1 Παῦλος ἀπόστολος, οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, 2 καὶ οἱ σὺν ἐµοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας· 3 χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡµῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ, 4 τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁµαρτιῶν ἡµῶν ὅπως ἐξέληται ἡµᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ κατὰ τὸ θέληµα τοῦ θεοῦ καὶ πατρὸς ἡµῶν, 5 ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀµήν.
6 Θαυµάζω ὅτι οὕτως ταχέως µετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑµᾶς ἐν χάριτι [Χριστοῦ] εἰς ἕτερον εὐαγγέλιον, 7 ὃ οὐκ ἔστιν ἄλλο· εἰ µή τινές εἰσιν οἱ ταράσσοντες ὑµᾶς καὶ θέλοντες µεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. 8 ἀλλὰ καὶ ἐὰν ἡµεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ [ὑµῖν] εὐαγγελίζηται παρ’ ὃ εὐηγγελισάµεθα ὑµῖν, ἀνάθεµα ἔστω. 9 ὡς προειρήκαµεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑµᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάßετε, ἀνάθεµα ἔστω.
10 Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤµην.
11 Γνωρίζω δὲ ὑµῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ’ ἐµοῦ ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον· 12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαßον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.
13 Ἠκούσατε γὰρ τὴν ἐµὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσµῷ, ὅτι καθ’ ὑπερßολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθουν αὐτήν, 14 καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσµῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει µου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν µου παραδόσεων. 15 ὅτε δὲ εὐδόκησεν ὁ ἀφορίσας µε ἐκ κοιλίας µητρός µου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ 16 ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐµοὶ ἵνα εὐαγγελίζωµαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέµην σαρκὶ καὶ αἵµατι, 17 οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυµα πρὸς τοὺς πρὸ ἐµοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραßίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαµασκόν.
18 Ἔπειτα µετὰ τρία ἔτη ἀνῆλθον εἰς Ἱεροσόλυµα ἱστορῆσαι Κηφᾶν, καὶ ἐπέµεινα πρὸς αὐτὸν ἡµέρας δεκαπέντε· 19 ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ µὴ Ἰάκωßον τὸν ἀδελφὸν τοῦ κυρίου. 20 ἃ δὲ γράφω ὑµῖν, ἰδοὺ ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύδοµαι. 21 ἔπειτα ἦλθον εἰς τὰ κλίµατα τῆς Συρίας καὶ τῆς Κιλικίας. 22 ἤµην δὲ ἀγνοούµενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ, 23 µόνον δὲ ἀκούοντες ἦσαν ὅτι Ὁ διώκων ἡµᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει, 24 καὶ ἐδόξαζον ἐν ἐµοὶ τὸν θεόν.
2 Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέßην εἰς Ἱεροσόλυµα µετὰ Βαρναßᾶ, συµπαραλαßὼν καὶ Τίτον· 2 ἀνέßην δὲ κατὰ ἀποκάλυψιν· καὶ ἀνεθέµην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσιν, κατ’ ἰδίαν δὲ τοῖς δοκοῦσιν, µή πως εἰς κενὸν τρέχω ἢ ἔδραµον. 3 ἀλλ’ οὐδὲ Τίτος ὁ σὺν ἐµοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτµηθῆναι· 4 διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡµῶν ἣν ἔχοµεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡµᾶς καταδουλώσουσιν· 5 οἷς οὐδὲ πρὸς ὥραν εἴξαµεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαµείνῃ πρὸς ὑµᾶς. 6 ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι – ὁποῖοί ποτε ἦσαν οὐδέν µοι διαφέρει· πρόσωπον [ὁ] θεὸς ἀνθρώπου οὐ λαµßάνει – ἐµοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο, 7 ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευµαι τὸ εὐαγγέλιον τῆς ἀκροßυστίας καθὼς Πέτρος τῆς περιτοµῆς, 8 ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτοµῆς ἐνήργησεν καὶ ἐµοὶ εἰς τὰ ἔθνη, 9 καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν µοι, Ἰάκωßος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐµοὶ καὶ Βαρναßᾷ κοινωνίας, ἵνα ἡµεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτοµήν· 10 µόνον τῶν πτωχῶν ἵνα µνηµονεύωµεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.
11 Ὅτε δὲ ἦλθεν Κηφᾶς εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσµένος ἦν. 12 πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώßου µετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν, φοßούµενος τοὺς ἐκ περιτοµῆς. 13 καὶ συνυπεκρίθησαν αὐτῷ [καὶ] οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρναßᾶς συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. 14 ἀλλ’ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔµπροσθεν πάντων, Εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς καὶ οὐχὶ Ἰουδαϊκῶς ζῇς, πῶς τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν;
15 Ἡµεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁµαρτωλοί, 16 εἰδότες [δὲ] ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόµου ἐὰν µὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡµεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαµεν, ἵνα δικαιωθῶµεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόµου, ὅτι ἐξ ἔργων νόµου οὐ δικαιωθήσεται πᾶσα σάρξ. 17 εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθηµεν καὶ αὐτοὶ ἁµαρτωλοί, ἆρα Χριστὸς ἁµαρτίας διάκονος; µὴ γένοιτο. 18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδοµῶ, παραßάτην ἐµαυτὸν συνιστάνω. 19 ἐγὼ γὰρ διὰ νόµου νόµῳ ἀπέθανον ἵνα θεῷ ζήσω. Χριστῷ συνεσταύρωµαι· 20 ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐµοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός µε καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐµοῦ. 21 οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ· εἰ γὰρ διὰ νόµου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.
3 Ὦ ἀνόητοι Γαλάται, τίς ὑµᾶς ἐßάσκανεν, οἷς κατ’ ὀφθαλµοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωµένος; 2 τοῦτο µόνον θέλω µαθεῖν ἀφ’ ὑµῶν, ἐξ ἔργων νόµου τὸ πνεῦµα ἐλάßετε ἢ ἐξ ἀκοῆς πίστεως; 3 οὕτως ἀνόητοί ἐστε; ἐναρξάµενοι πνεύµατι νῦν σαρκὶ ἐπιτελεῖσθε; 4 τοσαῦτα ἐπάθετε εἰκῇ; εἴ γε καὶ εἰκῇ. 5 ὁ οὖν ἐπιχορηγῶν ὑµῖν τὸ πνεῦµα καὶ ἐνεργῶν δυνάµεις ἐν ὑµῖν ἐξ ἔργων νόµου ἢ ἐξ ἀκοῆς πίστεως; 6 καθὼς Ἀßραὰµ ἐπίστευσεν τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
7 Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι υἱοί εἰσιν Ἀßραάµ. 8 προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεὸς προευηγγελίσατο τῷ Ἀßραὰµ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. 9 ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀßραάµ. 10 ὅσοι γὰρ ἐξ ἔργων νόµου εἰσὶν ὑπὸ κατάραν εἰσίν· γέγραπται γὰρ ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐµµένει πᾶσιν τοῖς γεγραµµένοις ἐν τῷ ßιßλίῳ τοῦ νόµου τοῦ ποιῆσαι αὐτά. 11 ὅτι δὲ ἐν νόµῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον, ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται· 12 ὁ δὲ νόµος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ’ Ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς. 13 Χριστὸς ἡµᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόµου γενόµενος ὑπὲρ ἡµῶν κατάρα, ὅτι γέγραπται, Ἐπικατάρατος πᾶς ὁ κρεµάµενος ἐπὶ ξύλου, 14 ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀßραὰµ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύµατος λάßωµεν διὰ τῆς πίστεως.
15 Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω· ὅµως ἀνθρώπου κεκυρωµένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται. 16 τῷ δὲ Ἀßραὰµ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρµατι αὐτοῦ. οὐ λέγει, Καὶ τοῖς σπέρµασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνός, Καὶ τῷ σπέρµατί σου, ὅς ἐστιν Χριστός. 17 τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωµένην ὑπὸ τοῦ θεοῦ ὁ µετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόµος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. 18 εἰ γὰρ ἐκ νόµου ἡ κληρονοµία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀßραὰµ δι’ ἐπαγγελίας κεχάρισται ὁ θεός. 19 Τί οὖν ὁ νόµος; τῶν παραßάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρµα ᾧ ἐπήγγελται, διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ µεσίτου. 20 ὁ δὲ µεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν.
21 Ὁ οὖν νόµος κατὰ τῶν ἐπαγγελιῶν [τοῦ θεοῦ]; µὴ γένοιτο· εἰ γὰρ ἐδόθη νόµος ὁ δυνάµενος ζῳοποιῆσαι, ὄντως ἐκ νόµου ἂν ἦν ἡ δικαιοσύνη. 22 ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁµαρτίαν ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν.
23 Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόµον ἐφρουρούµεθα συγκλειόµενοι εἰς τὴν µέλλουσαν πίστιν ἀποκαλυφθῆναι. 24 ὥστε ὁ νόµος παιδαγωγὸς ἡµῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶµεν· 25 ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσµεν.
26 Πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. 27 ὅσοι γὰρ εἰς Χριστὸν ἐßαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· 28 οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑµεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. 29 εἰ δὲ ὑµεῖς Χριστοῦ, ἄρα τοῦ Ἀßραὰµ σπέρµα ἐστέ, κατ’ ἐπαγγελίαν κληρονόµοι.
4 Λέγω δέ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόµος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν, 2 ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόµους ἄχρι τῆς προθεσµίας τοῦ πατρός. 3 οὕτως καὶ ἡµεῖς, ὅτε ἦµεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσµου ἤµεθα δεδουλωµένοι· 4 ὅτε δὲ ἦλθεν τὸ πλήρωµα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόµενον ἐκ γυναικός, γενόµενον ὑπὸ νόµον, 5 ἵνα τοὺς ὑπὸ νόµον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάßωµεν. 6 Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦµα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡµῶν, κρᾶζον, Αßßα ὁ πατήρ. 7 ὥστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόµος διὰ θεοῦ.
8 Ἀλλὰ τότε µὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει µὴ οὖσιν θεοῖς· 9 νῦν δὲ γνόντες θεόν, µᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε; 10 ἡµέρας παρατηρεῖσθε καὶ µῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς. 11 φοßοῦµαι ὑµᾶς µή πως εἰκῇ κεκοπίακα εἰς ὑµᾶς.
12 Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑµεῖς, ἀδελφοί, δέοµαι ὑµῶν. οὐδέν µε ἠδικήσατε· 13 οἴδατε δὲ ὅτι δι’ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάµην ὑµῖν τὸ πρότερον, 14 καὶ τὸν πειρασµὸν ὑµῶν ἐν τῇ σαρκί µου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὰ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ µε, ὡς Χριστὸν Ἰησοῦν. 15 ποῦ οὖν ὁ µακαρισµὸς ὑµῶν; µαρτυρῶ γὰρ ὑµῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλµοὺς ὑµῶν ἐξορύξαντες ἐδώκατέ µοι. 16 ὥστε ἐχθρὸς ὑµῶν γέγονα ἀληθεύων ὑµῖν; 17 ζηλοῦσιν ὑµᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑµᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. 18 καλὸν δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ µὴ µόνον ἐν τῷ παρεῖναί µε πρὸς ὑµᾶς, 19 τεκνία µου, οὓς πάλιν ὠδίνω µέχρις οὗ µορφωθῇ Χριστὸς ἐν ὑµῖν· 20 ἤθελον δὲ παρεῖναι πρὸς ὑµᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν µου, ὅτι ἀποροῦµαι ἐν ὑµῖν.
21 Λέγετέ µοι, οἱ ὑπὸ νόµον θέλοντες εἶναι, τὸν νόµον οὐκ ἀκούετε; 22 γέγραπται γὰρ ὅτι Ἀßραὰµ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. 23 ἀλλ’ ὁ µὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας δι’ ἐπαγγελίας. 24 ἅτινά ἐστιν ἀλληγορούµενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι, µία µὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἁγάρ. 25 τὸ δὲ Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραßίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήµ, δουλεύει γὰρ µετὰ τῶν τέκνων αὐτῆς. 26 ἡ δὲ ἄνω Ἰερουσαλὴµ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν µήτηρ ἡµῶν· 27 γέγραπται γάρ,
Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα,
ῥῆξον καὶ ßόησον, ἡ οὐκ ὠδίνουσα·
ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήµου µᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
28 ὑµεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ. 29 ἀλλ’ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τὸν κατὰ πνεῦµα, οὕτως καὶ νῦν. 30 ἀλλὰ τί λέγει ἡ γραφή; Ἔκßαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ µὴ κληρονοµήσει ὁ υἱὸς τῆς παιδίσκης µετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. 31 διό, ἀδελφοί, οὐκ ἐσµὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας. 5 τῇ ἐλευθερίᾳ ἡµᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν καὶ µὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
2 Ἴδε ἐγὼ Παῦλος λέγω ὑµῖν ὅτι ἐὰν περιτέµνησθε Χριστὸς ὑµᾶς οὐδὲν ὠφελήσει. 3 µαρτύροµαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεµνοµένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόµον ποιῆσαι. 4 κατηργήθητε ἀπὸ Χριστοῦ οἵτινες ἐν νόµῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. 5 ἡµεῖς γὰρ πνεύµατι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόµεθα. 6 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτοµή τι ἰσχύει οὔτε ἀκροßυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουµένη.
7 Ἐτρέχετε καλῶς· τίς ὑµᾶς ἐνέκοψεν [τῇ] ἀληθείᾳ µὴ πείθεσθαι; 8 ἡ πεισµονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑµᾶς. 9 µικρὰ ζύµη ὅλον τὸ φύραµα ζυµοῖ. 10 ἐγὼ πέποιθα εἰς ὑµᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑµᾶς ßαστάσει τὸ κρίµα, ὅστις ἐὰν ᾖ. 11 ἐγὼ δέ, ἀδελφοί, εἰ περιτοµὴν ἔτι κηρύσσω, τί ἔτι διώκοµαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. 12 ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑµᾶς.
13 Ὑµεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· µόνον µὴ τὴν ἐλευθερίαν εἰς ἀφορµὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. 14 ὁ γὰρ πᾶς νόµος ἐν ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, ßλέπετε µὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε.
16 Λέγω δέ, πνεύµατι περιπατεῖτε καὶ ἐπιθυµίαν σαρκὸς οὐ µὴ τελέσητε. 17 ἡ γὰρ σὰρξ ἐπιθυµεῖ κατὰ τοῦ πνεύµατος, τὸ δὲ πνεῦµα κατὰ τῆς σαρκός· ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα µὴ ἃ ἐὰν θέλητε ταῦτα ποιῆτε. 18 εἰ δὲ πνεύµατι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόµον. 19 φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια, 20 εἰδωλολατρία, φαρµακεία, ἔχθραι, ἔρις, ζῆλος, θυµοί, ἐριθείαι, διχοστασίαι, αἱρέσεις, 21 φθόνοι, µέθαι, κῶµοι, καὶ τὰ ὅµοια τούτοις, ἃ προλέγω ὑµῖν καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ßασιλείαν θεοῦ οὐ κληρονοµήσουσιν.
22 Ὁ δὲ καρπὸς τοῦ πνεύµατός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, µακροθυµία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόµος. 24 οἱ δὲ τοῦ Χριστοῦ [Ἰησοῦ] τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήµασιν καὶ ταῖς ἐπιθυµίαις. 25 εἰ ζῶµεν πνεύµατι, πνεύµατι καὶ στοιχῶµεν. 26 µὴ γινώµεθα κενόδοξοι, ἀλλήλους προκαλούµενοι, ἀλλήλοις φθονοῦντες.
6 Ἀδελφοί, ἐὰν καὶ προληµφθῇ ἄνθρωπος ἔν τινι παραπτώµατι, ὑµεῖς οἱ πνευµατικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύµατι πραΰτητος, σκοπῶν σεαυτόν, µὴ καὶ σὺ πειρασθῇς. 2 Ἀλλήλων τὰ ßάρη ßαστάζετε, καὶ οὕτως ἀναπληρώσετε τὸν νόµον τοῦ Χριστοῦ. 3 εἰ γὰρ δοκεῖ τις εἶναί τι µηδὲν ὤν, φρεναπατᾷ ἑαυτόν· 4 τὸ δὲ ἔργον ἑαυτοῦ δοκιµαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν µόνον τὸ καύχηµα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον· 5 ἕκαστος γὰρ τὸ ἴδιον φορτίον ßαστάσει. 6 Κοινωνείτω δὲ ὁ κατηχούµενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. 7 Μὴ πλανᾶσθε, θεὸς οὐ µυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· 8 ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦµα ἐκ τοῦ πνεύµατος θερίσει ζωὴν αἰώνιον. 9 τὸ δὲ καλὸν ποιοῦντες µὴ ἐγκακῶµεν, καιρῷ γὰρ ἰδίῳ θερίσοµεν µὴ ἐκλυόµενοι. 10 ἄρα οὖν ὡς καιρὸν ἔχοµεν, ἐργαζώµεθα τὸ ἀγαθὸν πρὸς πάντας, µάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.
11 Ἴδετε πηλίκοις ὑµῖν γράµµασιν ἔγραψα τῇ ἐµῇ χειρί. 12 ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑµᾶς περιτέµνεσθαι, µόνον ἵνα τῷ σταυρῷ τοῦ Χριστοῦ µὴ διώκωνται· 13 οὐδὲ γὰρ οἱ περιτεµνόµενοι αὐτοὶ νόµον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑµᾶς περιτέµνεσθαι ἵνα ἐν τῇ ὑµετέρᾳ σαρκὶ καυχήσωνται. 14 ἐµοὶ δὲ µὴ γένοιτο καυχᾶσθαι εἰ µὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐµοὶ κόσµος ἐσταύρωται κἀγὼ κόσµῳ. 15 οὔτε γὰρ περιτοµή τί ἐστιν οὔτε ἀκροßυστία, ἀλλὰ καινὴ κτίσις. 16 καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.
17 Τοῦ λοιποῦ κόπους µοι µηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγµατα τοῦ Ἰησοῦ ἐν τῷ σώµατί µου ßαστάζω.
18 Ἡ χάρις τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ µετὰ τοῦ πνεύµατος ὑµῶν, ἀδελφοί· ἀµήν.