1 Ἰάκωßος θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν.
2 Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί µου, ὅταν πειρασµοῖς περιπέσητε ποικίλοις, 3 γινώσκοντες ὅτι τὸ δοκίµιον ὑµῶν τῆς πίστεως κατεργάζεται ὑποµονήν· 4 ἡ δὲ ὑποµονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν µηδενὶ λειπόµενοι. 5 Εἰ δέ τις ὑµῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ πᾶσιν ἁπλῶς καὶ µὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ. 6 αἰτείτω δὲ ἐν πίστει, µηδὲν διακρινόµενος, ὁ γὰρ διακρινόµενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεµιζοµένῳ καὶ ῥιπιζοµένῳ· 7 µὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήµψεταί τι παρὰ τοῦ κυρίου, 8 ἀνὴρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
9 Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, 10 ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται. 11 ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανεν τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ µαρανθήσεται.
12 Μακάριος ἀνὴρ ὃς ὑποµένει πειρασµόν, ὅτι δόκιµος γενόµενος λήµψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν. 13 µηδεὶς πειραζόµενος λεγέτω ὅτι Ἀπὸ θεοῦ πειράζοµαι· ὁ γὰρ θεὸς ἀπείραστός ἐστιν κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. 14 ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυµίας ἐξελκόµενος καὶ δελεαζόµενος· 15 εἶτα ἡ ἐπιθυµία συλλαßοῦσα τίκτει ἁµαρτίαν, ἡ δὲ ἁµαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.
16 Μὴ πλανᾶσθε, ἀδελφοί µου ἀγαπητοί. 17 πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρηµα τέλειον ἄνωθέν ἐστιν, καταßαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ’ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασµα. 18 ßουληθεὶς ἀπεκύησεν ἡµᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡµᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισµάτων.
19 Ἴστε, ἀδελφοί µου ἀγαπητοί. ἔστω δὲ πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, ßραδὺς εἰς τὸ λαλῆσαι, ßραδὺς εἰς ὀργήν· 20 ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ ἐργάζεται. 21 διὸ ἀποθέµενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔµφυτον λόγον τὸν δυνάµενον σῶσαι τὰς ψυχὰς ὑµῶν.
22 Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ µὴ ἀκροαταὶ µόνον παραλογιζόµενοι ἑαυτούς. 23 ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ· 24 κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. 25 ὁ δὲ παρακύψας εἰς νόµον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραµείνας, οὐκ ἀκροατὴς ἐπιλησµονῆς γενόµενος ἀλλὰ ποιητὴς ἔργου, οὗτος µακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.
26 Εἴ τις δοκεῖ θρησκὸς εἶναι, µὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ ἀλλὰ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου µάταιος ἡ θρησκεία. 27 θρησκεία καθαρὰ καὶ ἀµίαντος παρὰ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσµου.
2 Ἀδελφοί µου, µὴ ἐν προσωποληµψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης. 2 ἐὰν γὰρ εἰσέλθῃ εἰς συναγωγὴν ὑµῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαµπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, 3 ἐπιßλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαµπρὰν καὶ εἴπητε, Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, Σὺ στῆθι ἢ κάθου ἐκεῖ ὑπὸ τὸ ὑποπόδιόν µου, 4 οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισµῶν πονηρῶν;
5 Ἀκούσατε, ἀδελφοί µου ἀγαπητοί. οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσµῳ πλουσίους ἐν πίστει καὶ κληρονόµους τῆς ßασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; 6 ὑµεῖς δὲ ἠτιµάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑµῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑµᾶς εἰς κριτήρια; 7 οὐκ αὐτοὶ ßλασφηµοῦσιν τὸ καλὸν ὄνοµα τὸ ἐπικληθὲν ἐφ’ ὑµᾶς; 8 εἰ µέντοι νόµον τελεῖτε ßασιλικὸν κατὰ τὴν γραφήν, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· 9 εἰ δὲ προσωποληµπτεῖτε, ἁµαρτίαν ἐργάζεσθε, ἐλεγχόµενοι ὑπὸ τοῦ νόµου ὡς παραßάται. 10 ὅστις γὰρ ὅλον τὸν νόµον τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος. 11 ὁ γὰρ εἰπών, Μὴ µοιχεύσῃς, εἶπεν καί, Μὴ φονεύσῃς· εἰ δὲ οὐ µοιχεύεις, φονεύεις δέ, γέγονας παραßάτης νόµου. 12 οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόµου ἐλευθερίας µέλλοντες κρίνεσθαι. 13 ἡ γὰρ κρίσις ἀνέλεος τῷ µὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται ἔλεος κρίσεως.
14 Τί τὸ ὄφελος, ἀδελφοί µου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ µὴ ἔχῃ; µὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; 15 ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυµνοὶ ὑπάρχωσιν καὶ λειπόµενοι τῆς ἐφηµέρου τροφῆς, 16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑµῶν, Ὑπάγετε ἐν εἰρήνῃ, θερµαίνεσθε καὶ χορτάζεσθε, µὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώµατος, τί τὸ ὄφελος; 17 οὕτως καὶ ἡ πίστις, ἐὰν µὴ ἔχῃ ἔργα, νεκρά ἐστιν καθ’ ἑαυτήν.
18 Ἀλλ’ ἐρεῖ τις, Σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω. δεῖξόν µοι τὴν πίστιν σου χωρὶς τῶν ἔργων, κἀγώ σοι δείξω ἐκ τῶν ἔργων µου τὴν πίστιν. 19 σὺ πιστεύεις ὅτι εἷς θεός ἐστιν; καλῶς ποιεῖς· καὶ τὰ δαιµόνια πιστεύουσιν καὶ φρίσσουσιν. 20 θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ἀργή ἐστιν; 21 Ἀßραὰµ ὁ πατὴρ ἡµῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; 22 ßλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη, 23 καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσεν δὲ Ἀßραὰµ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην καὶ φίλος θεοῦ ἐκλήθη. 24 ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως µόνον. 25 ὁµοίως δὲ καὶ Ῥαὰß ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαµένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκßαλοῦσα; 26 ὥσπερ γὰρ τὸ σῶµα χωρὶς πνεύµατος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς ἔργων νεκρά ἐστιν.
3 Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί µου, εἰδότες ὅτι µεῖζον κρίµα ληµψόµεθα. 2 πολλὰ γὰρ πταίοµεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶµα. 3 εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόµατα ßάλλοµεν εἰς τὸ πείθεσθαι αὐτοὺς ἡµῖν, καὶ ὅλον τὸ σῶµα αὐτῶν µετάγοµεν. 4 ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ ἀνέµων σκληρῶν ἐλαυνόµενα, µετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ἡ ὁρµὴ τοῦ εὐθύνοντος ßούλεται· 5 οὕτως καὶ ἡ γλῶσσα µικρὸν µέλος ἐστὶν καὶ µεγάλα αὐχεῖ.
Ἰδοὺ ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει· 6 καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσµος τῆς ἀδικίας, ἡ γλῶσσα καθίσταται ἐν τοῖς µέλεσιν ἡµῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶµα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζοµένη ὑπὸ τῆς γεέννης. 7 πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαµάζεται καὶ δεδάµασται τῇ φύσει τῇ ἀνθρωπίνῃ· 8 τὴν δὲ γλῶσσαν οὐδεὶς δαµάσαι δύναται ἀνθρώπων· ἀκατάστατον κακόν, µεστὴ ἰοῦ θανατηφόρου. 9 ἐν αὐτῇ εὐλογοῦµεν τὸν κύριον καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώµεθα τοὺς ἀνθρώπους τοὺς καθ’ ὁµοίωσιν θεοῦ γεγονότας· 10 ἐκ τοῦ αὐτοῦ στόµατος ἐξέρχεται εὐλογία καὶ κατάρα. οὐ χρή, ἀδελφοί µου, ταῦτα οὕτως γίνεσθαι. 11 µήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς ßρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; 12 µὴ δύναται, ἀδελφοί µου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἄµπελος σῦκα; οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ.
13 Τίς σοφὸς καὶ ἐπιστήµων ἐν ὑµῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας. 14 εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑµῶν, µὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. 15 οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχοµένη, ἀλλὰ ἐπίγειος, ψυχική, δαιµονιώδης· 16 ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγµα. 17 ἡ δὲ ἄνωθεν σοφία πρῶτον µὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, µεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος· 18 καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
4 Πόθεν πόλεµοι καὶ πόθεν µάχαι ἐν ὑµῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑµῶν τῶν στρατευοµένων ἐν τοῖς µέλεσιν ὑµῶν; 2 ἐπιθυµεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· µάχεσθε καὶ πολεµεῖτε. οὐκ ἔχετε διὰ τὸ µὴ αἰτεῖσθαι ὑµᾶς· 3 αἰτεῖτε καὶ οὐ λαµßάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑµῶν δαπανήσητε. 4 µοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσµου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ἐὰν οὖν ßουληθῇ φίλος εἶναι τοῦ κόσµου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. 5 ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει, Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦµα ὃ κατῴκισεν ἐν ἡµῖν; 6 µείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει,
Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται,
ταπεινοῖς δὲ δίδωσιν χάριν.
7 ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαßόλῳ, καὶ φεύξεται ἀφ’ ὑµῶν· 8 ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑµῖν. καθαρίσατε χεῖρας, ἁµαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. 9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑµῶν εἰς πένθος µετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν. 10 ταπεινώθητε ἐνώπιον κυρίου, καὶ ὑψώσει ὑµᾶς.
11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόµου καὶ κρίνει νόµον· εἰ δὲ νόµον κρίνεις, οὐκ εἶ ποιητὴς νόµου ἀλλὰ κριτής. 12 εἷς ἐστιν νοµοθέτης καὶ κριτής, ὁ δυνάµενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, ὁ κρίνων τὸν πλησίον;
13 Ἄγε νῦν οἱ λέγοντες, Σήµερον ἢ αὔριον πορευσόµεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσοµεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐµπορευσόµεθα καὶ κερδήσοµεν· 14 οἵτινες οὐκ ἐπίστασθε τῆς αὔριον ποία ἡ ζωὴ ὑµῶν. ἀτµὶς γάρ ἐστε πρὸς ὀλίγον φαινοµένη, ἔπειτα καὶ ἀφανιζοµένη· 15 ἀντὶ τοῦ λέγειν ὑµᾶς, Ἐὰν ὁ κύριος θέλῃ, καὶ ζήσοµεν καὶ ποιήσοµεν τοῦτο ἢ ἐκεῖνο. 16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑµῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ µὴ ποιοῦντι, ἁµαρτία αὐτῷ ἐστιν.
5 Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑµῶν ταῖς ἐπερχοµέναις. 2 ὁ πλοῦτος ὑµῶν σέσηπεν καὶ τὰ ἱµάτια ὑµῶν σητόßρωτα γέγονεν, 3 ὁ χρυσὸς ὑµῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς µαρτύριον ὑµῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑµῶν ὡς πῦρ· ἐθησαυρίσατε ἐν ἐσχάταις ἡµέραις. 4 ἰδοὺ ὁ µισθὸς τῶν ἐργατῶν τῶν ἀµησάντων τὰς χώρας ὑµῶν ὁ ἀφυστερηµένος ἀφ’ ὑµῶν κράζει, καὶ αἱ ßοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα κυρίου Σαßαὼθ εἰσελήλυθαν. 5 ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑµῶν ἐν ἡµέρᾳ σφαγῆς. 6 κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον. οὐκ ἀντιτάσσεται ὑµῖν.
7 Μακροθυµήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίµιον καρπὸν τῆς γῆς, µακροθυµῶν ἐπ’ αὐτῷ ἕως λάßῃ πρόϊµον καὶ ὄψιµον. 8 µακροθυµήσατε καὶ ὑµεῖς, στηρίξατε τὰς καρδίας ὑµῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν. 9 µὴ στενάζετε, ἀδελφοί, κατ’ ἀλλήλων, ἵνα µὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. 10 ὑπόδειγµα λάßετε, ἀδελφοί, τῆς κακοπαθείας καὶ τῆς µακροθυµίας τοὺς προφήτας, οἳ ἐλάλησαν ἐν τῷ ὀνόµατι κυρίου. 11 ἰδοὺ µακαρίζοµεν τοὺς ὑποµείναντας· τὴν ὑποµονὴν Ἰὼß ἠκούσατε, καὶ τὸ τέλος κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ κύριος καὶ οἰκτίρµων.
12 Πρὸ πάντων δέ, ἀδελφοί µου, µὴ ὀµνύετε, µήτε τὸν οὐρανὸν µήτε τὴν γῆν µήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑµῶν τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ, ἵνα µὴ ὑπὸ κρίσιν πέσητε.
13 Κακοπαθεῖ τις ἐν ὑµῖν; προσευχέσθω· εὐθυµεῖ τις; ψαλλέτω. 14 ἀσθενεῖ τις ἐν ὑµῖν; προσκαλεσάσθω τοὺς πρεσßυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ’ αὐτὸν ἀλείψαντες ἐλαίῳ ἐν τῷ ὀνόµατι [τοῦ] κυρίου· 15 καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάµνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος· κἂν ἁµαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. 16 ἐξοµολογεῖσθε οὖν ἀλλήλοις τὰς ἁµαρτίας καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουµένη. 17 Ἠλίας ἄνθρωπος ἦν ὁµοιοπαθὴς ἡµῖν, καὶ προσευχῇ προσηύξατο τοῦ µὴ ßρέξαι, καὶ οὐκ ἔßρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ µῆνας ἕξ· 18 καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκεν καὶ ἡ γῆ ἐßλάστησεν τὸν καρπὸν αὐτῆς.
19 Ἀδελφοί µου, ἐάν τις ἐν ὑµῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν, 20 γινώσκετε ὅτι ὁ ἐπιστρέψας ἁµαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν [αὐτοῦ] ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁµαρτιῶν.