµον περὶ ἁµαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως·  9 περὶ ἁµαρτίας µέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐµέ·  10 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ µε·  11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσµου τούτου κέκριται.

12 Ἔτι πολλὰ ἔχω ὑµῖν λέγειν, ἀλλ’ οὐ δύνασθε ßαστάζειν ἄρτι·  13 ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦµα τῆς ἀληθείας, ὁδηγήσει ὑµᾶς ἐν τῇ ἀληθείᾳ πάσῃ· οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόµενα ἀναγγελεῖ ὑµῖν.  14 ἐκεῖνος ἐµὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐµοῦ λήµψεται καὶ ἀναγγελεῖ ὑµῖν.  15 πάντα ὅσα ἔχει ὁ πατὴρ ἐµά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐµοῦ λαµßάνει καὶ ἀναγγελεῖ ὑµῖν.

16 Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ µε, καὶ πάλιν µικρὸν καὶ ὄψεσθέ µε.  17 εἶπαν οὖν ἐκ τῶν µαθητῶν αὐτοῦ πρὸς ἀλλήλους, Τί ἐστιν τοῦτο ὃ λέγει ἡµῖν, Μικρὸν καὶ οὐ θεωρεῖτέ µε, καὶ πάλιν µικρὸν καὶ ὄψεσθέ µε; καί, Ὅτι ὑπάγω πρὸς τὸν πατέρα;  18 ἔλεγον οὖν, Τί ἐστιν τοῦτο [ὃ λέγει], τὸ µικρόν; οὐκ οἴδαµεν τί λαλεῖ.  19 ἔγνω [ὁ] Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς, Περὶ τούτου ζητεῖτε µετ’ ἀλλήλων ὅτι εἶπον, Μικρὸν καὶ οὐ θεωρεῖτέ µε, καὶ πάλιν µικρὸν καὶ ὄψεσθέ µε;  20 ἀµὴν ἀµὴν λέγω ὑµῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑµεῖς, ὁ δὲ κόσµος χαρήσεται· ὑµεῖς λυπηθήσεσθε, ἀλλ’ ἡ λύπη ὑµῶν εἰς χαρὰν γενήσεται.  21 ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι µνηµονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσµον.  22 καὶ ὑµεῖς οὖν νῦν µὲν λύπην ἔχετε· πάλιν δὲ ὄψοµαι ὑµᾶς, καὶ χαρήσεται ὑµῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑµῶν οὐδεὶς αἴρει ἀφ’ ὑµῶν.  23 καὶ ἐν ἐκείνῃ τῇ ἡµέρᾳ ἐµὲ οὐκ ἐρωτήσετε οὐδέν. ἀµὴν ἀµὴν λέγω ὑµῖν, ἄν τι αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόµατί µου δώσει ὑµῖν.  24 ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόµατί µου· αἰτεῖτε καὶ λήµψεσθε, ἵνα ἡ χαρὰ ὑµῶν ᾖ πεπληρωµένη.

25 Ταῦτα ἐν παροιµίαις λελάληκα ὑµῖν· ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιµίαις λαλήσω ὑµῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀπαγγελῶ ὑµῖν.  26 ἐν ἐκείνῃ τῇ ἡµέρᾳ ἐν τῷ ὀνόµατί µου αἰτήσεσθε, καὶ οὐ λέγω ὑµῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑµῶν·  27 αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑµᾶς, ὅτι ὑµεῖς ἐµὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ [τοῦ] θεοῦ ἐξῆλθον.  28 ἐξῆλθον παρὰ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσµον· πάλιν ἀφίηµι τὸν κόσµον καὶ πορεύοµαι πρὸς τὸν πατέρα.  29 Λέγουσιν οἱ µαθηταὶ αὐτοῦ, Ἴδε νῦν ἐν παρρησίᾳ λαλεῖς, καὶ παροιµίαν οὐδεµίαν λέγεις.  30 νῦν οἴδαµεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύοµεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες.  31 ἀπεκρίθη αὐτοῖς Ἰησοῦς, Ἄρτι πιστεύετε;  32 ἰδοὺ ἔρχεται ὥρα καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀµὲ µόνον ἀφῆτε· καὶ οὐκ εἰµὶ µόνος, ὅτι ὁ πατὴρ µετ’ ἐµοῦ ἐστιν.  33 ταῦτα λελάληκα ὑµῖν ἵνα ἐν ἐµοὶ εἰρήνην ἔχητε· ἐν τῷ κόσµῳ θλῖψιν ἔχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσµον.

17  Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἐπάρας τοὺς ὀφθαλµοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν, Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα ὁ υἱὸς δοξάσῃ σέ,  2 καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον.  3 αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσιν σὲ τὸν µόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.  4 ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον τελειώσας ὃ δέδωκάς µοι ἵνα ποιήσω·  5 καὶ νῦν δόξασόν µε σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσµον εἶναι παρὰ σοί.

6 Ἐφανέρωσά σου τὸ ὄνοµα τοῖς ἀνθρώποις οὓς ἔδωκάς µοι ἐκ τοῦ κόσµου. σοὶ ἦσαν κἀµοὶ αὐτοὺς ἔδωκας, καὶ τὸν λόγον σου τετήρηκαν.  7 νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς µοι παρὰ σοῦ εἰσιν·  8 ὅτι τὰ ῥήµατα ἃ ἔδωκάς µοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαßον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ µε ἀπέστειλας.  9 ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσµου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς µοι, ὅτι σοί εἰσιν,  10 καὶ τὰ ἐµὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐµά, καὶ δεδόξασµαι ἐν αὐτοῖς.  11 καὶ οὐκέτι εἰµὶ ἐν τῷ κόσµῳ, καὶ αὐτοὶ ἐν τῷ κόσµῳ εἰσίν, κἀγὼ πρὸς σὲ ἔρχοµαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόµατί σου ᾧ δέδωκάς µοι, ἵνα ὦσιν ἓν καθὼς ἡµεῖς.  12 ὅτε ἤµην µετ’ αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόµατί σου ᾧ δέδωκάς µοι, καὶ ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ µὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ.  13 νῦν δὲ πρὸς σὲ ἔρχοµαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσµῳ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐµὴν πεπληρωµένην ἐν αὑτοῖς.  14 ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσµος ἐµίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσµου καθὼς ἐγὼ οὐκ εἰµὶ ἐκ τοῦ κόσµου.  15 οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσµου ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ.  16 ἐκ τοῦ κόσµου οὐκ εἰσὶν καθὼς ἐγὼ οὐκ εἰµὶ ἐκ τοῦ κόσµου.  17 ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν.  18 καθὼς ἐµὲ ἀπέστειλας εἰς τὸν κόσµον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσµον·  19 καὶ ὑπὲρ αὐτῶν [ἐγὼ] ἁγιάζω ἐµαυτόν, ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασµένοι ἐν ἀληθείᾳ.

20 Οὐ περὶ τούτων δὲ ἐρωτῶ µόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐµέ,  21 ἵνα πάντες ἓν ὦσιν, καθὼς σύ, πάτερ, ἐν ἐµοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡµῖν ὦσιν, ἵνα ὁ κόσµος πιστεύῃ ὅτι σύ µε ἀπέστειλας.  22 κἀγὼ τὴν δόξαν ἣν δέδωκάς µοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡµεῖς ἕν,  23 ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐµοί, ἵνα ὦσιν τετελειωµένοι εἰς ἕν, ἵνα γινώσκῃ ὁ κόσµος ὅτι σύ µε ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐµὲ ἠγάπησας.  24 Πάτερ, ὃ δέδωκάς µοι, θέλω ἵνα ὅπου εἰµὶ ἐγὼ κἀκεῖνοι ὦσιν µετ’ ἐµοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐµὴν ἣν δέδωκάς µοι, ὅτι ἠγάπησάς µε πρὸ καταßολῆς κόσµου.  25 πάτερ δίκαιε, καὶ ὁ κόσµος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ µε ἀπέστειλας,  26 καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνοµά σου καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς µε ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς.

18  Ταῦτα εἰπὼν Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς µαθηταῖς αὐτοῦ πέραν τοῦ χειµάρρου τοῦ Κεδρὼν ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ µαθηταὶ αὐτοῦ.  2 ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ µετὰ τῶν µαθητῶν αὐτοῦ.  3 ὁ οὖν Ἰούδας λαßὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ [ἐκ] τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ µετὰ φανῶν καὶ λαµπάδων καὶ ὅπλων.  4 Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόµενα ἐπ’ αὐτὸν ἐξῆλθεν καὶ λέγει αὐτοῖς, Τίνα ζητεῖτε;  5 ἀπεκρίθησαν αὐτῷ, Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς, Ἐγώ εἰµι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν µετ’ αὐτῶν.  6 ὡς οὖν εἶπεν αὐτοῖς, Ἐγώ εἰµι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαµαί.  7 πάλιν οὖν ἐπηρώτησεν αὐτούς, Τίνα ζητεῖτε; οἱ δὲ εἶπαν, Ἰησοῦν τὸν Ναζωραῖον.  8 ἀπεκρίθη Ἰησοῦς, Εἶπον ὑµῖν ὅτι ἐγώ εἰµι· εἰ οὖν ἐµὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·  9 ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς µοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.  10 Σίµων οὖν Πέτρος ἔχων µάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν. ἦν δὲ ὄνοµα τῷ δούλῳ Μάλχος.  11 εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ, Βάλε τὴν µάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν µοι ὁ πατὴρ οὐ µὴ πίω αὐτό;

12 Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαßον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν  13 καὶ ἤγαγον πρὸς Ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου·  14 ἦν δὲ Καϊάφας ὁ συµßουλεύσας τοῖς Ἰουδαίοις ὅτι συµφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ.

15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίµων Πέτρος καὶ ἄλλος µαθητής. ὁ δὲ µαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως,  16 ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ µαθητὴς ὁ ἄλλος ὁ γνωστὸς τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον.  17 λέγει οὖν τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός, Μὴ καὶ σὺ ἐκ τῶν µαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος, Οὐκ εἰµί.  18 εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερµαίνοντο· ἦν δὲ καὶ ὁ Πέτρος µετ’ αὐτῶν ἑστὼς καὶ θερµαινόµενος.

19 Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν µαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.  20 ἀπεκρίθη αὐτῷ Ἰησοῦς, Ἐγὼ παρρησίᾳ λελάληκα τῷ κόσµῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.  21 τί µε ἐρωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.  22 ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισµα τῷ Ἰησοῦ εἰπών, Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;  23 ἀπεκρίθη αὐτῷ Ἰησοῦς, Εἰ κακῶς ἐλάλησα, µαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί µε δέρεις;  24 ἀπέστειλεν οὖν αὐτὸν ὁ Ἅννας δεδεµένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.

25 Ἦν δὲ Σίµων Πέτρος ἑστὼς καὶ θερµαινόµενος. εἶπον οὖν αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῶν µαθητῶν αὐτοῦ εἶ; ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν, Οὐκ εἰµί.  26 λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον, Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ µετ’ αὐτοῦ;  27 πάλιν οὖν ἠρνήσατο Πέτρος· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.

28 Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα µὴ µιανθῶσιν ἀλλὰ φάγωσιν τὸ πάσχα.  29 ἐξῆλθεν οὖν ὁ Πιλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ φησίν, Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;  30 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, Εἰ µὴ ἦν οὗτος κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαµεν αὐτόν.  31 εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος, Λάßετε αὐτὸν ὑµεῖς, καὶ κατὰ τὸν νόµον ὑµῶν κρίνατε αὐτόν. εἶπον [οὖν] αὐτῷ οἱ Ἰουδαῖοι, Ἡµῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·  32 ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σηµαίνων ποίῳ θανάτῳ ἤµελλεν ἀποθνῄσκειν.  33 Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ ßασιλεὺς τῶν Ἰουδαίων;  34 ἀπεκρίθη Ἰησοῦς, Ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι εἶπόν σοι περὶ ἐµοῦ;  35 ἀπεκρίθη ὁ Πιλᾶτος, Μήτι ἐγὼ Ἰουδαῖός εἰµι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐµοί· τί ἐποίησας;  36 ἀπεκρίθη Ἰησοῦς, Ἡ ßασιλεία ἡ ἐµὴ οὐκ ἔστιν ἐκ τοῦ κόσµου τούτου· εἰ ἐκ τοῦ κόσµου τούτου ἦν ἡ ßασιλεία ἡ ἐµή, οἱ ὑπηρέται οἱ ἐµοὶ ἠγωνίζοντο [ἄν], ἵνα µὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ ßασιλεία ἡ ἐµὴ οὐκ ἔστιν ἐντεῦθεν.  37 εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος, Οὐκοῦν ßασιλεὺς εἶ σύ; ἀπεκρίθη ὁ Ἰησοῦς, Σὺ λέγεις ὅτι ßασιλεύς εἰµι. ἐγὼ εἰς τοῦτο γεγέννηµαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσµον, ἵνα µαρτυρήσω τῇ ἀληθείᾳ· πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει µου τῆς φωνῆς.  38 λέγει αὐτῷ ὁ Πιλᾶτος, Τί ἐστιν ἀλήθεια;

Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς, Ἐγὼ οὐδεµίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν.  39 ἔστιν δὲ συνήθεια ὑµῖν ἵνα ἕνα ἀπολύσω ὑµῖν ἐν τῷ πάσχα· ßούλεσθε οὖν ἀπολύσω ὑµῖν τὸν ßασιλέα τῶν Ἰουδαίων;  40 ἐκραύγασαν οὖν πάλιν λέγοντες, Μὴ τοῦτον ἀλλὰ τὸν Βαραßßᾶν. ἦν δὲ ὁ Βαραßßᾶς λῃστής.

19  Τότε οὖν ἔλαßεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐµαστίγωσεν.  2 καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱµάτιον πορφυροῦν περιέßαλον αὐτόν,  3 καὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον, Χαῖρε, ὁ ßασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσµατα.  4 Καὶ ἐξῆλθεν πάλιν ἔξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς, Ἴδε ἄγω ὑµῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι οὐδεµίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ.  5 ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱµάτιον. καὶ λέγει αὐτοῖς, Ἰδοὺ ὁ ἄνθρωπος.  6 ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες, Σταύρωσον σταύρωσον. λέγει αὐτοῖς ὁ Πιλᾶτος, Λάßετε αὐτὸν ὑµεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.  7 ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡµεῖς νόµον ἔχοµεν, καὶ κατὰ τὸν νόµον ὀφείλει ἀποθανεῖν, ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν.

8 Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, µᾶλλον ἐφοßήθη,  9 καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ, Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.  10 λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος, Ἐµοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε;  11 ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, Οὐκ εἶχες ἐξουσίαν κατ’ ἐµοῦ οὐδεµίαν εἰ µὴ ἦν δεδοµένον σοι ἄνωθεν· διὰ τοῦτο ὁ παραδούς µέ σοι µείζονα ἁµαρτίαν ἔχει.  12 ἐκ τούτου ὁ Πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ἐκραύγαζον λέγοντες, Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ ßασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.

13 Ὁ οὖν Πιλᾶτος ἀκούσας τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ ßήµατος εἰς τόπον λεγόµενον Λιθόστρωτον, Ἑßραϊστὶ δὲ Γαßßαθα.  14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ἦν ὡς ἕκτη. καὶ λέγει τοῖς Ἰουδαίοις, Ἴδε ὁ ßασιλεὺς ὑµῶν.  15 ἐκραύγασαν οὖν ἐκεῖνοι, Ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος, Τὸν ßασιλέα ὑµῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, Οὐκ ἔχοµεν ßασιλέα εἰ µὴ Καίσαρα.  16 τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.

Παρέλαßον οὖν τὸν Ἰησοῦν·  17 καὶ ßαστάζων αὑτῷ τὸν σταυρὸν ἐξῆλθεν εἰς τὸν λεγόµενον Κρανίου Τόπον, ὃ λέγεται Ἑßραϊστὶ Γολγοθᾶ,  18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ µετ’ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, µέσον δὲ τὸν Ἰησοῦν.  19 ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραµµένον, Ἰησοῦς ὁ Ναζωραῖος ὁ ßασιλεὺς τῶν Ἰουδαίων.  20 τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραµµένον Ἑßραϊστί, Ῥωµαϊστί, Ἑλληνιστί.  21 ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, Μὴ γράφε, Ὁ ßασιλεὺς τῶν Ἰουδαίων, ἀλλ’ ὅτι ἐκεῖνος εἶπεν, Βασιλεύς εἰµι τῶν Ἰουδαίων.  22 ἀπεκρίθη ὁ Πιλᾶτος, Ὃ γέγραφα, γέγραφα.

23 Οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἔλαßον τὰ ἱµάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα µέρη, ἑκάστῳ στρατιώτῃ µέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου.  24 εἶπαν οὖν πρὸς ἀλλήλους, Μὴ σχίσωµεν αὐτόν, ἀλλὰ λάχωµεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ [ἡ λέγουσα],

Διεµερίσαντο τὰ ἱµάτιά µου ἑαυτοῖς

καὶ ἐπὶ τὸν ἱµατισµόν µου ἔßαλον κλῆρον.

Οἱ µὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.  25 εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ µήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς µητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή.  26 Ἰησοῦς οὖν ἰδὼν τὴν µητέρα καὶ τὸν µαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ µητρί, Γύναι, ἴδε ὁ υἱός σου.  27 εἶτα λέγει τῷ µαθητῇ, Ἴδε ἡ µήτηρ σου. καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαßεν αὐτὴν ὁ µαθητὴς εἰς τὰ ἴδια.

28 Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι ἤδη πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει, Διψῶ.  29 σκεῦος ἔκειτο ὄξους µεστόν· σπόγγον οὖν µεστὸν τοῦ ὄξους ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόµατι.  30 ὅτε οὖν ἔλαßεν τὸ ὄξος [ὁ] Ἰησοῦς εἶπεν, Τετέλεσται· καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦµα.

31 Οἱ οὖν Ἰουδαῖοι, ἐπεὶ παρασκευὴ ἦν, ἵνα µὴ µείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώµατα ἐν τῷ σαßßάτῳ, ἦν γὰρ µεγάλη ἡ ἡµέρα ἐκείνου τοῦ σαßßάτου, ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν.  32 ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ µὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ·  33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ἤδη αὐτὸν τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη,  34 ἀλλ’ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ἐξῆλθεν εὐθὺς αἷµα καὶ ὕδωρ.  35 καὶ ὁ ἑωρακὼς µεµαρτύρηκεν, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ µαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑµεῖς πιστεύσητε.  36 ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριßήσεται αὐτοῦ.  37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει, Ὄψονται εἰς ὃν ἐξεκέντησαν.

38 Μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ ὁ ἀπὸ Ἁριµαθαίας, ὢν µαθητὴς τοῦ Ἰησοῦ κεκρυµµένος δὲ διὰ τὸν φόßον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶµα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶµα αὐτοῦ.  39 ἦλθεν δὲ καὶ Νικόδηµος, ὁ ἐλθὼν πρὸς αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρων µίγµα σµύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν.  40 ἔλαßον οὖν τὸ σῶµα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ὀθονίοις µετὰ τῶν ἀρωµάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν.  41 ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ µνηµεῖον καινὸν ἐν ᾧ οὐδέπω οὐδεὶς ἦν τεθειµένος·  42 ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ µνηµεῖον, ἔθηκαν τὸν Ἰησοῦν.

20  Τῇ δὲ µιᾷ τῶν σαßßάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ µνηµεῖον, καὶ ßλέπει τὸν λίθον ἠρµένον ἐκ τοῦ µνηµείου.  2 τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίµωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον µαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς, Ἦραν τὸν κύριον ἐκ τοῦ µνηµείου, καὶ οὐκ οἴδαµεν ποῦ ἔθηκαν αὐτόν.  3 Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος µαθητής, καὶ ἤρχοντο εἰς τὸ µνηµεῖον.  4 ἔτρεχον δὲ οἱ δύο ὁµοῦ· καὶ ὁ ἄλλος µαθητὴς προέδραµεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ µνηµεῖον,  5 καὶ παρακύψας ßλέπει κείµενα τὰ ὀθόνια, οὐ µέντοι εἰσῆλθεν.  6 ἔρχεται οὖν καὶ Σίµων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ µνηµεῖον· καὶ θεωρεῖ τὰ ὀθόνια κείµενα,  7 καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ µετὰ τῶν ὀθονίων κείµενον ἀλλὰ χωρὶς ἐντετυλιγµένον εἰς ἕνα τόπον.  8 τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος µαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ µνηµεῖον, καὶ εἶδεν καὶ ἐπίστευσεν·  9 οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.  10 ἀπῆλθον οὖν πάλιν πρὸς αὑτοὺς οἱ µαθηταί.

11 Μαρία δὲ εἱστήκει πρὸς τῷ µνηµείῳ ἔξω κλαίουσα. ὡς οὖν ἔκλαιεν παρέκυψεν εἰς τὸ µνηµεῖον,  12 καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζοµένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶµα τοῦ Ἰησοῦ.  13 καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι, Γύναι, τί κλαίεις; λέγει αὐτοῖς ὅτι Ἦραν τὸν κύριόν µου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.  14 ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν.  15 λέγει αὐτῇ Ἰησοῦς, Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῷ, Κύριε, εἰ σὺ ἐßάστασας αὐτόν, εἰπέ µοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.  16 λέγει αὐτῇ Ἰησοῦς, Μαρία. στραφεῖσα ἐκείνη λέγει αὐτῷ Ἑßραϊστί, Ραßßουνι [ὃ λέγεται Διδάσκαλε].  17 λέγει αὐτῇ Ἰησοῦς, Μή µου ἅπτου, οὔπω γὰρ ἀναßέßηκα πρὸς τὸν πατέρα· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς µου καὶ εἰπὲ αὐτοῖς, Ἀναßαίνω πρὸς τὸν πατέρα µου καὶ πατέρα ὑµῶν καὶ θεόν µου καὶ θεὸν ὑµῶν.  18 ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀγγέλλουσα τοῖς µαθηταῖς ὅτι Ἑώρακα τὸν κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.

19 Οὔσης οὖν ὀψίας τῇ ἡµέρᾳ ἐκείνῃ τῇ µιᾷ σαßßάτων, καὶ τῶν θυρῶν κεκλεισµένων ὅπου ἦσαν οἱ µαθηταὶ διὰ τὸν φόßον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ µέσον καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑµῖν.  20 καὶ τοῦτο εἰπὼν ἔδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς. ἐχάρησαν οὖν οἱ µαθηταὶ ἰδόντες τὸν κύριον.  21 εἶπεν οὖν αὐτοῖς πάλιν, Εἰρήνη ὑµῖν· καθὼς ἀπέσταλκέν µε ὁ πατήρ, κἀγὼ πέµπω ὑµᾶς.  22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς, Λάßετε πνεῦµα ἅγιον·  23 ἄν τινων ἀφῆτε τὰς ἁµαρτίας ἀφέωνται αὐτοῖς, ἄν τινων κρατῆτε κεκράτηνται.

24 Θωµᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόµενος Δίδυµος, οὐκ ἦν µετ’ αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς.  25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι µαθηταί, Ἑωράκαµεν τὸν κύριον. ὁ δὲ εἶπεν αὐτοῖς, Ἐὰν µὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ ßάλω τὸν δάκτυλόν µου εἰς τὸν τύπον τῶν ἥλων καὶ ßάλω µου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ µὴ πιστεύσω.  26 Καὶ µεθ’ ἡµέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ µαθηταὶ αὐτοῦ καὶ Θωµᾶς µετ’ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισµένων, καὶ ἔστη εἰς τὸ µέσον καὶ εἶπεν, Εἰρήνη ὑµῖν.  27 εἶτα λέγει τῷ Θωµᾷ, Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς µου, καὶ φέρε τὴν χεῖρά σου καὶ ßάλε εἰς τὴν πλευράν µου, καὶ µὴ γίνου ἄπιστος ἀλλὰ πιστός.  28 ἀπεκρίθη Θωµᾶς καὶ εἶπεν αὐτῷ, Ὁ κύριός µου καὶ ὁ θεός µου.  29 λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὅτι ἑώρακάς µε πεπίστευκας; µακάριοι οἱ µὴ ἰδόντες καὶ πιστεύσαντες.

30 Πολλὰ µὲν οὖν καὶ ἄλλα σηµεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν µαθητῶν [αὐτοῦ], ἃ οὐκ ἔστιν γεγραµµένα ἐν τῷ ßιßλίῳ τούτῳ·  31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόµατι αὐτοῦ.

21  Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς µαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιßεριάδος· ἐφανέρωσεν δὲ οὕτως.  2 ἦσαν ὁµοῦ Σίµων Πέτρος καὶ Θωµᾶς ὁ λεγόµενος Δίδυµος καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεßεδαίου καὶ ἄλλοι ἐκ τῶν µαθητῶν αὐτοῦ δύο.  3 λέγει αὐτοῖς Σίµων Πέτρος, Ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ, Ἐρχόµεθα καὶ ἡµεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέßησαν εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.  4 πρωΐας δὲ ἤδη γενοµένης ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ µέντοι ᾔδεισαν οἱ µαθηταὶ ὅτι Ἰησοῦς ἐστιν.  5 λέγει οὖν αὐτοῖς [ὁ] Ἰησοῦς, Παιδία, µή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ, Οὔ.  6 ὁ δὲ εἶπεν αὐτοῖς, Βάλετε εἰς τὰ δεξιὰ µέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔßαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.  7 λέγει οὖν ὁ µαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, Ὁ κύριός ἐστιν. Σίµων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυµνός, καὶ ἔßαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν·  8 οἱ δὲ ἄλλοι µαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν µακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων.  9 ὡς οὖν ἀπέßησαν εἰς τὴν γῆν ßλέπουσιν ἀνθρακιὰν κειµένην καὶ ὀψάριον ἐπικείµενον καὶ ἄρτον.  10 λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.  11 ἀνέßη οὖν Σίµων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν µεστὸν ἰχθύων µεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον.  12 λέγει αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλµα τῶν µαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν.  13 ἔρχεται Ἰησοῦς καὶ λαµßάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁµοίως.  14 τοῦτο ἤδη τρίτον ἐφανερώθη Ἰησοῦς τοῖς µαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν.

15 Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίµωνι Πέτρῳ ὁ Ἰησοῦς, Σίµων Ἰωάννου, ἀγαπᾷς µε πλέον τούτων; λέγει αὐτῷ, Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία µου.  16 λέγει αὐτῷ πάλιν δεύτερον, Σίµων Ἰωάννου, ἀγαπᾷς µε; λέγει αὐτῷ, Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Ποίµαινε τὰ πρόßατά µου.  17 λέγει αὐτῷ τὸ τρίτον, Σίµων Ἰωάννου, φιλεῖς µε; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, Φιλεῖς µε; καὶ λέγει αὐτῷ, Κύριε, πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ, Βόσκε τὰ πρόßατά µου.  18 ἀµὴν ἀµὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις.  19 τοῦτο δὲ εἶπεν σηµαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ, Ἀκολούθει µοι.

20 Ἐπιστραφεὶς ὁ Πέτρος ßλέπει τὸν µαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν, Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε;  21 τοῦτον οὖν ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τί;  22 λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐὰν αὐτὸν θέλω µένειν ἕως ἔρχοµαι, τί πρὸς σέ; σύ µοι ἀκολούθει.  23 ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ µαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει, ἀλλ’, Ἐὰν αὐτὸν θέλω µένειν ἕως ἔρχοµαι[, τί πρὸς σέ];

24 Οὗτός ἐστιν ὁ µαθητὴς ὁ µαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαµεν ὅτι ἀληθὴς αὐτοῦ ἡ µαρτυρία ἐστίν.

25 Ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδ’ αὐτὸν οἶµαι τὸν κόσµον χωρῆσαι τὰ γραφόµενα ßιßλία.