1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήµατος θεοῦ τοῖς ἁγίοις τοῖς οὖσιν [ἐν Ἐφέσῳ] καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ· 2 χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡµῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3 Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡµᾶς ἐν πάσῃ εὐλογίᾳ πνευµατικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, 4 καθὼς ἐξελέξατο ἡµᾶς ἐν αὐτῷ πρὸ καταßολῆς κόσµου, εἶναι ἡµᾶς ἁγίους καὶ ἀµώµους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, 5 προορίσας ἡµᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήµατος αὐτοῦ, 6 εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ ἧς ἐχαρίτωσεν ἡµᾶς ἐν τῷ ἠγαπηµένῳ, 7 ἐν ᾧ ἔχοµεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵµατος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωµάτων, κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ, 8 ἧς ἐπερίσσευσεν εἰς ἡµᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει 9 γνωρίσας ἡµῖν τὸ µυστήριον τοῦ θελήµατος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ 10 εἰς οἰκονοµίαν τοῦ πληρώµατος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· ἐν αὐτῷ, 11 ἐν ᾧ καὶ ἐκληρώθηµεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν ßουλὴν τοῦ θελήµατος αὐτοῦ, 12 εἰς τὸ εἶναι ἡµᾶς εἰς ἔπαινον δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ Χριστῷ· 13 ἐν ᾧ καὶ ὑµεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑµῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύµατι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, 14 ὅς ἐστιν ἀρραßὼν τῆς κληρονοµίας ἡµῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.
15 Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθ’ ὑµᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, 16 οὐ παύοµαι εὐχαριστῶν ὑπὲρ ὑµῶν µνείαν ποιούµενος ἐπὶ τῶν προσευχῶν µου, 17 ἵνα ὁ θεὸς τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δώῃ ὑµῖν πνεῦµα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, 18 πεφωτισµένους τοὺς ὀφθαλµοὺς τῆς καρδίας [ὑµῶν] εἰς τὸ εἰδέναι ὑµᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονοµίας αὐτοῦ ἐν τοῖς ἁγίοις, 19 καὶ τί τὸ ὑπερßάλλον µέγεθος τῆς δυνάµεως αὐτοῦ εἰς ἡµᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ 20 ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις 21 ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάµεως καὶ κυριότητος καὶ παντὸς ὀνόµατος ὀνοµαζοµένου οὐ µόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ µέλλοντι· 22 καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, 23 ἥτις ἐστὶν τὸ σῶµα αὐτοῦ, τὸ πλήρωµα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουµένου.
2 Καὶ ὑµᾶς ὄντας νεκροὺς τοῖς παραπτώµασιν καὶ ταῖς ἁµαρτίαις ὑµῶν, 2 ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσµου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύµατος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· 3 ἐν οἷς καὶ ἡµεῖς πάντες ἀνεστράφηµέν ποτε ἐν ταῖς ἐπιθυµίαις τῆς σαρκὸς ἡµῶν, ποιοῦντες τὰ θελήµατα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἤµεθα τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί· 4 ὁ δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡµᾶς, 5 καὶ ὄντας ἡµᾶς νεκροὺς τοῖς παραπτώµασιν συνεζωοποίησεν τῷ Χριστῷ – χάριτί ἐστε σεσῳσµένοι – 6 καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, 7 ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχοµένοις τὸ ὑπερßάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ’ ἡµᾶς ἐν Χριστῷ Ἰησοῦ. 8 τῇ γὰρ χάριτί ἐστε σεσῳσµένοι διὰ πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑµῶν, θεοῦ τὸ δῶρον· 9 οὐκ ἐξ ἔργων, ἵνα µή τις καυχήσηται. 10 αὐτοῦ γάρ ἐσµεν ποίηµα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίµασεν ὁ θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωµεν.
11 Διὸ µνηµονεύετε ὅτι ποτὲ ὑµεῖς τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόµενοι ἀκροßυστία ὑπὸ τῆς λεγοµένης περιτοµῆς ἐν σαρκὶ χειροποιήτου, 12 ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωµένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα µὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσµῳ. 13 νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑµεῖς οἵ ποτε ὄντες µακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵµατι τοῦ Χριστοῦ.
14 Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡµῶν, ὁ ποιήσας τὰ ἀµφότερα ἓν καὶ τὸ µεσότοιχον τοῦ φραγµοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ, 15 τὸν νόµον τῶν ἐντολῶν ἐν δόγµασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὑτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, 16 καὶ ἀποκαταλλάξῃ τοὺς ἀµφοτέρους ἐν ἑνὶ σώµατι τῷ θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. 17 καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑµῖν τοῖς µακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς· 18 ὅτι δι’ αὐτοῦ ἔχοµεν τὴν προσαγωγὴν οἱ ἀµφότεροι ἐν ἑνὶ πνεύµατι πρὸς τὸν πατέρα. 19 ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ ἐστὲ συµπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ, 20 ἐποικοδοµηθέντες ἐπὶ τῷ θεµελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, 21 ἐν ᾧ πᾶσα οἰκοδοµὴ συναρµολογουµένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ, 22 ἐν ᾧ καὶ ὑµεῖς συνοικοδοµεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύµατι.
3 Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσµιος τοῦ Χριστοῦ [Ἰησοῦ] ὑπὲρ ὑµῶν τῶν ἐθνῶν – 2 εἴ γε ἠκούσατε τὴν οἰκονοµίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης µοι εἰς ὑµᾶς, 3 [ὅτι] κατὰ ἀποκάλυψιν ἐγνωρίσθη µοι τὸ µυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, 4 πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν µου ἐν τῷ µυστηρίῳ τοῦ Χριστοῦ, 5 ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύµατι, 6 εἶναι τὰ ἔθνη συγκληρονόµα καὶ σύσσωµα καὶ συµµέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου, 7 οὗ ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης µοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάµεως αὐτοῦ. 8 ἐµοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ, 9 καὶ φωτίσαι [πάντας] τίς ἡ οἰκονοµία τοῦ µυστηρίου τοῦ ἀποκεκρυµµένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι, 10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, 11 κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡµῶν, 12 ἐν ᾧ ἔχοµεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. 13 διὸ αἰτοῦµαι µὴ ἐγκακεῖν ἐν ταῖς θλίψεσίν µου ὑπὲρ ὑµῶν, ἥτις ἐστὶν δόξα ὑµῶν.
14 Τούτου χάριν κάµπτω τὰ γόνατά µου πρὸς τὸν πατέρα, 15 ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνοµάζεται, 16 ἵνα δῷ ὑµῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάµει κραταιωθῆναι διὰ τοῦ πνεύµατος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, 17 κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑµῶν, ἐν ἀγάπῃ ἐρριζωµένοι καὶ τεθεµελιωµένοι, 18 ἵνα ἐξισχύσητε καταλαßέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ µῆκος καὶ ὕψος καὶ ßάθος, 19 γνῶναί τε τὴν ὑπερßάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωµα τοῦ θεοῦ.
20 Τῷ δὲ δυναµένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούµεθα ἢ νοοῦµεν κατὰ τὴν δύναµιν τὴν ἐνεργουµένην ἐν ἡµῖν, 21 αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων· ἀµήν.
4 Παρακαλῶ οὖν ὑµᾶς ἐγὼ ὁ δέσµιος ἐν κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, 2 µετὰ πάσης ταπεινοφροσύνης καὶ πραΰτητος, µετὰ µακροθυµίας, ἀνεχόµενοι ἀλλήλων ἐν ἀγάπῃ, 3 σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύµατος ἐν τῷ συνδέσµῳ τῆς εἰρήνης· 4 ἓν σῶµα καὶ ἓν πνεῦµα, καθὼς καὶ ἐκλήθητε ἐν µιᾷ ἐλπίδι τῆς κλήσεως ὑµῶν· 5 εἷς κύριος, µία πίστις, ἓν ßάπτισµα· 6 εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.
7 Ἑνὶ δὲ ἑκάστῳ ἡµῶν ἐδόθη ἡ χάρις κατὰ τὸ µέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. 8 διὸ λέγει,
Ἀναßὰς εἰς ὕψος ᾐχµαλώτευσεν αἰχµαλωσίαν,
ἔδωκεν δόµατα τοῖς ἀνθρώποις.
[9 τὸ δὲ Ἀνέßη τί ἐστιν εἰ µὴ ὅτι καὶ κατέßη εἰς τὰ κατώτερα [µέρη] τῆς γῆς; 10 ὁ καταßὰς αὐτός ἐστιν καὶ ὁ ἀναßὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.] 11 καὶ αὐτὸς ἔδωκεν τοὺς µὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιµένας καὶ διδασκάλους, 12 πρὸς τὸν καταρτισµὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδοµὴν τοῦ σώµατος τοῦ Χριστοῦ, 13 µέχρι καταντήσωµεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς µέτρον ἡλικίας τοῦ πληρώµατος τοῦ Χριστοῦ, 14 ἵνα µηκέτι ὦµεν νήπιοι, κλυδωνιζόµενοι καὶ περιφερόµενοι παντὶ ἀνέµῳ τῆς διδασκαλίας ἐν τῇ κυßείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν µεθοδείαν τῆς πλάνης, 15 ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωµεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, Χριστός, 16 ἐξ οὗ πᾶν τὸ σῶµα συναρµολογούµενον καὶ συµßιßαζόµενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν µέτρῳ ἑνὸς ἑκάστου µέρους τὴν αὔξησιν τοῦ σώµατος ποιεῖται εἰς οἰκοδοµὴν ἑαυτοῦ ἐν ἀγάπῃ.
17 Τοῦτο οὖν λέγω καὶ µαρτύροµαι ἐν κυρίῳ, µηκέτι ὑµᾶς περιπατεῖν καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν µαταιότητι τοῦ νοὸς αὐτῶν, 18 ἐσκοτωµένοι τῇ διανοίᾳ ὄντες, ἀπηλλοτριωµένοι τῆς ζωῆς τοῦ θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν, 19 οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. 20 ὑµεῖς δὲ οὐχ οὕτως ἐµάθετε τὸν Χριστόν, 21 εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, 22 ἀποθέσθαι ὑµᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόµενον κατὰ τὰς ἐπιθυµίας τῆς ἀπάτης, 23 ἀνανεοῦσθαι δὲ τῷ πνεύµατι τοῦ νοὸς ὑµῶν, 24 καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.
25 Διὸ ἀποθέµενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος µετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσµὲν ἀλλήλων µέλη. 26 ὀργίζεσθε καὶ µὴ ἁµαρτάνετε· ὁ ἥλιος µὴ ἐπιδυέτω ἐπὶ [τῷ] παροργισµῷ ὑµῶν, 27 µηδὲ δίδοτε τόπον τῷ διαßόλῳ. 28 ὁ κλέπτων µηκέτι κλεπτέτω, µᾶλλον δὲ κοπιάτω ἐργαζόµενος ταῖς ἰδίαις χερσὶν τὸ ἀγαθόν, ἵνα ἔχῃ µεταδιδόναι τῷ χρείαν ἔχοντι. 29 πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόµατος ὑµῶν µὴ ἐκπορευέσθω, ἀλλὰ εἴ τις ἀγαθὸς πρὸς οἰκοδοµὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. 30 καὶ µὴ λυπεῖτε τὸ πνεῦµα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡµέραν ἀπολυτρώσεως. 31 πᾶσα πικρία καὶ θυµὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ ßλασφηµία ἀρθήτω ἀφ’ ὑµῶν σὺν πάσῃ κακίᾳ. 32 γίνεσθε εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόµενοι ἑαυτοῖς καθὼς καὶ ὁ θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑµῖν. 5 γίνεσθε οὖν µιµηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, 2 καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡµᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡµῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσµὴν εὐωδίας. 3 πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία µηδὲ ὀνοµαζέσθω ἐν ὑµῖν, καθὼς πρέπει ἁγίοις, 4 καὶ αἰσχρότης καὶ µωρολογία ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ µᾶλλον εὐχαριστία. 5 τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονοµίαν ἐν τῇ ßασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
6 Μηδεὶς ὑµᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. 7 µὴ οὖν γίνεσθε συµµέτοχοι αὐτῶν· 8 ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε 9 – ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ –10 δοκιµάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ· 11 καὶ µὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, µᾶλλον δὲ καὶ ἐλέγχετε, 12 τὰ γὰρ κρυφῇ γινόµενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν· 13 τὰ δὲ πάντα ἐλεγχόµενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, 14 πᾶν γὰρ τὸ φανερούµενον φῶς ἐστιν. διὸ λέγει,
Ἔγειρε, ὁ καθεύδων,
καὶ ἀνάστα ἐκ τῶν νεκρῶν,
καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
15 Βλέπετε οὖν ἀκριßῶς πῶς περιπατεῖτε, µὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί, 16 ἐξαγοραζόµενοι τὸν καιρόν, ὅτι αἱ ἡµέραι πονηραί εἰσιν. 17 διὰ τοῦτο µὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε τί τὸ θέληµα τοῦ κυρίου. 18 καὶ µὴ µεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύµατι, 19 λαλοῦντες ἑαυτοῖς [ἐν] ψαλµοῖς καὶ ὕµνοις καὶ ᾠδαῖς πνευµατικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑµῶν τῷ κυρίῳ, 20 εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόµατι τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί.
21 Ὑποτασσόµενοι ἀλλήλοις ἐν φόßῳ Χριστοῦ. 22 Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ κυρίῳ, 23 ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς σωτὴρ τοῦ σώµατος. 24 ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί. 25 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, 26 ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήµατι, 27 ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, µὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄµωµος. 28 οὕτως ὀφείλουσιν καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώµατα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ, 29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐµίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν, 30 ὅτι µέλη ἐσµὲν τοῦ σώµατος αὐτοῦ. 31 ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ [τὴν] µητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα µίαν. 32 τὸ µυστήριον τοῦτο µέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. 33 πλὴν καὶ ὑµεῖς οἱ καθ’ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοßῆται τὸν ἄνδρα.
6 Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑµῶν ἐν κυρίῳ, τοῦτο γάρ ἐστιν δίκαιον. 2 τίµα τὸν πατέρα σου καὶ τὴν µητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, 3 ἵνα εὖ σοι γένηται καὶ ἔσῃ µακροχρόνιος ἐπὶ τῆς γῆς. 4 Καὶ οἱ πατέρες, µὴ παροργίζετε τὰ τέκνα ὑµῶν, ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου.
5 Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις µετὰ φόßου καὶ τρόµου ἐν ἁπλότητι τῆς καρδίας ὑµῶν ὡς τῷ Χριστῷ, 6 µὴ κατ’ ὀφθαλµοδουλίαν ὡς ἀνθρωπάρεσκοι ἀλλ’ ὡς δοῦλοι Χριστοῦ ποιοῦντες τὸ θέληµα τοῦ θεοῦ ἐκ ψυχῆς, 7 µετ’ εὐνοίας δουλεύοντες, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις, 8 εἰδότες ὅτι ἕκαστος, ἐάν τι ποιήσῃ ἀγαθόν, τοῦτο κοµίσεται παρὰ κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος. 9 Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ αὐτῶν καὶ ὑµῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληµψία οὐκ ἔστιν παρ’ αὐτῷ.
10 Τοῦ λοιποῦ ἐνδυναµοῦσθε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. 11 ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ὑµᾶς στῆναι πρὸς τὰς µεθοδείας τοῦ διαßόλου· 12 ὅτι οὐκ ἔστιν ἡµῖν ἡ πάλη πρὸς αἷµα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσµοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευµατικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. 13 διὰ τοῦτο ἀναλάßετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡµέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάµενοι στῆναι. 14 στῆτε οὖν περιζωσάµενοι τὴν ὀσφὺν ὑµῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάµενοι τὸν θώρακα τῆς δικαιοσύνης, 15 καὶ ὑποδησάµενοι τοὺς πόδας ἐν ἑτοιµασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, 16 ἐν πᾶσιν ἀναλαßόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ ßέλη τοῦ πονηροῦ [τὰ] πεπυρωµένα σßέσαι· 17 καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν µάχαιραν τοῦ πνεύµατος, ὅ ἐστιν ῥῆµα θεοῦ, 18 διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόµενοι ἐν παντὶ καιρῷ ἐν πνεύµατι, καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, 19 καὶ ὑπὲρ ἐµοῦ, ἵνα µοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόµατός µου, ἐν παρρησίᾳ γνωρίσαι τὸ µυστήριον τοῦ εὐαγγελίου 20 ὑπὲρ οὗ πρεσßεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωµαι ὡς δεῖ µε λαλῆσαι.
21 Ἵνα δὲ καὶ ὑµεῖς εἰδῆτε τὰ κατ’ ἐµέ, τί πράσσω, πάντα γνωρίσει ὑµῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ, 22 ὃν ἔπεµψα πρὸς ὑµᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡµῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑµῶν.
23 Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη µετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ. 24 ἡ χάρις µετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡµῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ.