Πρὸς Ἑßραίους

1  Πολυµερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις  2 ἐπ’ ἐσχάτου τῶν ἡµερῶν τούτων ἐλάλησεν ἡµῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόµον πάντων, δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας·  3 ὃς ὢν ἀπαύγασµα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήµατι τῆς δυνάµεως αὐτοῦ, καθαρισµὸν τῶν ἁµαρτιῶν ποιησάµενος ἐκάθισεν ἐν δεξιᾷ τῆς µεγαλωσύνης ἐν ὑψηλοῖς,  4 τοσούτῳ κρείττων γενόµενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόµηκεν ὄνοµα.

5 Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων,

Υἱός µου εἶ σύ,

ἐγὼ σήµερον γεγέννηκά σε;

καὶ πάλιν,

Ἐγὼ ἔσοµαι αὐτῷ εἰς πατέρα,

καὶ αὐτὸς ἔσται µοι εἰς υἱόν;

6 ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουµένην, λέγει,

Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ.

7 καὶ πρὸς µὲν τοὺς ἀγγέλους λέγει,

Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύµατα,

καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα,

8 πρὸς δὲ τὸν υἱόν,

Ὁ θρόνος σου ὁ θεός εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,

καὶ ἡ ῥάßδος τῆς εὐθύτητος ῥάßδος τῆς ßασι λείας σου.

9 ἠγάπησας δικαιοσύνην καὶ ἐµίσησας ἀνοµίαν·

διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου

ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς µετόχους σου.

10 καί,

Σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεµελίωσας,

καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·

11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαµένεις,

καὶ πάντες ὡς ἱµάτιον παλαιωθήσονται,

12 καὶ ὡσεὶ περιßόλαιον ἑλίξεις αὐτούς,

ὡς ἱµάτιον καὶ ἀλλαγήσονται·

σὺ δὲ ὁ αὐτὸς εἶ

καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.

13 πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε,

Κάθου ἐκ δεξιῶν µου,

ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;

14 οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύµατα εἰς διακονίαν ἀποστελλόµενα διὰ τοὺς µέλλοντας κληρονοµεῖν σωτηρίαν;

2  Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡµᾶς τοῖς ἀκουσθεῖσιν, µήποτε παραρυῶµεν.  2 εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο ßέßαιος, καὶ πᾶσα παράßασις καὶ παρακοὴ ἔλαßεν ἔνδικον µισθαποδοσίαν,  3 πῶς ἡµεῖς ἐκφευξόµεθα τηλικαύτης ἀµελήσαντες σωτηρίας; ἥτις, ἀρχὴν λαßοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡµᾶς ἐßεßαιώθη,  4 συνεπιµαρτυροῦντος τοῦ θεοῦ σηµείοις τε καὶ τέρασιν καὶ ποικίλαις δυνάµεσιν καὶ πνεύµατος ἁγίου µερισµοῖς κατὰ τὴν αὐτοῦ θέλησιν.

5 Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουµένην τὴν µέλλουσαν, περὶ ἧς λαλοῦµεν.  6 διεµαρτύρατο δέ πού τις λέγων,

Τί ἐστιν ἄνθρωπος ὅτι µιµνῄσκῃ αὐτοῦ,

ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν;

7 ἠλάττωσας αὐτὸν ßραχύ τι παρ’ ἀγγέλους,

δόξῃ καὶ τιµῇ ἐστεφάνωσας αὐτόν,

8 πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.

ἐν τῷ γὰρ ὑποτάξαι [αὐτῷ] τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. νῦν δὲ οὔπω ὁρῶµεν αὐτῷ τὰ πάντα ὑποτεταγµένα·  9 τὸν δὲ ßραχύ τι παρ’ ἀγγέλους ἠλαττωµένον ßλέποµεν Ἰησοῦν διὰ τὸ πάθηµα τοῦ θανάτου δόξῃ καὶ τιµῇ ἐστεφανωµένον, ὅπως χάριτι θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.

10 Ἔπρεπεν γὰρ αὐτῷ, δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθηµάτων τελειῶσαι.  11 ὁ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόµενοι ἐξ ἑνὸς πάντες· δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν,  12 λέγων,

Ἀπαγγελῶ τὸ ὄνοµά σου τοῖς ἀδελφοῖς µου,

ἐν µέσῳ ἐκκλησίας ὑµνήσω σε,

13 καὶ πάλιν,

Ἐγὼ ἔσοµαι πεποιθὼς ἐπ’ αὐτῷ,

καὶ πάλιν,

Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ µοι ἔδωκεν ὁ θεός.

14 ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵµατος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως µετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ’ ἔστιν τὸν διάßολον,  15 καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόßῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας.  16 οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαµßάνεται, ἀλλὰ σπέρµατος Ἀßραὰµ ἐπιλαµßάνεται.  17 ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁµοιωθῆναι, ἵνα ἐλεήµων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁµαρτίας τοῦ λαοῦ·  18 ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζοµένοις ßοηθῆσαι.

3  Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου µέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁµολογίας ἡµῶν Ἰησοῦν,  2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ.  3 πλείονος γὰρ οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται καθ’ ὅσον πλείονα τιµὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.  4 πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ πάντα κατασκευάσας θεός.  5 καὶ Μωϋσῆς µὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς µαρτύριον τῶν λαληθησοµένων,  6 Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· οὗ οἶκός ἐσµεν ἡµεῖς, ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχηµα τῆς ἐλπίδος κατάσχωµεν.

7 Διό, καθὼς λέγει τὸ πνεῦµα τὸ ἅγιον,

Σήµερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,

8 µὴ σκληρύνητε τὰς καρδίας ὑµῶν ὡς ἐν τῷ παραπικρασµῷ

κατὰ τὴν ἡµέραν τοῦ πειρασµοῦ ἐν τῇ ἐρήµῳ,

9 οὗ ἐπείρασαν οἱ πατέρες ὑµῶν ἐν δοκιµασίᾳ

καὶ εἶδον τὰ ἔργα µου  10 τεσσαράκοντα ἔτη·

διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ

καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ,

αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς µου,

11 ὡς ὤµοσα ἐν τῇ ὀργῇ µου·

Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν µου.

12 Βλέπετε, ἀδελφοί, µήποτε ἔσται ἔν τινι ὑµῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος,  13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡµέραν, ἄχρις οὗ τὸ Σήµερον καλεῖται, ἵνα µὴ σκληρυνθῇ τις ἐξ ὑµῶν ἀπάτῃ τῆς ἁµαρτίας·  14 µέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναµεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως µέχρι τέλους ßεßαίαν κατάσχωµεν,  15 ἐν τῷ λέγεσθαι,

Σήµερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,

Μὴ σκληρύνητε τὰς καρδίας ὑµῶν ὡς ἐν τῷ παρα πικρασµῷ.

16 τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως;  17 τίσιν δὲ προσώχθισεν τεσσαράκοντα ἔτη; οὐχὶ τοῖς ἁµαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήµῳ;  18 τίσιν δὲ ὤµοσεν µὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ µὴ τοῖς ἀπειθήσασιν;  19 καὶ ßλέποµεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι’ ἀπιστίαν.

4  Φοßηθῶµεν οὖν µήποτε καταλειποµένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ δοκῇ τις ἐξ ὑµῶν ὑστερηκέναι·  2 καὶ γάρ ἐσµεν εὐηγγελισµένοι καθάπερ κἀκεῖνοι, ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, µὴ συγκεκερασµένους τῇ πίστει τοῖς ἀκούσασιν.  3 εἰσερχόµεθα γὰρ εἰς [τὴν] κατάπαυσιν οἱ πιστεύσαντες, καθὼς εἴρηκεν,

Ὡς ὤµοσα ἐν τῇ ὀργῇ µου,

Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν µου,

καίτοι τῶν ἔργων ἀπὸ καταßολῆς κόσµου γενηθέντων.  4 εἴρηκεν γάρ που περὶ τῆς ἑßδόµης οὕτως, Καὶ κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡµέρᾳ τῇ ἑßδόµῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ,  5 καὶ ἐν τούτῳ πάλιν, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν µου.  6 ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτήν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι’ ἀπείθειαν,  7 πάλιν τινὰ ὁρίζει ἡµέραν, Σήµερον, ἐν Δαυὶδ λέγων µετὰ τοσοῦτον χρόνον, καθὼς προείρηται,

Σήµερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,

µὴ σκληρύνητε τὰς καρδίας ὑµῶν.

8 εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει µετὰ ταῦτα ἡµέρας.  9 ἄρα ἀπολείπεται σαßßατισµὸς τῷ λαῷ τοῦ θεοῦ·  10 ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ θεός.  11 σπουδάσωµεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα µὴ ἐν τῷ αὐτῷ τις ὑποδείγµατι πέσῃ τῆς ἀπειθείας.

12 Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τοµώτερος ὑπὲρ πᾶσαν µάχαιραν δίστοµον καὶ διϊκνούµενος ἄχρι µερισµοῦ ψυχῆς καὶ πνεύµατος, ἁρµῶν τε καὶ µυελῶν, καὶ κριτικὸς ἐνθυµήσεων καὶ ἐννοιῶν καρδίας·  13 καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυµνὰ καὶ τετραχηλισµένα τοῖς ὀφθαλµοῖς αὐτοῦ, πρὸς ὃν ἡµῖν ὁ λόγος.

14 Ἔχοντες οὖν ἀρχιερέα µέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ, κρατῶµεν τῆς ὁµολογίας·  15 οὐ γὰρ ἔχοµεν ἀρχιερέα µὴ δυνάµενον συµπαθῆσαι ταῖς ἀσθενείαις ἡµῶν, πεπειρασµένον δὲ κατὰ πάντα καθ’ ὁµοιότητα χωρὶς ἁµαρτίας.  16 προσερχώµεθα οὖν µετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάßωµεν ἔλεος καὶ χάριν εὕρωµεν εἰς εὔκαιρον ßοήθειαν.

5  Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαµßανόµενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁµαρτιῶν,  2 µετριοπαθεῖν δυνάµενος τοῖς ἀγνοοῦσιν καὶ πλανωµένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν,  3 καὶ δι’ αὐτὴν ὀφείλει καθὼς περὶ τοῦ λαοῦ οὕτως καὶ περὶ αὑτοῦ προσφέρειν περὶ ἁµαρτιῶν.  4 καὶ οὐχ ἑαυτῷ τις λαµßάνει τὴν τιµήν, ἀλλὰ καλούµενος ὑπὸ τοῦ θεοῦ, καθώσπερ καὶ Ἀαρών.

5 Οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτόν,

Υἱός µου εἶ σύ,

ἐγὼ σήµερον γεγέννηκά σε·

6 καθὼς καὶ ἐν ἑτέρῳ λέγει,

Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα

κατὰ τὴν τάξιν Μελχισέδεκ.

7 ὃς ἐν ταῖς ἡµέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάµενον σῴζειν αὐτὸν ἐκ θανάτου µετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαßείας,  8 καίπερ ὢν υἱὸς ἔµαθεν ἀφ’ ὧν ἔπαθεν τὴν ὑπακοήν·  9 καὶ τελειωθεὶς ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου,  10 προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισέδεκ.

11 Περὶ οὗ πολὺς ἡµῖν ὁ λόγος καὶ δυσερµήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.  12 καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑµᾶς τινὰ τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, [καὶ] οὐ στερεᾶς τροφῆς.  13 πᾶς γὰρ ὁ µετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστιν·  14 τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυµνασµένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.

6  Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώµεθα, µὴ πάλιν θεµέλιον καταßαλλόµενοι µετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ θεόν,  2 ßαπτισµῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίµατος αἰωνίου.  3 καὶ τοῦτο ποιήσοµεν ἐάνπερ ἐπιτρέπῃ ὁ θεός.  4 Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαµένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ µετόχους γενηθέντας πνεύµατος ἁγίου  5 καὶ καλὸν γευσαµένους θεοῦ ῥῆµα δυνάµεις τε µέλλοντος αἰῶνος,  6 καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς µετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγµατίζοντας.  7 γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ’ αὐτῆς ἐρχόµενον πολλάκις ὑετόν, καὶ τίκτουσα ßοτάνην εὔθετον ἐκείνοις δι’ οὓς καὶ γεωργεῖται, µεταλαµßάνει εὐλογίας ἀπὸ τοῦ θεοῦ·  8 ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριßόλους ἀδόκιµος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.

9 Πεπείσµεθα δὲ περὶ ὑµῶν, ἀγαπητοί, τὰ κρείσσονα καὶ ἐχόµενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦµεν·  10 οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑµῶν καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνοµα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.  11 ἐπιθυµοῦµεν δὲ ἕκαστον ὑµῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους,  12 ἵνα µὴ νωθροὶ γένησθε, µιµηταὶ δὲ τῶν διὰ πίστεως καὶ µακροθυµίας κληρονοµούντων τὰς ἐπαγγελίας.

13 Τῷ γὰρ Ἀßραὰµ ἐπαγγειλάµενος ὁ θεός, ἐπεὶ κατ’ οὐδενὸς εἶχεν µείζονος ὀµόσαι, ὤµοσεν καθ’ ἑαυτοῦ,  14 λέγων, Εἰ µὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε·  15 καὶ οὕτως µακροθυµήσας ἐπέτυχεν τῆς ἐπαγγελίας.  16 ἄνθρωποι γὰρ κατὰ τοῦ µείζονος ὀµνύουσιν, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς ßεßαίωσιν ὁ ὅρκος·  17 ἐν ᾧ περισσότερον ßουλόµενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόµοις τῆς ἐπαγγελίας τὸ ἀµετάθετον τῆς ßουλῆς αὐτοῦ ἐµεσίτευσεν ὅρκῳ,  18 ἵνα διὰ δύο πραγµάτων ἀµεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι [τὸν] θεόν, ἰσχυρὰν παράκλησιν ἔχωµεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειµένης ἐλπίδος·  19 ἣν ὡς ἄγκυραν ἔχοµεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ ßεßαίαν καὶ εἰσερχοµένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσµατος,  20 ὅπου πρόδροµος ὑπὲρ ἡµῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισέδεκ ἀρχιερεὺς γενόµενος εἰς τὸν αἰῶνα.

7  Οὗτος γὰρ ὁ Μελχισέδεκ, ßασιλεὺς Σαλήµ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀßραὰµ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν ßασιλέων καὶ εὐλογήσας αὐτόν,  2 ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐµέρισεν Ἀßραάµ, πρῶτον µὲν ἑρµηνευόµενος ßασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ ßασιλεὺς Σαλήµ, ὅ ἐστιν ßασιλεὺς εἰρήνης,  3 ἀπάτωρ, ἀµήτωρ, ἀγενεαλόγητος, µήτε ἀρχὴν ἡµερῶν µήτε ζωῆς τέλος ἔχων, ἀφωµοιωµένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, µένει ἱερεὺς εἰς τὸ διηνεκές.

4 Θεωρεῖτε δὲ πηλίκος οὗτος ᾧ δεκάτην Ἀßραὰµ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.  5 καὶ οἱ µὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαµßάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόµον, τοῦτ’ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀßραάµ·  6 ὁ δὲ µὴ γενεαλογούµενος ἐξ αὐτῶν δεδεκάτωκεν Ἀßραάµ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν.  7 χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.  8 καὶ ὧδε µὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαµßάνουσιν, ἐκεῖ δὲ µαρτυρούµενος ὅτι ζῇ.  9 καὶ ὡς ἔπος εἰπεῖν, δι’ Ἀßραὰµ καὶ Λευὶ ὁ δεκάτας λαµßάνων δεδεκάτωται,  10 ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ Μελχισέδεκ.

11 Εἰ µὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπ’ αὐτῆς νενοµοθέτηται, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;  12 µετατιθεµένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόµου µετάθεσις γίνεται.  13 ἐφ’ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας µετέσχηκεν, ἀφ’ ἧς οὐδεὶς προσέσχεν τῷ θυσιαστηρίῳ·  14 πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡµῶν, εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησεν.  15 καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁµοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος,  16 ὃς οὐ κατὰ νόµον ἐντολῆς σαρκίνης γέγονεν ἀλλὰ κατὰ δύναµιν ζωῆς ἀκαταλύτου,  17 µαρτυρεῖται γὰρ ὅτι

Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα

κατὰ τὴν τάξιν Μελχισέδεκ.

18 ἀθέτησις µὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές,  19 οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόµος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζοµεν τῷ θεῷ.

20 Καὶ καθ’ ὅσον οὐ χωρὶς ὁρκωµοσίας, οἱ µὲν γὰρ χωρὶς ὁρκωµοσίας εἰσὶν ἱερεῖς γεγονότες,  21 ὁ δὲ µετὰ ὁρκωµοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν,

Ὤµοσεν κύριος

καὶ οὐ µεταµεληθήσεται,

Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα,

22 κατὰ τοσοῦτο καὶ κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.  23 καὶ οἱ µὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραµένειν·  24 ὁ δὲ διὰ τὸ µένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράßατον ἔχει τὴν ἱερωσύνην·  25 ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχοµένους δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.

26 Τοιοῦτος γὰρ ἡµῖν καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀµίαντος, κεχωρισµένος ἀπὸ τῶν ἁµαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόµενος·  27 ὃς οὐκ ἔχει καθ’ ἡµέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁµαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας.  28 ὁ νόµος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωµοσίας τῆς µετὰ τὸν νόµον υἱὸν εἰς τὸν αἰῶνα τετελειωµένον.

8  Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγοµένοις, τοιοῦτον ἔχοµεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς µεγαλωσύνης ἐν τοῖς οὐρανοῖς,  2 τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, οὐκ ἄνθρωπος.  3 πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ.  4 εἰ µὲν οὖν ἦν ἐπὶ γῆς, οὐδ’ ἂν ἦν ἱερεύς, ὄντων τῶν προσφερόντων κατὰ νόµον τὰ δῶρα·  5 οἵτινες ὑποδείγµατι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων, καθὼς κεχρηµάτισται Μωϋσῆς µέλλων ἐπιτελεῖν τὴν σκηνήν, Ὅρα γάρ, φησίν, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει·  6 νυν[ὶ] δὲ διαφορωτέρας τέτυχεν λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστιν διαθήκης µεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενοµοθέτηται.

7 Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄµεµπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος·  8 µεµφόµενος γὰρ αὐτοὺς λέγει,

Ἰδοὺ ἡµέραι ἔρχονται, λέγει κύριος,

καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ

καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν,

9 οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν

ἐν ἡµέρᾳ ἐπιλαßοµένου µου τῆς χειρὸς αὐτῶν

ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου,

ὅτι αὐτοὶ οὐκ ἐνέµειναν ἐν τῇ διαθήκῃ µου,

κἀγὼ ἠµέλησα αὐτῶν, λέγει κύριος·

10 ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσοµαι τῷ οἴκῳ Ἰσραὴλ

µετὰ τὰς ἡµέρας ἐκείνας, λέγει κύριος·

διδοὺς νόµους µου εἰς τὴν διάνοιαν αὐτῶν

καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς,

καὶ ἔσοµαι αὐτοῖς εἰς θεὸν,

καὶ αὐτοὶ ἔσονταί µοι εἰς λαόν·

11 καὶ οὐ µὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ

καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, Γνῶθι τὸν κύριον,

ὅτι πάντες εἰδήσουσίν µε

ἀπὸ µικροῦ ἕως µεγάλου αὐτῶν.

12 ὅτι ἵλεως ἔσοµαι ταῖς ἀδικίαις αὐτῶν

καὶ τῶν ἁµαρτιῶν αὐτῶν οὐ µὴ µνησθῶ ἔτι.

13 ἐν τῷ λέγειν Καινὴν πεπαλαίωκεν τὴν πρώτην· τὸ δὲ παλαιούµενον καὶ γηράσκον ἐγγὺς ἀφανισµοῦ.

9  Εἶχε µὲν οὖν [καὶ] ἡ πρώτη δικαιώµατα λατρείας τό τε ἅγιον κοσµικόν.  2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια·  3 µετὰ δὲ τὸ δεύτερον καταπέτασµα σκηνὴ ἡ λεγοµένη Ἅγια Ἁγίων,  4 χρυσοῦν ἔχουσα θυµιατήριον καὶ τὴν κιßωτὸν τῆς διαθήκης περικεκαλυµµένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάµνος χρυσῆ ἔχουσα τὸ µάννα καὶ ἡ ῥάßδος Ἀαρὼν ἡ ßλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης,  5 ὑπεράνω δὲ αὐτῆς Χερουßεὶν δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ µέρος.

6 Τούτων δὲ οὕτως κατεσκευασµένων, εἰς µὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες,  7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ µόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵµατος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοηµάτων,  8 τοῦτο δηλοῦντος τοῦ πνεύµατος τοῦ ἁγίου, µήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν,  9 ἥτις παραßολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ’ ἣν δῶρά τε καὶ θυσίαι προσφέρονται µὴ δυνάµεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα,  10 µόνον ἐπὶ ßρώµασιν καὶ πόµασιν καὶ διαφόροις ßαπτισµοῖς, δικαιώµατα σαρκὸς µέχρι καιροῦ διορθώσεως ἐπικείµενα.

11 Χριστὸς δὲ παραγενόµενος ἀρχιερεὺς τῶν γενοµένων ἀγαθῶν διὰ τῆς µείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τοῦτ’ ἔστιν οὐ ταύτης τῆς κτίσεως,  12 οὐδὲ δι’ αἵµατος τράγων καὶ µόσχων διὰ δὲ τοῦ ἰδίου αἵµατος, εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράµενος.  13 εἰ γὰρ τὸ αἷµα τράγων καὶ ταύρων καὶ σποδὸς δαµάλεως ῥαντίζουσα τοὺς κεκοινωµένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα,  14 πόσῳ µᾶλλον τὸ αἷµα τοῦ Χριστοῦ, ὃς διὰ πνεύµατος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄµωµον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡµῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι.

15 Καὶ διὰ τοῦτο διαθήκης καινῆς µεσίτης ἐστίν, ὅπως θανάτου γενοµένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραßάσεων τὴν ἐπαγγελίαν λάßωσιν οἱ κεκληµένοι τῆς αἰωνίου κληρονοµίας.  16 ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεµένου·  17 διαθήκη γὰρ ἐπὶ νεκροῖς ßεßαία, ἐπεὶ µήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέµενος.  18 ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵµατος ἐγκεκαίνισται·  19 λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόµον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαßὼν τὸ αἷµα τῶν µόσχων µετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τὸ ßιßλίον καὶ πάντα τὸν λαὸν ἐράντισεν,  20 λέγων, Τοῦτο τὸ αἷµα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑµᾶς ὁ θεός.  21 καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵµατι ὁµοίως ἐράντισεν.  22 καὶ σχεδὸν ἐν αἵµατι πάντα καθαρίζεται κατὰ τὸν νόµον, καὶ χωρὶς αἱµατεκχυσίας οὐ γίνεται ἄφεσις.

23 Ἀνάγκη οὖν τὰ µὲν ὑποδείγµατα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας.  24 οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐµφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡµῶν·  25 οὐδ’ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ’ ἐνιαυτὸν ἐν αἵµατι ἀλλοτρίῳ,  26 ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταßολῆς κόσµου· νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν [τῆς] ἁµαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται.  27 καὶ καθ’ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, µετὰ δὲ τοῦτο κρίσις,  28 οὕτως καὶ ὁ Χριστός, ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁµαρτίας, ἐκ δευτέρου χωρὶς ἁµαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχοµένοις εἰς σωτηρίαν.

10  Σκιὰν γὰρ ἔχων ὁ νόµος τῶν µελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγµάτων, κατ’ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχοµένους τελειῶσαι·  2 ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόµεναι, διὰ τὸ µηδεµίαν ἔχειν ἔτι συνείδησιν ἁµαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρισµένους;  3 ἀλλ’ ἐν αὐταῖς ἀνάµνησις ἁµαρτιῶν κατ’ ἐνιαυτόν,  4 ἀδύνατον γὰρ αἷµα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁµαρτίας.

5 Διὸ εἰσερχόµενος εἰς τὸν κόσµον λέγει,

Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας,

σῶµα δὲ κατηρτίσω µοι·

6 ὁλοκαυτώµατα καὶ περὶ ἁµαρτίας

οὐκ εὐδόκησας.

7 τότε εἶπον,

Ἰδοὺ ἥκω,

ἐν κεφαλίδι ßιßλίου γέγραπται περὶ ἐµοῦ,

τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέληµά σου.

8 ἀνώτερον λέγων ὅτι Θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώµατα καὶ περὶ ἁµαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας, αἵτινες κατὰ νόµον προσφέρονται,  9 τότε εἴρηκεν, Ἰδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέληµά σου. ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ·  10 ἐν ᾧ θελήµατι ἡγιασµένοι ἐσµὲν διὰ τῆς προσφορᾶς τοῦ σώµατος Ἰησοῦ Χριστοῦ ἐφάπαξ.

11 Καὶ πᾶς µὲν ἱερεὺς ἕστηκεν καθ’ ἡµέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁµαρτίας.  12 οὗτος δὲ µίαν ὑπὲρ ἁµαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ,  13 τὸ λοιπὸν ἐκδεχόµενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ·  14 µιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζοµένους.

15 Μαρτυρεῖ δὲ ἡµῖν καὶ τὸ πνεῦµα τὸ ἅγιον· µετὰ γὰρ τὸ εἰρηκέναι,

16 Αὕτη ἡ διαθήκη ἣν διαθήσοµαι πρὸς αὐτοὺς

µετὰ τὰς ἡµέρας ἐκείνας, λέγει κύριος·

διδοὺς νόµους µου ἐπὶ καρδίας αὐτῶν

καὶ ἐπὶ τὴν διάνοιαν αὐτῶν ἐπιγράψω αὐτούς,

17 καὶ τῶν ἁµαρτιῶν αὐτῶν καὶ τῶν ἀνοµιῶν αὐτῶν

οὐ µὴ µνησθήσοµαι ἔτι.

18 ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁµαρτίας.

19 Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵµατι Ἰησοῦ,  20 ἣν ἐνεκαίνισεν ἡµῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσµατος, τοῦτ’ ἔστιν τῆς σαρκὸς αὐτοῦ,  21 καὶ ἱερέα µέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ,  22 προσερχώµεθα µετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ῥεραντισµένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουσµένοι τὸ σῶµα ὕδατι καθαρῷ·  23 κατέχωµεν τὴν ὁµολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάµενος·  24 καὶ κατανοῶµεν ἀλλήλους εἰς παροξυσµὸν ἀγάπης καὶ καλῶν ἔργων,  25 µὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ µᾶλλον ὅσῳ ßλέπετε ἐγγίζουσαν τὴν ἡµέραν.

26 Ἑκουσίως γὰρ ἁµαρτανόντων ἡµῶν µετὰ τὸ λαßεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁµαρτιῶν ἀπολείπεται θυσία,  27 φοßερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν µέλλοντος τοὺς ὑπεναντίους.  28 ἀθετήσας τις νόµον Μωϋσέως χωρὶς οἰκτιρµῶν ἐπὶ δυσὶν ἢ τρισὶν µάρτυσιν ἀποθνῄσκει·  29 πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιµωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας, καὶ τὸ αἷµα τῆς διαθήκης κοινὸν ἡγησάµενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦµα τῆς χάριτος ἐνυßρίσας;  30 οἴδαµεν γὰρ τὸν εἰπόντα,

Ἐµοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω.

καὶ πάλιν,

Κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ.

31 φοßερὸν τὸ ἐµπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος.

32 Ἀναµιµνῄσκεσθε δὲ τὰς πρότερον ἡµέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεµείνατε παθηµάτων,  33 τοῦτο µὲν ὀνειδισµοῖς τε καὶ θλίψεσιν θεατριζόµενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφοµένων γενηθέντες·  34 καὶ γὰρ τοῖς δεσµίοις συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑµῶν µετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἑαυτοὺς κρείττονα ὕπαρξιν καὶ µένουσαν.  35 µὴ ἀποßάλητε οὖν τὴν παρρησίαν ὑµῶν, ἥτις ἔχει µεγάλην µισθαποδοσίαν,  36 ὑποµονῆς γὰρ ἔχετε χρείαν ἵνα τὸ θέληµα τοῦ θεοῦ ποιήσαντες κοµίσησθε τὴν ἐπαγγελίαν.

37 ἔτι γὰρ µικρὸν ὅσον ὅσον,

ἐρχόµενος ἥξει καὶ οὐ χρονίσει·

38 ὁ δὲ δίκαιός µου ἐκ πίστεως ζήσεται,

καὶ ἐὰν ὑποστείληται,

οὐκ εὐδοκεῖ ἡ ψυχή µου ἐν αὐτῷ.

39 ἡµεῖς δὲ οὐκ ἐσµὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.

11  Ἔστιν δὲ πίστις ἐλπιζοµένων ὑπόστασις, πραγµάτων ἔλεγχος οὐ ßλεποµένων.  2 ἐν ταύτῃ γὰρ ἐµαρτυρήθησαν οἱ πρεσßύτεροι.

3 Πίστει νοοῦµεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήµατι θεοῦ, εἰς τὸ µὴ ἐκ φαινοµένων τὸ ßλεπόµενον γεγονέναι.

4 Πίστει πλείονα θυσίαν Ἅßελ παρὰ Κάϊν προσήνεγκεν τῷ θεῷ, δι’ ἧς ἐµαρτυρήθη εἶναι δίκαιος, µαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ θεοῦ, καὶ δι’ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ.  5 Πίστει Ἑνὼχ µετετέθη τοῦ µὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο διότι µετέθηκεν αὐτὸν ὁ θεός, πρὸ γὰρ τῆς µεταθέσεως µεµαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ·  6 χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόµενον τῷ θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν µισθαποδότης γίνεται.  7 Πίστει χρηµατισθεὶς Νῶε περὶ τῶν µηδέπω ßλεποµένων εὐλαßηθεὶς κατεσκεύασεν κιßωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι’ ἧς κατέκρινεν τὸν κόσµον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόµος.

8 Πίστει καλούµενος Ἀßραὰµ ὑπήκουσεν ἐξελθεῖν εἰς τόπον ὃν ἤµελλεν λαµßάνειν εἰς κληρονοµίαν, καὶ ἐξῆλθεν µὴ ἐπιστάµενος ποῦ ἔρχεται.  9 Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας µετὰ Ἰσαὰκ καὶ Ἰακὼß τῶν συγκληρονόµων τῆς ἐπαγγελίας τῆς αὐτῆς·  10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεµελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δηµιουργὸς ὁ θεός.  11 Πίστει καὶ αὐτὴ Σάρρα στεῖρα δύναµιν εἰς καταßολὴν σπέρµατος ἔλαßεν καὶ παρὰ καιρὸν ἡλικίας, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάµενον·  12 διὸ καὶ ἀφ’ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωµένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἡ ἄµµος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθµητος.

13 Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, µὴ κοµισάµενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάµενοι, καὶ ὁµολογήσαντες ὅτι ξένοι καὶ παρεπίδηµοί εἰσιν ἐπὶ τῆς γῆς·  14 οἱ γὰρ τοιαῦτα λέγοντες ἐµφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν.  15 καὶ εἰ µὲν ἐκείνης µνηµονεύουσιν ἀφ’ ἧς ἐξέßησαν, εἶχον ἂν καιρὸν ἀνακάµψαι·  16 νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ’ ἔστιν ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν, ἡτοίµασεν γὰρ αὐτοῖς πόλιν.

17 Πίστει προσενήνοχεν Ἀßραὰµ τὸν Ἰσαὰκ πειραζόµενος, καὶ τὸν µονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάµενος,  18 πρὸς ὃν ἐλαλήθη ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρµα19 λογισάµενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός· ὅθεν αὐτὸν καὶ ἐν παραßολῇ ἐκοµίσατο.  20 Πίστει καὶ περὶ µελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼß καὶ τὸν Ἠσαῦ.  21 Πίστει Ἰακὼß ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάßδου αὐτοῦ.  22 Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐµνηµόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.

23 Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύßη τρίµηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐφοßήθησαν τὸ διάταγµα τοῦ ßασιλέως.  24 Πίστει Μωϋσῆς µέγας γενόµενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,  25 µᾶλλον ἑλόµενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁµαρτίας ἀπόλαυσιν,  26 µείζονα πλοῦτον ἡγησάµενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισµὸν τοῦ Χριστοῦ, ἀπέßλεπεν γὰρ εἰς τὴν µισθαποδοσίαν.  27 Πίστει κατέλιπεν Αἴγυπτον, µὴ φοßηθεὶς τὸν θυµὸν τοῦ ßασιλέως, τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν.  28 Πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵµατος, ἵνα µὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.  29 Πίστει διέßησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς γῆς, ἧς πεῖραν λαßόντες οἱ Αἰγύπτιοι κατεπόθησαν.  30 Πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡµέρας.  31 Πίστει Ῥαὰß ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαµένη τοὺς κατασκόπους µετ’ εἰρήνης.

32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει µε γὰρ διηγούµενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαµψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σαµουὴλ καὶ τῶν προφητῶν,  33 οἳ διὰ πίστεως κατηγωνίσαντο ßασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόµατα λεόντων,  34 ἔσßεσαν δύναµιν πυρός, ἔφυγον στόµατα µαχαίρης, ἐδυναµώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέµῳ, παρεµßολὰς ἔκλιναν ἀλλοτρίων·  35 ἔλαßον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυµπανίσθησαν, οὐ προσδεξάµενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·  36 ἕτεροι δὲ ἐµπαιγµῶν καὶ µαστίγων πεῖραν ἔλαßον, ἔτι δὲ δεσµῶν καὶ φυλακῆς·  37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ µαχαίρης ἀπέθανον, περιῆλθον ἐν µηλωταῖς, ἐν αἰγείοις δέρµασιν, ὑστερούµενοι, θλιßόµενοι, κακουχούµενοι,  38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσµος, ἐπὶ ἐρηµίαις πλανώµενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.

39 Καὶ οὗτοι πάντες µαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκοµίσαντο τὴν ἐπαγγελίαν,  40 τοῦ θεοῦ περὶ ἡµῶν κρεῖττόν τι προßλεψαµένου, ἵνα µὴ χωρὶς ἡµῶν τελειωθῶσιν.

12  Τοιγαροῦν καὶ ἡµεῖς, τοσοῦτον ἔχοντες περικείµενον ἡµῖν νέφος µαρτύρων, ὄγκον ἀποθέµενοι πάντα καὶ τὴν εὐπερίστατον ἁµαρτίαν, δι’ ὑποµονῆς τρέχωµεν τὸν προκείµενον ἡµῖν ἀγῶνα,  2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειµένης αὐτῷ χαρᾶς ὑπέµεινεν σταυρὸν αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν.  3 ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑποµεµενηκότα ὑπὸ τῶν ἁµαρτωλῶν εἰς ἑαυτὸν ἀντιλογίαν, ἵνα µὴ κάµητε ταῖς ψυχαῖς ὑµῶν ἐκλυόµενοι.

4 Οὔπω µέχρις αἵµατος ἀντικατέστητε πρὸς τὴν ἁµαρτίαν ἀνταγωνιζόµενοι,  5 καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑµῖν ὡς υἱοῖς διαλέγεται,

Υἱέ µου, µὴ ὀλιγώρει παιδείας κυρίου

µηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόµενος·

6 ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει,

µαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.

7 εἰς παιδείαν ὑποµένετε· ὡς υἱοῖς ὑµῖν προσφέρεται ὁ θεός· τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ;  8 εἰ δὲ χωρίς ἐστε παιδείας ἧς µέτοχοι γεγόνασιν πάντες, ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε.  9 εἶτα τοὺς µὲν τῆς σαρκὸς ἡµῶν πατέρας εἴχοµεν παιδευτὰς καὶ ἐνετρεπόµεθα· οὐ πολὺ [δὲ] µᾶλλον ὑποταγησόµεθα τῷ πατρὶ τῶν πνευµάτων καὶ ζήσοµεν;  10 οἱ µὲν γὰρ πρὸς ὀλίγας ἡµέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συµφέρον εἰς τὸ µεταλαßεῖν τῆς ἁγιότητος αὐτοῦ.  11 πᾶσα δὲ παιδεία πρὸς µὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι’ αὐτῆς γεγυµνασµένοις ἀποδίδωσιν δικαιοσύνης.

12 Διὸ τὰς παρειµένας χεῖρας καὶ τὰ παραλελυµένα γόνατα ἀνορθώσατε,  13 καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑµῶν, ἵνα µὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ µᾶλλον.

14 Εἰρήνην διώκετε µετὰ πάντων, καὶ τὸν ἁγιασµόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον,  15 ἐπισκοποῦντες µή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ, µή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ δι’ αὐτῆς µιανθῶσιν πολλοί,  16 µή τις πόρνος ἢ ßέßηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ ßρώσεως µιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ.  17 ἴστε γὰρ ὅτι καὶ µετέπειτα θέλων κληρονοµῆσαι τὴν εὐλογίαν ἀπεδοκιµάσθη, µετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ µετὰ δακρύων ἐκζητήσας αὐτήν.

18 Οὐ γὰρ προσεληλύθατε ψηλαφωµένῳ καὶ κεκαυµένῳ πυρὶ καὶ γνόφῳ καὶ ζόφῳ καὶ θυέλλῃ  19 καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥηµάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο µὴ προστεθῆναι αὐτοῖς λόγον·  20 οὐκ ἔφερον γὰρ τὸ διαστελλόµενον, Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοßοληθήσεται·  21 καί, οὕτω φοßερὸν ἦν τὸ φανταζόµενον, Μωϋσῆς εἶπεν, Ἔκφοßός εἰµι καὶ ἔντροµος.  22 ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴµ ἐπουρανίῳ, καὶ µυριάσιν ἀγγέλων, πανηγύρει  23 καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραµµένων ἐν οὐρανοῖς, καὶ κριτῇ θεῷ πάντων, καὶ πνεύµασι δικαίων τετελειωµένων,  24 καὶ διαθήκης νέας µεσίτῃ Ἰησοῦ, καὶ αἵµατι ῥαντισµοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἅßελ.

25 Βλέπετε µὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον ἐπὶ γῆς παραιτησάµενοι τὸν χρηµατίζοντα, πολὺ µᾶλλον ἡµεῖς οἱ τὸν ἀπ’ οὐρανῶν ἀποστρεφόµενοι·  26 οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων, Ἔτι ἅπαξ ἐγὼ σείσω οὐ µόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν.  27 τὸ δέ, Ἔτι ἅπαξ δηλοῖ [τὴν] τῶν σαλευοµένων µετάθεσιν ὡς πεποιηµένων, ἵνα µείνῃ τὰ µὴ σαλευόµενα.  28 Διὸ ßασιλείαν ἀσάλευτον παραλαµßάνοντες ἔχωµεν χάριν, δι’ ἧς λατρεύωµεν εὐαρέστως τῷ θεῷ µετὰ εὐλαßείας καὶ δέους·  29 καὶ γὰρ ὁ θεὸς ἡµῶν πῦρ καταναλίσκον.

13  Ἡ φιλαδελφία µενέτω.  2 τῆς φιλοξενίας µὴ ἐπιλανθάνεσθε, διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.  3 µιµνῄσκεσθε τῶν δεσµίων ὡς συνδεδεµένοι, τῶν κακουχουµένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώµατι.  4 Τίµιος ὁ γάµος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀµίαντος, πόρνους γὰρ καὶ µοιχοὺς κρινεῖ ὁ θεός.  5 Ἀφιλάργυρος ὁ τρόπος· ἀρκούµενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν, Οὐ µή σε ἀνῶ οὐδ’ οὐ µή σε ἐγκαταλίπω,  6 ὥστε θαρροῦντας ἡµᾶς λέγειν,

Κύριος ἐµοὶ ßοηθός,

[καὶ] οὐ φοßηθήσοµαι,

τί ποιήσει µοι ἄνθρωπος;

7 Μνηµονεύετε τῶν ἡγουµένων ὑµῶν, οἵτινες ἐλάλησαν ὑµῖν τὸν λόγον τοῦ θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκßασιν τῆς ἀναστροφῆς µιµεῖσθε τὴν πίστιν.  8 Ἰησοῦς Χριστὸς ἐχθὲς καὶ σήµερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.  9 διδαχαῖς ποικίλαις καὶ ξέναις µὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι ßεßαιοῦσθαι τὴν καρδίαν, οὐ ßρώµασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες.  10 ἔχοµεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες.  11 ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷµα περὶ ἁµαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώµατα κατακαίεται ἔξω τῆς παρεµßολῆς.  12 διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵµατος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν.  13 τοίνυν ἐξερχώµεθα πρὸς αὐτὸν ἔξω τῆς παρεµßολῆς, τὸν ὀνειδισµὸν αὐτοῦ φέροντες·  14 οὐ γὰρ ἔχοµεν ὧδε µένουσαν πόλιν, ἀλλὰ τὴν µέλλουσαν ἐπιζητοῦµεν.  15 δι’ αὐτοῦ οὖν ἀναφέρωµεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ, τοῦτ’ ἔστιν καρπὸν χειλέων ὁµολογούντων τῷ ὀνόµατι αὐτοῦ.  16 τῆς δὲ εὐποιΐας καὶ κοινωνίας µὴ ἐπιλανθάνεσθε, τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός.

17 Πείθεσθε τοῖς ἡγουµένοις ὑµῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑµῶν ὡς λόγον ἀποδώσοντες, ἵνα µετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ µὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑµῖν τοῦτο.

18 Προσεύχεσθε περὶ ἡµῶν, πειθόµεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχοµεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι.  19 περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑµῖν.

20 Ὁ δὲ θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιµένα τῶν προßάτων τὸν µέγαν ἐν αἵµατι διαθήκης αἰωνίου, τὸν κύριον ἡµῶν Ἰησοῦν,  21 καταρτίσαι ὑµᾶς ἐν παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέληµα αὐτοῦ, ποιῶν ἐν ἡµῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας [τῶν αἰώνων]· ἀµήν.

22 Παρακαλῶ δὲ ὑµᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως, καὶ γὰρ διὰ ßραχέων ἐπέστειλα ὑµῖν.  23 Γινώσκετε τὸν ἀδελφὸν ἡµῶν Τιµόθεον ἀπολελυµένον, µεθ’ οὗ ἐὰν τάχιον ἔρχηται ὄψοµαι ὑµᾶς.

24 Ἀσπάσασθε πάντας τοὺς ἡγουµένους ὑµῶν καὶ πάντας τοὺς ἁγίους. ἀσπάζονται ὑµᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.  25 ἡ χάρις µετὰ πάντων ὑµῶν.