1 Τὸν µὲν πρῶτον λόγον ἐποιησάµην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν 2 ἄχρι ἧς ἡµέρας ἐντειλάµενος τοῖς ἀποστόλοις διὰ πνεύµατος ἁγίου οὓς ἐξελέξατο ἀνελήµφθη· 3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα µετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκµηρίοις, δι’ ἡµερῶν τεσσαράκοντα ὀπτανόµενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς ßασιλείας τοῦ θεοῦ. 4 καὶ συναλιζόµενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύµων µὴ χωρίζεσθαι, ἀλλὰ περιµένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ µου· 5 ὅτι Ἰωάννης µὲν ἐßάπτισεν ὕδατι, ὑµεῖς δὲ ἐν πνεύµατι ßαπτισθήσεσθε ἁγίῳ οὐ µετὰ πολλὰς ταύτας ἡµέρας.
6 Οἱ µὲν οὖν συνελθόντες ἠρώτων αὐτὸν λέγοντες, Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν ßασιλείαν τῷ Ἰσραήλ; 7 εἶπεν δὲ πρὸς αὐτούς, Οὐχ ὑµῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· 8 ἀλλὰ λήµψεσθε δύναµιν ἐπελθόντος τοῦ ἁγίου πνεύµατος ἐφ’ ὑµᾶς, καὶ ἔσεσθέ µου µάρτυρες ἔν τε Ἰερουσαλὴµ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαµαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς. 9 καὶ ταῦτα εἰπὼν ßλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαßεν αὐτὸν ἀπὸ τῶν ὀφθαλµῶν αὐτῶν. 10 καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευοµένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς, 11 οἳ καὶ εἶπαν, Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ßλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληµφθεὶς ἀφ’ ὑµῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόµενον εἰς τὸν οὐρανόν.
12 Τότε ὑπέστρεψαν εἰς Ἰερουσαλὴµ ἀπὸ ὄρους τοῦ καλουµένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἰερουσαλὴµ σαßßάτου ἔχον ὁδόν. 13 καὶ ὅτε εἰσῆλθον, εἰς τὸ ὑπερῷον ἀνέßησαν οὗ ἦσαν καταµένοντες, ὅ τε Πέτρος καὶ Ἰωάννης καὶ Ἰάκωßος καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωµᾶς, Βαρθολοµαῖος καὶ Μαθθαῖος, Ἰάκωßος Ἁλφαίου καὶ Σίµων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώßου. 14 οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁµοθυµαδὸν τῇ προσευχῇ σὺν γυναιξὶν καὶ Μαριὰµ τῇ µητρὶ τοῦ Ἰησοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ.
15 Καὶ ἐν ταῖς ἡµέραις ταύταις ἀναστὰς Πέτρος ἐν µέσῳ τῶν ἀδελφῶν εἶπεν [ἦν τε ὄχλος ὀνοµάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσι], 16 Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπεν τὸ πνεῦµα τὸ ἅγιον διὰ στόµατος Δαυὶδ περὶ Ἰούδα τοῦ γενοµένου ὁδηγοῦ τοῖς συλλαßοῦσιν Ἰησοῦν, 17 ὅτι κατηριθµηµένος ἦν ἐν ἡµῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης. 18 Οὗτος µὲν οὖν ἐκτήσατο χωρίον ἐκ µισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόµενος ἐλάκησεν µέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ. 19 καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἰερουσαλήµ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ [ἰδίᾳ] διαλέκτῳ αὐτῶν Ἀκελδαµάχ, τοῦτ’ ἔστιν, Χωρίον Αἵµατος. 20 Γέγραπται γὰρ ἐν ßίßλῳ ψαλµῶν,
Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρηµος
καὶ µὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ,
καί,
Τὴν ἐπισκοπὴν αὐτοῦ λαßέτω ἕτερος.
21 δεῖ οὖν τῶν συνελθόντων ἡµῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ’ ἡµᾶς ὁ κύριος Ἰησοῦς, 22 ἀρξάµενος ἀπὸ τοῦ ßαπτίσµατος Ἰωάννου ἕως τῆς ἡµέρας ἧς ἀνελήµφθη ἀφ’ ἡµῶν, µάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡµῖν γενέσθαι ἕνα τούτων. 23 καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούµενον Βαρσαßßᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Μαθθίαν. 24 καὶ προσευξάµενοι εἶπαν, Σὺ κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα 25 λαßεῖν τὸν τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἀφ’ ἧς παρέßη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. 26 καὶ ἔδωκαν κλήρους αὐτοῖς, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Μαθθίαν, καὶ συγκατεψηφίσθη µετὰ τῶν ἕνδεκα ἀποστόλων.
2 Καὶ ἐν τῷ συµπληροῦσθαι τὴν ἡµέραν τῆς πεντηκοστῆς ἦσαν πάντες ὁµοῦ ἐπὶ τὸ αὐτό. 2 καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φεροµένης πνοῆς ßιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήµενοι· 3 καὶ ὤφθησαν αὐτοῖς διαµεριζόµεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν, 4 καὶ ἐπλήσθησαν πάντες πνεύµατος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦµα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.
5 Ἦσαν δὲ ἐν Ἰερουσαλὴµ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαßεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· 6 γενοµένης δὲ τῆς φωνῆς ταύτης συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. 7 ἐξίσταντο δὲ καὶ ἐθαύµαζον λέγοντες, Οὐχ ἰδοὺ ἅπαντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; 8 καὶ πῶς ἡµεῖς ἀκούοµεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡµῶν ἐν ᾗ ἐγεννήθηµεν; 9 Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαµῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταµίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, 10 Φρυγίαν τε καὶ Παµφυλίαν, Αἴγυπτον καὶ τὰ µέρη τῆς Λιßύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδηµοῦντες Ῥωµαῖοι, 11 Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραßες, ἀκούοµεν λαλούντων αὐτῶν ταῖς ἡµετέραις γλώσσαις τὰ µεγαλεῖα τοῦ θεοῦ. 12 ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες, Τί θέλει τοῦτο εἶναι; 13 ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι Γλεύκους µεµεστωµένοι εἰσίν.
14 Σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς, Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴµ πάντες, τοῦτο ὑµῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήµατά µου. 15 οὐ γὰρ ὡς ὑµεῖς ὑπολαµßάνετε οὗτοι µεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡµέρας, 16 ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρηµένον διὰ τοῦ προφήτου Ἰωήλ,
17 Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡµέραις, λέγει ὁ θεός,
ἐκχεῶ ἀπὸ τοῦ πνεύµατός µου ἐπὶ πᾶσαν σάρκα,
καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑµῶν καὶ αἱ θυγατέρες ὑµῶν
καὶ οἱ νεανίσκοι ὑµῶν ὁράσεις ὄψονται
καὶ οἱ πρεσßύτεροι ὑµῶν ἐνυπνίοις ἐνυπνιασθή σονται·
18 καί γε ἐπὶ τοὺς δούλους µου καὶ ἐπὶ τὰς δούλας µου
ἐν ταῖς ἡµέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύµατός µου,
καὶ προφητεύσουσιν.
19 καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω
καὶ σηµεῖα ἐπὶ τῆς γῆς κάτω,
αἷµα καὶ πῦρ καὶ ἀτµίδα καπνοῦ·
20 ὁ ἥλιος µεταστραφήσεται εἰς σκότος
καὶ ἡ σελήνη εἰς αἷµα,
πρὶν ἐλθεῖν ἡµέραν κυρίου τὴν µεγάλην [καὶ ἐπιφανῆ].
21 καὶ ἔσται πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνοµα κυρίου σωθήσεται.
22 Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγµένον ἀπὸ τοῦ θεοῦ εἰς ὑµᾶς δυνάµεσι καὶ τέρασι καὶ σηµείοις οἷς ἐποίησεν δι’ αὐτοῦ ὁ θεὸς ἐν µέσῳ ὑµῶν, καθὼς αὐτοὶ οἴδατε, 23 τοῦτον τῇ ὡρισµένῃ ßουλῇ καὶ προγνώσει τοῦ θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόµων προσπήξαντες ἀνείλατε, 24 ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ· 25 Δαυὶδ γὰρ λέγει εἰς αὐτόν,
Προορώµην τὸν κύριον ἐνώπιόν µου διὰ παντός,
ὅτι ἐκ δεξιῶν µού ἐστιν ἵνα µὴ σαλευθῶ.
26 διὰ τοῦτο ηὐφράνθη ἡ καρδία µου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά µου,
ἔτι δὲ καὶ ἡ σάρξ µου κατασκηνώσει ἐπ’ ἐλπίδι,
27 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν µου εἰς ᾅδην
οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
28 ἐγνώρισάς µοι ὁδοὺς ζωῆς,
πληρώσεις µε εὐφροσύνης µετὰ τοῦ προσώπου σου.
29 Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν µετὰ παρρησίας πρὸς ὑµᾶς περὶ τοῦ πατριάρχου Δαυίδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη καὶ τὸ µνῆµα αὐτοῦ ἔστιν ἐν ἡµῖν ἄχρι τῆς ἡµέρας ταύτης· 30 προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤµοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ, 31 προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι
οὔτε ἐγκατελείφθη εἰς ᾅδην
οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.
32 τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός, οὗ πάντες ἡµεῖς ἐσµεν µάρτυρες. 33 τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύµατος τοῦ ἁγίου λαßὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ὃ ὑµεῖς [καὶ] ßλέπετε καὶ ἀκούετε. 34 οὐ γὰρ Δαυὶδ ἀνέßη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός,
Εἶπεν [ὁ] κύριος τῷ κυρίῳ µου,
Κάθου ἐκ δεξιῶν µου,
35 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
36 ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑµεῖς ἐσταυρώσατε.
37 Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, Τί ποιήσωµεν, ἄνδρες ἀδελφοί; 38 Πέτρος δὲ πρὸς αὐτούς, Μετανοήσατε, καὶ ßαπτισθήτω ἕκαστος ὑµῶν ἐπὶ τῷ ὀνόµατι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁµαρτιῶν ὑµῶν, καὶ λήµψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύµατος· 39 ὑµῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑµῶν καὶ πᾶσιν τοῖς εἰς µακρὰν ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡµῶν. 40 ἑτέροις τε λόγοις πλείοσιν διεµαρτύρατο, καὶ παρεκάλει αὐτοὺς λέγων, Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. 41 οἱ µὲν οὖν ἀποδεξάµενοι τὸν λόγον αὐτοῦ ἐßαπτίσθησαν, καὶ προσετέθησαν ἐν τῇ ἡµέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. 42 ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
43 Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόßος, πολλά τε τέρατα καὶ σηµεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. 44 πάντες δὲ οἱ πιστεύσαντες ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά, 45 καὶ τὰ κτήµατα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεµέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν· 46 καθ’ ἡµέραν τε προσκαρτεροῦντες ὁµοθυµαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ’ οἶκον ἄρτον, µετελάµßανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, 47 αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ κύριος προσετίθει τοὺς σῳζοµένους καθ’ ἡµέραν ἐπὶ τὸ αὐτό.
3 Πέτρος δὲ καὶ Ἰωάννης ἀνέßαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην. 2 καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας µητρὸς αὐτοῦ ὑπάρχων ἐßαστάζετο, ὃν ἐτίθουν καθ’ ἡµέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγοµένην Ὡραίαν τοῦ αἰτεῖν ἐλεηµοσύνην παρὰ τῶν εἰσπορευοµένων εἰς τὸ ἱερόν· 3 ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην µέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεηµοσύνην [λαßεῖν]. 4 ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπεν, Βλέψον εἰς ἡµᾶς. 5 ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ’ αὐτῶν λαßεῖν. 6 εἶπεν δὲ Πέτρος, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει µοι, ὃ δὲ ἔχω τοῦτό σοι δίδωµι· ἐν τῷ ὀνόµατι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου περιπάτει. 7 καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν· παραχρῆµα δὲ ἐστερεώθησαν αἱ ßάσεις αὐτοῦ καὶ τὰ σφυδρά, 8 καὶ ἐξαλλόµενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόµενος καὶ αἰνῶν τὸν θεόν. 9 καὶ εἶδεν πᾶς ὁ λαὸς αὐτὸν περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν, 10 ἐπεγίνωσκον δὲ αὐτὸν ὅτι αὐτὸς ἦν ὁ πρὸς τὴν ἐλεηµοσύνην καθήµενος ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάµßους καὶ ἐκστάσεως ἐπὶ τῷ συµßεßηκότι αὐτῷ.
11 Κρατοῦντος δὲ αὐτοῦ τὸν Πέτρον καὶ τὸν Ἰωάννην συνέδραµεν πᾶς ὁ λαὸς πρὸς αὐτοὺς ἐπὶ τῇ στοᾷ τῇ καλουµένῃ Σολοµῶντος ἔκθαµßοι. 12 ἰδὼν δὲ ὁ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν, Ἄνδρες Ἰσραηλῖται, τί θαυµάζετε ἐπὶ τούτῳ, ἢ ἡµῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάµει ἢ εὐσεßείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν; 13 ὁ θεὸς Ἀßραὰµ καὶ [ὁ θεὸς] Ἰσαὰκ καὶ [ὁ θεὸς] Ἰακώß, ὁ θεὸς τῶν πατέρων ἡµῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑµεῖς µὲν παρεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· 14 ὑµεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑµῖν, 15 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡµεῖς µάρτυρές ἐσµεν. 16 καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόµατος αὐτοῦ τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσεν τὸ ὄνοµα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι’ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑµῶν. 17 καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑµῶν· 18 ὁ δὲ θεὸς ἃ προκατήγγειλεν διὰ στόµατος πάντων τῶν προφητῶν παθεῖν τὸν Χριστὸν αὐτοῦ ἐπλήρωσεν οὕτως. 19 µετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑµῶν τὰς ἁµαρτίας, 20 ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισµένον ὑµῖν Χριστόν, Ἰησοῦν, 21 ὃν δεῖ οὐρανὸν µὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόµατος τῶν ἁγίων ἀπ’ αἰῶνος αὐτοῦ προφητῶν. 22 Μωϋσῆς µὲν εἶπεν ὅτι Προφήτην ὑµῖν ἀναστήσει κύριος ὁ θεὸς ὑµῶν ἐκ τῶν ἀδελφῶν ὑµῶν ὡς ἐµέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑµᾶς. 23 ἔσται δὲ πᾶσα ψυχὴ ἥτις ἐὰν µὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ. 24 καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαµουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡµέρας ταύτας. 25 ὑµεῖς ἐστε οἱ υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς διέθετο ὁ θεὸς πρὸς τοὺς πατέρας ὑµῶν, λέγων πρὸς Ἀßραάµ, Καὶ ἐν τῷ σπέρµατί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. 26 ὑµῖν πρῶτον ἀναστήσας ὁ θεὸς τὸν παῖδα αὐτοῦ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑµᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑµῶν.
4 Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, 2 διαπονούµενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν, 3 καὶ ἐπέßαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. 4 πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ἀριθµὸς τῶν ἀνδρῶν [ὡς] χιλιάδες πέντε.
5 Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ τοὺς πρεσßυτέρους καὶ τοὺς γραµµατεῖς ἐν Ἰερουσαλήµ [6 καὶ Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ] 7 καὶ στήσαντες αὐτοὺς ἐν τῷ µέσῳ ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάµει ἢ ἐν ποίῳ ὀνόµατι ἐποιήσατε τοῦτο ὑµεῖς; 8 τότε Πέτρος πλησθεὶς πνεύµατος ἁγίου εἶπεν πρὸς αὐτούς, Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσßύτεροι, 9 εἰ ἡµεῖς σήµερον ἀνακρινόµεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσῳσται, 10 γνωστὸν ἔστω πᾶσιν ὑµῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόµατι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑµεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑµῶν ὑγιής. 11 οὗτός ἐστιν
ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ’ ὑµῶν τῶν οἰκοδόµων,
ὁ γενόµενος εἰς κεφαλὴν γωνίας.
12 καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία, οὐδὲ γὰρ ὄνοµά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδοµένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡµᾶς. 13 Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου, καὶ καταλαßόµενοι ὅτι ἄνθρωποι ἀγράµµατοί εἰσιν καὶ ἰδιῶται, ἐθαύµαζον ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν· 14 τόν τε ἄνθρωπον ßλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευµένον οὐδὲν εἶχον ἀντειπεῖν. 15 κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν συνέßαλλον πρὸς ἀλλήλους 16 λέγοντες, Τί ποιήσωµεν τοῖς ἀνθρώποις τούτοις; ὅτι µὲν γὰρ γνωστὸν σηµεῖον γέγονεν δι’ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴµ φανερόν, καὶ οὐ δυνάµεθα ἀρνεῖσθαι· 17 ἀλλ’ ἵνα µὴ ἐπὶ πλεῖον διανεµηθῇ εἰς τὸν λαόν, ἀπειλησώµεθα αὐτοῖς µηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόµατι τούτῳ µηδενὶ ἀνθρώπων. 18 καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν τὸ καθόλου µὴ φθέγγεσθαι µηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόµατι τοῦ Ἰησοῦ. 19 ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες εἶπον πρὸς αὐτούς, Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑµῶν ἀκούειν µᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε, 20 οὐ δυνάµεθα γὰρ ἡµεῖς ἃ εἴδαµεν καὶ ἠκούσαµεν µὴ λαλεῖν. 21 οἱ δὲ προσαπειλησάµενοι ἀπέλυσαν αὐτούς, µηδὲν εὑρίσκοντες τὸ πῶς κολάσωνται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι· 22 ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα ὁ ἄνθρωπος ἐφ’ ὃν γεγόνει τὸ σηµεῖον τοῦτο τῆς ἰάσεως.
23 Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσßύτεροι εἶπαν. 24 οἱ δὲ ἀκούσαντες ὁµοθυµαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν καὶ εἶπαν, Δέσποτα, σὺ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, 25 ὁ τοῦ πατρὸς ἡµῶν διὰ πνεύµατος ἁγίου στόµατος Δαυὶδ παιδός σου εἰπών,
Ἱνατί ἐφρύαξαν ἔθνη
καὶ λαοὶ ἐµελέτησαν κενά;
26 παρέστησαν οἱ ßασιλεῖς τῆς γῆς
καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ
κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.
27 συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ, 28 ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ ßουλή σου προώρισεν γενέσθαι. 29 καὶ τὰ νῦν, κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου µετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, 30 ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σηµεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόµατος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. 31 καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγµένοι, καὶ ἐπλήσθησαν ἅπαντες τοῦ ἁγίου πνεύµατος, καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ µετὰ παρρησίας.
32 Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ µία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ’ ἦν αὐτοῖς πάντα κοινά. 33 καὶ δυνάµει µεγάλῃ ἀπεδίδουν τὸ µαρτύριον οἱ ἀπόστολοι τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ, χάρις τε µεγάλη ἦν ἐπὶ πάντας αὐτούς. 34 οὐδὲ γὰρ ἐνδεής τις ἦν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιµὰς τῶν πιπρασκοµένων 35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν. 36 Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναßᾶς ἀπὸ τῶν ἀποστόλων, ὅ ἐστιν µεθερµηνευόµενον υἱὸς παρακλήσεως, Λευίτης, Κύπριος τῷ γένει, 37 ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆµα καὶ ἔθηκεν παρὰ τοὺς πόδας τῶν ἀποστόλων.
5 Ἀνὴρ δέ τις Ἁνανίας ὀνόµατι σὺν Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησεν κτῆµα 2 καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιµῆς, συνειδυίης καὶ τῆς γυναικός, καὶ ἐνέγκας µέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν. 3 εἶπεν δὲ ὁ Πέτρος, Ἁνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ πνεῦµα τὸ ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιµῆς τοῦ χωρίου; 4 οὐχὶ µένον σοὶ ἔµενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγµα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ θεῷ. 5 ἀκούων δὲ ὁ Ἁνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξεν· καὶ ἐγένετο φόßος µέγας ἐπὶ πάντας τοὺς ἀκούοντας. 6 ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν.
7 Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστηµα καὶ ἡ γυνὴ αὐτοῦ µὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. 8 ἀπεκρίθη δὲ πρὸς αὐτὴν Πέτρος, Εἰπέ µοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἡ δὲ εἶπεν, Ναί, τοσούτου. 9 ὁ δὲ Πέτρος πρὸς αὐτήν, Τί ὅτι συνεφωνήθη ὑµῖν πειράσαι τὸ πνεῦµα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε. 10 ἔπεσεν δὲ παραχρῆµα πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. 11 καὶ ἐγένετο φόßος µέγας ἐφ’ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σηµεῖα καὶ τέρατα πολλὰ ἐν τῷ λαῷ· καὶ ἦσαν ὁµοθυµαδὸν ἅπαντες ἐν τῇ Στοᾷ Σολοµῶντος. 13 τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλµα κολλᾶσθαι αὐτοῖς, ἀλλ’ ἐµεγάλυνεν αὐτοὺς ὁ λαός· 14 µᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν, 15 ὥστε καὶ εἰς τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλιναρίων καὶ κραßάττων, ἵνα ἐρχοµένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. 16 συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων Ἰερουσαλήµ, φέροντες ἀσθενεῖς καὶ ὀχλουµένους ὑπὸ πνευµάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου 18 καὶ ἐπέßαλον τὰς χεῖρας ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δηµοσίᾳ. 19 ἄγγελος δὲ κυρίου διὰ νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπεν, 20 Πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήµατα τῆς ζωῆς ταύτης. 21 ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. Παραγενόµενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσµωτήριον ἀχθῆναι αὐτούς. 22 οἱ δὲ παραγενόµενοι ὑπηρέται οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν 23 λέγοντες ὅτι Τὸ δεσµωτήριον εὕροµεν κεκλεισµένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας ἐπὶ τῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω, οὐδένα εὕροµεν. 24 ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο. 25 παραγενόµενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι Ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν. 26 τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἦγεν αὐτούς, οὐ µετὰ ßίας, ἐφοßοῦντο γὰρ τὸν λαόν, µὴ λιθασθῶσιν.
27 Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς 28 λέγων, Παραγγελίᾳ παρηγγείλαµεν ὑµῖν µὴ διδάσκειν ἐπὶ τῷ ὀνόµατι τούτῳ, καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἰερουσαλὴµ τῆς διδαχῆς ὑµῶν, καὶ ßούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡµᾶς τὸ αἷµα τοῦ ἀνθρώπου τούτου. 29 ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν, Πειθαρχεῖν δεῖ θεῷ µᾶλλον ἢ ἀνθρώποις. 30 ὁ θεὸς τῶν πατέρων ἡµῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑµεῖς διεχειρίσασθε κρεµάσαντες ἐπὶ ξύλου· 31 τοῦτον ὁ θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ, δοῦναι µετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁµαρτιῶν. 32 καὶ ἡµεῖς ἐσµεν µάρτυρες τῶν ῥηµάτων τούτων, καὶ τὸ πνεῦµα τὸ ἅγιον ὃ ἔδωκεν ὁ θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
33 Οἱ δὲ ἀκούσαντες διεπρίοντο καὶ ἐßουλεύοντο ἀνελεῖν αὐτούς. 34 ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόµατι Γαµαλιήλ, νοµοδιδάσκαλος τίµιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω ßραχὺ τοὺς ἀνθρώπους ποιῆσαι, 35 εἶπέν τε πρὸς αὐτούς, Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί µέλλετε πράσσειν. 36 πρὸ γὰρ τούτων τῶν ἡµερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκλίθη ἀνδρῶν ἀριθµὸς ὡς τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. 37 µετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡµέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησεν λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. 38 καὶ τὰ νῦν λέγω ὑµῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ἄφετε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ ßουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· 39 εἰ δὲ ἐκ θεοῦ ἐστιν, οὐ δυνήσεσθε καταλῦσαι αὐτούς – µήποτε καὶ θεοµάχοι εὑρεθῆτε. ἐπείσθησαν δὲ αὐτῷ, 40 καὶ προσκαλεσάµενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν µὴ λαλεῖν ἐπὶ τῷ ὀνόµατι τοῦ Ἰησοῦ καὶ ἀπέλυσαν. 41 Οἱ µὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόµατος ἀτιµασθῆναι· 42 πᾶσάν τε ἡµέραν ἐν τῷ ἱερῷ καὶ κατ’ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόµενοι τὸν Χριστόν, Ἰησοῦν.
6 Ἐν δὲ ταῖς ἡµέραις ταύταις πληθυνόντων τῶν µαθητῶν ἐγένετο γογγυσµὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑßραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθηµερινῇ αἱ χῆραι αὐτῶν. 2 προσκαλεσάµενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν µαθητῶν εἶπαν, Οὐκ ἀρεστόν ἐστιν ἡµᾶς καταλείψαντας τὸν λόγον τοῦ θεοῦ διακονεῖν τραπέζαις· 3 ἐπισκέψασθε δέ, ἀδελφοί, ἄνδρας ἐξ ὑµῶν µαρτυρουµένους ἑπτὰ πλήρεις πνεύµατος καὶ σοφίας, οὓς καταστήσοµεν ἐπὶ τῆς χρείας ταύτης· 4 ἡµεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσοµεν. 5 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους, καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρης πίστεως καὶ πνεύµατος ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίµωνα καὶ Παρµενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, 6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάµενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
7 Καὶ ὁ λόγος τοῦ θεοῦ ηὔξανεν, καὶ ἐπληθύνετο ὁ ἀριθµὸς τῶν µαθητῶν ἐν Ἰερουσαλὴµ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
8 Στέφανος δὲ πλήρης χάριτος καὶ δυνάµεως ἐποίει τέρατα καὶ σηµεῖα µεγάλα ἐν τῷ λαῷ. 9 ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγοµένης Λιßερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ, 10 καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύµατι ᾧ ἐλάλει. 11 τότε ὑπέßαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαµεν αὐτοῦ λαλοῦντος ῥήµατα ßλάσφηµα εἰς Μωϋσῆν καὶ τὸν θεόν· 12 συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσßυτέρους καὶ τοὺς γραµµατεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον, 13 ἔστησάν τε µάρτυρας ψευδεῖς λέγοντας, Ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήµατα κατὰ τοῦ τόπου τοῦ ἁγίου [τούτου] καὶ τοῦ νόµου· 14 ἀκηκόαµεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡµῖν Μωϋσῆς. 15 καὶ ἀτενίσαντες εἰς αὐτὸν πάντες οἱ καθεζόµενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.
7 Εἶπεν δὲ ὁ ἀρχιερεύς, Εἰ ταῦτα οὕτως ἔχει; 2 ὁ δὲ ἔφη, Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡµῶν Ἀßραὰµ ὄντι ἐν τῇ Μεσοποταµίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, 3 καὶ εἶπεν πρὸς αὐτόν, Ἔξελθε ἐκ τῆς γῆς σου καὶ [ἐκ] τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω. 4 τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν µετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ µετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑµεῖς νῦν κατοικεῖτε, 5 καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονοµίαν ἐν αὐτῇ οὐδὲ ßῆµα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρµατι αὐτοῦ µετ’ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου. 6 ἐλάλησεν δὲ οὕτως ὁ θεὸς ὅτι ἔσται τὸ σπέρµα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια· 7 καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσουσιν κρινῶ ἐγώ, ὁ θεὸς εἶπεν, καὶ µετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν µοι ἐν τῷ τόπῳ τούτῳ. 8 καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτοµῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ περιέτεµεν αὐτὸν τῇ ἡµέρᾳ τῇ ὀγδόῃ, καὶ Ἰσαὰκ τὸν Ἰακώß, καὶ Ἰακὼß τοὺς δώδεκα πατριάρχας.
9 Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ θεὸς µετ’ αὐτοῦ, 10 καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ ßασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούµενον ἐπ’ Αἴγυπτον καὶ [ἐφ] ὅλον τὸν οἶκον αὐτοῦ. 11 ἦλθεν δὲ λιµὸς ἐφ’ ὅλην τὴν Αἴγυπτον καὶ Χανάαν καὶ θλῖψις µεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσµατα οἱ πατέρες ἡµῶν. 12 ἀκούσας δὲ Ἰακὼß ὄντα σιτία εἰς Αἴγυπτον ἐξαπέστειλεν τοὺς πατέρας ἡµῶν πρῶτον· 13 καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος [τοῦ] Ἰωσήφ. 14 ἀποστείλας δὲ Ἰωσὴφ µετεκαλέσατο Ἰακὼß τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑßδοµήκοντα πέντε, 15 καὶ κατέßη Ἰακὼß εἰς Αἴγυπτον. καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡµῶν, 16 καὶ µετετέθησαν εἰς Συχὲµ καὶ ἐτέθησαν ἐν τῷ µνήµατι ᾧ ὠνήσατο Ἀßραὰµ τιµῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἑµµὼρ ἐν Συχέµ.
17 Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὡµολόγησεν ὁ θεὸς τῷ Ἀßραάµ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, 18 ἄχρι οὗ ἀνέστη ßασιλεὺς ἕτερος [ἐπ’ Αἴγυπτον] ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. 19 οὗτος κατασοφισάµενος τὸ γένος ἡµῶν ἐκάκωσεν τοὺς πατέρας τοῦ ποιεῖν τὰ ßρέφη ἔκθετα αὐτῶν εἰς τὸ µὴ ζῳογονεῖσθαι. 20 ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ θεῷ· ὃς ἀνετράφη µῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός· 21 ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. 22 καὶ ἐπαιδεύθη Μωϋσῆς [ἐν] πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ.
23 Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος, ἀνέßη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. 24 καὶ ἰδών τινα ἀδικούµενον ἠµύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουµένῳ πατάξας τὸν Αἰγύπτιον. 25 ἐνόµιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ ὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν σωτηρίαν αὐτοῖς, οἱ δὲ οὐ συνῆκαν. 26 τῇ τε ἐπιούσῃ ἡµέρᾳ ὤφθη αὐτοῖς µαχοµένοις καὶ συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην εἰπών, Ἄνδρες, ἀδελφοί ἐστε· ἱνατί ἀδικεῖτε ἀλλήλους; 27 ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡµῶν; 28 µὴ ἀνελεῖν µε σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον; 29 ἔφυγεν δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάµ, οὗ ἐγέννησεν υἱοὺς δύο.
30 Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήµῳ τοῦ ὄρους Σινᾶ ἄγγελος ἐν φλογὶ πυρὸς ßάτου. 31 ὁ δὲ Μωϋσῆς ἰδὼν ἐθαύµαζεν τὸ ὅραµα· προσερχοµένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ κυρίου, 32 Ἐγὼ ὁ θεὸς τῶν πατέρων σου, ὁ θεὸς Ἀßραὰµ καὶ Ἰσαὰκ καὶ Ἰακώß. ἔντροµος δὲ γενόµενος Μωϋσῆς οὐκ ἐτόλµα κατανοῆσαι. 33 εἶπεν δὲ αὐτῷ ὁ κύριος, Λῦσον τὸ ὑπόδηµα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐφ’ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. 34 ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ µου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγµοῦ αὐτῶν ἤκουσα, καὶ κατέßην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ἀποστείλω σε εἰς Αἴγυπτον. 35 Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ θεὸς [καὶ] ἄρχοντα καὶ λυτρωτὴν ἀπέσταλκεν σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ ßάτῳ. 36 οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σηµεῖα ἐν γῇ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ καὶ ἐν τῇ ἐρήµῳ ἔτη τεσσαράκοντα. 37 οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἴπας τοῖς υἱοῖς Ἰσραήλ, Προφήτην ὑµῖν ἀναστήσει ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑµῶν ὡς ἐµέ. 38 οὗτός ἐστιν ὁ γενόµενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήµῳ µετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡµῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡµῖν, 39 ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡµῶν ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον, 40 εἰπόντες τῷ Ἀαρών, Ποίησον ἡµῖν θεοὺς οἳ προπορεύσονται ἡµῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡµᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαµεν τί ἐγένετο αὐτῷ. 41 καὶ ἐµοσχοποίησαν ἐν ταῖς ἡµέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. 42 ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν ßίßλῳ τῶν προφητῶν,
Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ µοι
ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήµῳ, οἶκος Ἰσραήλ;
43 καὶ ἀνελάßετε τὴν σκηνὴν τοῦ Μολὸχ
καὶ τὸ ἄστρον τοῦ θεοῦ [ὑµῶν] Ῥαιφάν,
τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς,
καὶ µετοικιῶ ὑµᾶς ἐπέκεινα Βαßυλῶνος.
44 Ἡ σκηνὴ τοῦ µαρτυρίου ἦν τοῖς πατράσιν ἡµῶν ἐν τῇ ἐρήµῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει, 45 ἣν καὶ εἰσήγαγον διαδεξάµενοι οἱ πατέρες ἡµῶν µετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡµῶν ἕως τῶν ἡµερῶν Δαυίδ, 46 ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωµα τῷ οἴκῳ Ἰακώß. 47 Σολοµῶν δὲ οἰκοδόµησεν αὐτῷ οἶκον. 48 ἀλλ’ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις κατοικεῖ· καθὼς ὁ προφήτης λέγει,
49 Ὁ οὐρανός µοι θρόνος,
ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν µου·
ποῖον οἶκον οἰκοδοµήσετέ µοι, λέγει κύριος,
ἢ τίς τόπος τῆς καταπαύσεώς µου;
50 οὐχὶ ἡ χείρ µου ἐποίησεν ταῦτα πάντα;
51 Σκληροτράχηλοι καὶ ἀπερίτµητοι καρδίαις καὶ τοῖς ὠσίν, ὑµεῖς ἀεὶ τῷ πνεύµατι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑµῶν καὶ ὑµεῖς. 52 τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑµῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὗ νῦν ὑµεῖς προδόται καὶ φονεῖς ἐγένεσθε, 53 οἵτινες ἐλάßετε τὸν νόµον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
54 Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔßρυχον τοὺς ὀδόντας ἐπ’ αὐτόν. 55 ὑπάρχων δὲ πλήρης πνεύµατος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ, 56 καὶ εἶπεν, Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς διηνοιγµένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ. 57 κράξαντες δὲ φωνῇ µεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρµησαν ὁµοθυµαδὸν ἐπ’ αὐτόν, 58 καὶ ἐκßαλόντες ἔξω τῆς πόλεως ἐλιθοßόλουν. καὶ οἱ µάρτυρες ἀπέθεντο τὰ ἱµάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουµένου Σαύλου. 59 καὶ ἐλιθοßόλουν τὸν Στέφανον ἐπικαλούµενον καὶ λέγοντα, Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦµά µου. 60 θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ µεγάλῃ, Κύριε, µὴ στήσῃς αὐτοῖς ταύτην τὴν ἁµαρτίαν. καὶ τοῦτο εἰπὼν ἐκοιµήθη.
8 Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.
Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡµέρᾳ διωγµὸς µέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύµοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαµαρείας πλὴν τῶν ἀποστόλων. 2 συνεκόµισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαßεῖς καὶ ἐποίησαν κοπετὸν µέγαν ἐπ’ αὐτῷ. 3 Σαῦλος δὲ ἐλυµαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόµενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.
4 Οἱ µὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόµενοι τὸν λόγον. 5 Φίλιππος δὲ κατελθὼν εἰς [τὴν] πόλιν τῆς Σαµαρείας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. 6 προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγοµένοις ὑπὸ τοῦ Φιλίππου ὁµοθυµαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ ßλέπειν τὰ σηµεῖα ἃ ἐποίει· 7 πολλοὶ γὰρ τῶν ἐχόντων πνεύµατα ἀκάθαρτα ßοῶντα φωνῇ µεγάλῃ ἐξήρχοντο, πολλοὶ δὲ παραλελυµένοι καὶ χωλοὶ ἐθεραπεύθησαν· 8 ἐγένετο δὲ πολλὴ χαρὰ ἐν τῇ πόλει ἐκείνῃ.
9 Ἀνὴρ δέ τις ὀνόµατι Σίµων προϋπῆρχεν ἐν τῇ πόλει µαγεύων καὶ ἐξιστάνων τὸ ἔθνος τῆς Σαµαρείας, λέγων εἶναί τινα ἑαυτὸν µέγαν, 10 ᾧ προσεῖχον πάντες ἀπὸ µικροῦ ἕως µεγάλου λέγοντες, Οὗτός ἐστιν ἡ δύναµις τοῦ θεοῦ ἡ καλουµένη Μεγάλη. 11 προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς µαγείαις ἐξεστακέναι αὐτούς. 12 ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζοµένῳ περὶ τῆς ßασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόµατος Ἰησοῦ Χριστοῦ, ἐßαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. 13 ὁ δὲ Σίµων καὶ αὐτὸς ἐπίστευσεν, καὶ ßαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε σηµεῖα καὶ δυνάµεις µεγάλας γινοµένας ἐξίστατο.
14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύµοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαµάρεια τὸν λόγον τοῦ θεοῦ ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην, 15 οἵτινες καταßάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάßωσιν πνεῦµα ἅγιον· 16 οὐδέπω γὰρ ἦν ἐπ’ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, µόνον δὲ ßεßαπτισµένοι ὑπῆρχον εἰς τὸ ὄνοµα τοῦ κυρίου Ἰησοῦ. 17 τότε ἐπετίθουν τὰς χεῖρας ἐπ’ αὐτούς, καὶ ἐλάµßανον πνεῦµα ἅγιον. 18 ἰδὼν δὲ ὁ Σίµων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ πνεῦµα, προσήνεγκεν αὐτοῖς χρήµατα 19 λέγων, Δότε κἀµοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαµßάνῃ πνεῦµα ἅγιον. 20 Πέτρος δὲ εἶπεν πρὸς αὐτόν, Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόµισας διὰ χρηµάτων κτᾶσθαι. 21 οὐκ ἔστιν σοι µερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἔναντι τοῦ θεοῦ. 22 µετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ κυρίου εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου· 23 εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσµον ἀδικίας ὁρῶ σε ὄντα. 24 ἀποκριθεὶς δὲ ὁ Σίµων εἶπεν, Δεήθητε ὑµεῖς ὑπὲρ ἐµοῦ πρὸς τὸν κύριον ὅπως µηδὲν ἐπέλθῃ ἐπ’ ἐµὲ ὧν εἰρήκατε.
25 Οἱ µὲν οὖν διαµαρτυράµενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ κυρίου ὑπέστρεφον εἰς Ἱεροσόλυµα, πολλάς τε κώµας τῶν Σαµαριτῶν εὐηγγελίζοντο.
26 Ἄγγελος δὲ κυρίου ἐλάλησεν πρὸς Φίλιππον λέγων, Ἀνάστηθι καὶ πορεύου κατὰ µεσηµßρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταßαίνουσαν ἀπὸ Ἰερουσαλὴµ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρηµος. 27 καὶ ἀναστὰς ἐπορεύθη· καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης ßασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἰερουσαλήµ, 28 ἦν τε ὑποστρέφων καὶ καθήµενος ἐπὶ τοῦ ἅρµατος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαΐαν. 29 εἶπεν δὲ τὸ πνεῦµα τῷ Φιλίππῳ, Πρόσελθε καὶ κολλήθητι τῷ ἅρµατι τούτῳ. 30 προσδραµὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἠσαΐαν τὸν προφήτην, καὶ εἶπεν, Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; 31 ὁ δὲ εἶπεν, Πῶς γὰρ ἂν δυναίµην ἐὰν µή τις ὁδηγήσει µε; παρεκάλεσέν τε τὸν Φίλιππον ἀναßάντα καθίσαι σὺν αὐτῷ. 32 ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη·
Ὡς πρόßατον ἐπὶ σφαγὴν ἤχθη
καὶ ὡς ἀµνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος,
οὕτως οὐκ ἀνοίγει τὸ στόµα αὐτοῦ.
33 Ἐν τῇ ταπεινώσει [αὐτοῦ] ἡ κρίσις αὐτοῦ ἤρθη·
τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;
ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
34 Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν, Δέοµαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός; 35 ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόµα αὐτοῦ καὶ ἀρξάµενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. 36 ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος, Ἰδοὺ ὕδωρ· τί κωλύει µε ßαπτισθῆναι; 38 καὶ ἐκέλευσεν στῆναι τὸ ἅρµα, καὶ κατέßησαν ἀµφότεροι εἰς τὸ ὕδωρ ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐßάπτισεν αὐτόν. 39 ὅτε δὲ ἀνέßησαν ἐκ τοῦ ὕδατος, πνεῦµα κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων. 40 Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόµενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.
9 Ὁ δὲ Σαῦλος, ἔτι ἐµπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς µαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ 2 ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαµασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεµένους ἀγάγῃ εἰς Ἰερουσαλήµ. 3 ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαµασκῷ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ, 4 καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ, Σαοὺλ Σαούλ, τί µε διώκεις; 5 εἶπεν δέ, Τίς εἶ, κύριε; ὁ δέ, Ἐγώ εἰµι Ἰησοῦς ὃν σὺ διώκεις· 6 ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν. 7 οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες µὲν τῆς φωνῆς µηδένα δὲ θεωροῦντες. 8 ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγµένων δὲ τῶν ὀφθαλµῶν αὐτοῦ οὐδὲν ἔßλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαµασκόν. 9 καὶ ἦν ἡµέρας τρεῖς µὴ ßλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
10 Ἦν δέ τις µαθητὴς ἐν Δαµασκῷ ὀνόµατι Ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράµατι ὁ κύριος, Ἁνανία. ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ, κύριε. 11 ὁ δὲ κύριος πρὸς αὐτόν, Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύµην τὴν καλουµένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόµατι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, 12 καὶ εἶδεν ἄνδρα [ἐν ὁράµατι] Ἁνανίαν ὀνόµατι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ [τὰς] χεῖρας ὅπως ἀναßλέψῃ. 13 ἀπεκρίθη δὲ Ἁνανίας, Κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἰερουσαλήµ· 14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουµένους τὸ ὄνοµά σου. 15 εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος, Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν µοι οὗτος τοῦ ßαστάσαι τὸ ὄνοµά µου ἐνώπιον ἐθνῶν τε καὶ ßασιλέων υἱῶν τε Ἰσραήλ· 16 ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόµατός µου παθεῖν. 17 Ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ’ αὐτὸν τὰς χεῖρας εἶπεν, Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν µε, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναßλέψῃς καὶ πλησθῇς πνεύµατος ἁγίου. 18 καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλµῶν ὡς λεπίδες, ἀνέßλεψέν τε, καὶ ἀναστὰς ἐßαπτίσθη, 19 καὶ λαßὼν τροφὴν ἐνίσχυσεν.
Ἐγένετο δὲ µετὰ τῶν ἐν Δαµασκῷ µαθητῶν ἡµέρας τινάς, 20 καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. 21 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἰερουσαλὴµ τοὺς ἐπικαλουµένους τὸ ὄνοµα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεµένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; 22 Σαῦλος δὲ µᾶλλον ἐνεδυναµοῦτο καὶ συνέχυννεν [τοὺς] Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαµασκῷ, συµßιßάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός.
23 Ὡς δὲ ἐπληροῦντο ἡµέραι ἱκαναί, συνεßουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· 24 ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιßουλὴ αὐτῶν. παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡµέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν· 25 λαßόντες δὲ οἱ µαθηταὶ αὐτοῦ νυκτὸς διὰ τοῦ τείχους καθῆκαν αὐτὸν χαλάσαντες ἐν σπυρίδι.
26 Παραγενόµενος δὲ εἰς Ἰερουσαλὴµ ἐπείραζεν κολλᾶσθαι τοῖς µαθηταῖς· καὶ πάντες ἐφοßοῦντο αὐτόν, µὴ πιστεύοντες ὅτι ἐστὶν µαθητής. 27 Βαρναßᾶς δὲ ἐπιλαßόµενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαµασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόµατι Ἰησοῦ. 28 καὶ ἦν µετ’ αὐτῶν εἰσπορευόµενος καὶ ἐκπορευόµενος εἰς Ἰερουσαλήµ, παρρησιαζόµενος ἐν τῷ ὀνόµατι τοῦ κυρίου, 29 ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν. 30 ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
31 Ἡ µὲν οὖν ἐκκλησία καθ’ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαµαρείας εἶχεν εἰρήνην, οἰκοδοµουµένη καὶ πορευοµένη τῷ φόßῳ τοῦ κυρίου, καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύµατος ἐπληθύνετο.
32 Ἐγένετο δὲ Πέτρον διερχόµενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα. 33 εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόµατι Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείµενον ἐπὶ κραßάττου, ὃς ἦν παραλελυµένος. 34 καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα, ἰᾶταί σε Ἰησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη. 35 καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.
36 Ἐν Ἰόππῃ δέ τις ἦν µαθήτρια ὀνόµατι Ταßιθά, ἣ διερµηνευοµένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν καὶ ἐλεηµοσυνῶν ὧν ἐποίει. 37 ἐγένετο δὲ ἐν ταῖς ἡµέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ [αὐτὴν] ἔθηκαν ἐν ὑπερῴῳ. 38 ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ µαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες, Μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡµῶν. 39 ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόµενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύµεναι χιτῶνας καὶ ἱµάτια ὅσα ἐποίει µετ’ αὐτῶν οὖσα ἡ Δορκάς. 40 ἐκßαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶµα εἶπεν, Ταßιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλµοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν. 41 δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. 42 γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης [τῆς] Ἰόππης, καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον. 43 Ἐγένετο δὲ ἡµέρας ἱκανὰς µεῖναι ἐν Ἰόππῃ παρά τινι Σίµωνι ßυρσεῖ.
10 Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόµατι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουµένης Ἰταλικῆς, 2 εὐσεßὴς καὶ φοßούµενος τὸν θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεηµοσύνας πολλὰς τῷ λαῷ καὶ δεόµενος τοῦ θεοῦ διὰ παντός, 3 εἶδεν ἐν ὁράµατι φανερῶς ὡσεὶ περὶ ὥραν ἐνάτην τῆς ἡµέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ, Κορνήλιε. 4 ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔµφοßος γενόµενος εἶπεν, Τί ἐστιν, κύριε; εἶπεν δὲ αὐτῷ, Αἱ προσευχαί σου καὶ αἱ ἐλεηµοσύναι σου ἀνέßησαν εἰς µνηµόσυνον ἔµπροσθεν τοῦ θεοῦ. 5 καὶ νῦν πέµψον ἄνδρας εἰς Ἰόππην καὶ µετάπεµψαι Σίµωνά τινα ὃς ἐπικαλεῖται Πέτρος· 6 οὗτος ξενίζεται παρά τινι Σίµωνι ßυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν. 7 ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν αὐτῷ, φωνήσας δύο τῶν οἰκετῶν καὶ στρατιώτην εὐσεßῆ τῶν προσκαρτερούντων αὐτῷ, 8 καὶ ἐξηγησάµενος ἅπαντα αὐτοῖς ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
9 Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέßη Πέτρος ἐπὶ τὸ δῶµα προσεύξασθαι περὶ ὥραν ἕκτην. 10 ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ αὐτῶν ἐγένετο ἐπ’ αὐτὸν ἔκστασις, 11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγµένον καὶ καταßαῖνον σκεῦός τι ὡς ὀθόνην µεγάλην τέσσαρσιν ἀρχαῖς καθιέµενον ἐπὶ τῆς γῆς, 12 ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα καὶ ἑρπετὰ τῆς γῆς καὶ πετεινὰ τοῦ οὐρανοῦ. 13 καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. 14 ὁ δὲ Πέτρος εἶπεν, Μηδαµῶς, κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον. 15 καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ µὴ κοίνου. 16 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ εὐθὺς ἀνελήµφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραµα ὃ εἶδεν, ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλµένοι ὑπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίµωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, 18 καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίµων ὁ ἐπικαλούµενος Πέτρος ἐνθάδε ξενίζεται. 19 τοῦ δὲ Πέτρου διενθυµουµένου περὶ τοῦ ὁράµατος εἶπεν [αὐτῷ] τὸ πνεῦµα, Ἰδοὺ ἄνδρες [δύο] ζητοῦσίν σε· 20 ἀλλὰ ἀναστὰς κατάßηθι καὶ πορεύου σὺν αὐτοῖς µηδὲν διακρινόµενος, ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς. 21 καταßὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν, Ἰδοὺ ἐγώ εἰµι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι’ ἣν πάρεστε; 22 οἱ δὲ εἶπαν, Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοßούµενος τὸν θεὸν µαρτυρούµενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηµατίσθη ὑπὸ ἀγγέλου ἁγίου µεταπέµψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήµατα παρὰ σοῦ. 23 εἰσκαλεσάµενος οὖν αὐτοὺς ἐξένισεν.
Τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ. 24 τῇ δὲ ἐπαύριον εἰσῆλθεν εἰς τὴν Καισάρειαν· ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς, συγκαλεσάµενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. 25 ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. 26 ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων, Ἀνάστηθι· καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰµι. 27 καὶ συνοµιλῶν αὐτῷ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς, 28 ἔφη τε πρὸς αὐτούς, Ὑµεῖς ἐπίστασθε ὡς ἀθέµιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀµοὶ ὁ θεὸς ἔδειξεν µηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· 29 διὸ καὶ ἀναντιρρήτως ἦλθον µεταπεµφθείς. πυνθάνοµαι οὖν τίνι λόγῳ µετεπέµψασθέ µε; 30 καὶ ὁ Κορνήλιος ἔφη, Ἀπὸ τετάρτης ἡµέρας µέχρι ταύτης τῆς ὥρας ἤµην τὴν ἐνάτην προσευχόµενος ἐν τῷ οἴκῳ µου, καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν µου ἐν ἐσθῆτι λαµπρᾷ 31 καὶ φησίν, Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεηµοσύναι σου ἐµνήσθησαν ἐνώπιον τοῦ θεοῦ. 32 πέµψον οὖν εἰς Ἰόππην καὶ µετακάλεσαι Σίµωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίµωνος ßυρσέως παρὰ θάλασσαν. 33 ἐξαυτῆς οὖν ἔπεµψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόµενος. νῦν οὖν πάντες ἡµεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσµεν ἀκοῦσαι πάντα τὰ προστεταγµένα σοι ὑπὸ τοῦ κυρίου.
34 Ἀνοίξας δὲ Πέτρος τὸ στόµα εἶπεν, Ἐπ’ ἀληθείας καταλαµßάνοµαι ὅτι οὐκ ἔστιν προσωπολήµπτης ὁ θεός, 35 ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοßούµενος αὐτὸν καὶ ἐργαζόµενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν. 36 τὸν λόγον [ὃν] ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόµενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ, οὗτός ἐστιν πάντων κύριος, 37 ὑµεῖς οἴδατε, τὸ γενόµενον ῥῆµα καθ’ ὅλης τῆς Ἰουδαίας, ἀρξάµενος ἀπὸ τῆς Γαλιλαίας µετὰ τὸ ßάπτισµα ὃ ἐκήρυξεν Ἰωάννης, 38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύµατι ἁγίῳ καὶ δυνάµει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώµενος πάντας τοὺς καταδυναστευοµένους ὑπὸ τοῦ διαßόλου, ὅτι ὁ θεὸς ἦν µετ’ αὐτοῦ. 39 καὶ ἡµεῖς µάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ Ἰερουσαλήµ· ὃν καὶ ἀνεῖλαν κρεµάσαντες ἐπὶ ξύλου. 40 τοῦτον ὁ θεὸς ἤγειρεν τῇ τρίτῃ ἡµέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐµφανῆ γενέσθαι, 41 οὐ παντὶ τῷ λαῷ ἀλλὰ µάρτυσιν τοῖς προκεχειροτονηµένοις ὑπὸ τοῦ θεοῦ, ἡµῖν, οἵτινες συνεφάγοµεν καὶ συνεπίοµεν αὐτῷ µετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· 42 καὶ παρήγγειλεν ἡµῖν κηρύξαι τῷ λαῷ καὶ διαµαρτύρασθαι ὅτι οὗτός ἐστιν ὁ ὡρισµένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. 43 τούτῳ πάντες οἱ προφῆται µαρτυροῦσιν, ἄφεσιν ἁµαρτιῶν λαßεῖν διὰ τοῦ ὀνόµατος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήµατα ταῦτα ἐπέπεσεν τὸ πνεῦµα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. 45 καὶ ἐξέστησαν οἱ ἐκ περιτοµῆς πιστοὶ ὅσοι συνῆλθαν τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ πνεύµατος τοῦ ἁγίου ἐκκέχυται· 46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ µεγαλυνόντων τὸν θεόν. τότε ἀπεκρίθη Πέτρος, 47 Μήτι τὸ ὕδωρ δύναται κωλῦσαί τις τοῦ µὴ ßαπτισθῆναι τούτους οἵτινες τὸ πνεῦµα τὸ ἅγιον ἔλαßον ὡς καὶ ἡµεῖς; 48 προσέταξεν δὲ αὐτοὺς ἐν τῷ ὀνόµατι Ἰησοῦ Χριστοῦ ßαπτισθῆναι. τότε ἠρώτησαν αὐτὸν ἐπιµεῖναι ἡµέρας τινάς.
11 Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ. 2 ὅτε δὲ ἀνέßη Πέτρος εἰς Ἰερουσαλήµ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτοµῆς 3 λέγοντες ὅτι Εἰσῆλθες πρὸς ἄνδρας ἀκροßυστίαν ἔχοντας καὶ συνέφαγες αὐτοῖς. 4 ἀρξάµενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων, 5 Ἐγὼ ἤµην ἐν πόλει Ἰόππῃ προσευχόµενος καὶ εἶδον ἐν ἐκστάσει ὅραµα, καταßαῖνον σκεῦός τι ὡς ὀθόνην µεγάλην τέσσαρσιν ἀρχαῖς καθιεµένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐµοῦ· 6 εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. 7 ἤκουσα δὲ καὶ φωνῆς λεγούσης µοι, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. 8 εἶπον δέ, Μηδαµῶς, κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόµα µου. 9 ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ µὴ κοίνου. 10 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν. 11 καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἤµην, ἀπεσταλµένοι ἀπὸ Καισαρείας πρός µε. 12 εἶπεν δὲ τὸ πνεῦµά µοι συνελθεῖν αὐτοῖς µηδὲν διακρίναντα. ἦλθον δὲ σὺν ἐµοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθοµεν εἰς τὸν οἶκον τοῦ ἀνδρός. 13 ἀπήγγειλεν δὲ ἡµῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα, Ἀπόστειλον εἰς Ἰόππην καὶ µετάπεµψαι Σίµωνα τὸν ἐπικαλούµενον Πέτρον, 14 ὃς λαλήσει ῥήµατα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. 15 ἐν δὲ τῷ ἄρξασθαί µε λαλεῖν ἐπέπεσεν τὸ πνεῦµα τὸ ἅγιον ἐπ’ αὐτοὺς ὥσπερ καὶ ἐφ’ ἡµᾶς ἐν ἀρχῇ. 16 ἐµνήσθην δὲ τοῦ ῥήµατος τοῦ κυρίου ὡς ἔλεγεν, Ἰωάννης µὲν ἐßάπτισεν ὕδατι, ὑµεῖς δὲ ßαπτισθήσεσθε ἐν πνεύµατι ἁγίῳ. 17 εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡµῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ἐγὼ τίς ἤµην δυνατὸς κωλῦσαι τὸν θεόν; 18 ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξασαν τὸν θεὸν λέγοντες, Ἄρα καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν µετάνοιαν εἰς ζωὴν ἔδωκεν.
19 Οἱ µὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενοµένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, µηδενὶ λαλοῦντες τὸν λόγον εἰ µὴ µόνον Ἰουδαίοις. 20 ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν καὶ πρὸς τοὺς Ἕλληνας, εὐαγγελιζόµενοι τὸν κύριον Ἰησοῦν. 21 καὶ ἦν χεὶρ κυρίου µετ’ αὐτῶν, πολύς τε ἀριθµὸς ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον. 22 ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν Ἰερουσαλὴµ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρναßᾶν ἕως Ἀντιοχείας· 23 ὃς παραγενόµενος καὶ ἰδὼν τὴν χάριν [τὴν] τοῦ θεοῦ ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῇ καρδίας προσµένειν τῷ κυρίῳ, 24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύµατος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ. 25 ἐξῆλθεν δὲ εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον, 26 καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηµατίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς µαθητὰς Χριστιανούς.
27 Ἐν ταύταις δὲ ταῖς ἡµέραις κατῆλθον ἀπὸ Ἱεροσολύµων προφῆται εἰς Ἀντιόχειαν· 28 ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόµατι Ἅγαßος ἐσήµανεν διὰ τοῦ πνεύµατος λιµὸν µεγάλην µέλλειν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουµένην· ἥτις ἐγένετο ἐπὶ Κλαυδίου. 29 τῶν δὲ µαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέµψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· 30 ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσßυτέρους διὰ χειρὸς Βαρναßᾶ καὶ Σαύλου.
12 Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέßαλεν Ἡρῴδης ὁ ßασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. 2 ἀνεῖλεν δὲ Ἰάκωßον τὸν ἀδελφὸν Ἰωάννου µαχαίρῃ. 3 ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις προσέθετο συλλαßεῖν καὶ Πέτρον [ἦσαν δὲ ἡµέραι τῶν ἀζύµων], 4 ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, ßουλόµενος µετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. 5 ὁ µὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενῶς γινοµένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν περὶ αὐτοῦ.
6 Ὅτε δὲ ἤµελλεν προαγαγεῖν αὐτὸν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιµώµενος µεταξὺ δύο στρατιωτῶν δεδεµένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. 7 καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη, καὶ φῶς ἔλαµψεν ἐν τῷ οἰκήµατι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων, Ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. 8 εἶπεν δὲ ὁ ἄγγελος πρὸς αὐτόν, Ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησεν δὲ οὕτως. καὶ λέγει αὐτῷ, Περιßαλοῦ τὸ ἱµάτιόν σου καὶ ἀκολούθει µοι. 9 καὶ ἐξελθὼν ἠκολούθει, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόµενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραµα ßλέπειν. 10 διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτοµάτη ἠνοίγη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύµην µίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ’ αὐτοῦ. 11 καὶ ὁ Πέτρος ἐν ἑαυτῷ γενόµενος εἶπεν, Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν [ὁ] κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατό µε ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. 12 συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν τῆς Μαρίας τῆς µητρὸς Ἰωάννου τοῦ ἐπικαλουµένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισµένοι καὶ προσευχόµενοι. 13 κρούσαντος δὲ αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος προσῆλθεν παιδίσκη ὑπακοῦσαι ὀνόµατι Ῥόδη· 14 καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραµοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. 15 οἱ δὲ πρὸς αὐτὴν εἶπαν, Μαίνῃ. ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον, Ὁ ἄγγελός ἐστιν αὐτοῦ. 16 ὁ δὲ Πέτρος ἐπέµενεν κρούων· ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν. 17 κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο [αὐτοῖς] πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς, εἶπέν τε, Ἀπαγγείλατε Ἰακώßῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
18 Γενοµένης δὲ ἡµέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. 19 Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ µὴ εὑρὼν ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι, καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς Καισάρειαν διέτριßεν.
20 Ἦν δὲ θυµοµαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁµοθυµαδὸν δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ ßασιλέως ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς ßασιλικῆς. 21 τακτῇ δὲ ἡµέρᾳ ὁ Ἡρῴδης ἐνδυσάµενος ἐσθῆτα ßασιλικὴν [καὶ] καθίσας ἐπὶ τοῦ ßήµατος ἐδηµηγόρει πρὸς αὐτούς· 22 ὁ δὲ δῆµος ἐπεφώνει, Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου. 23 παραχρῆµα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου ἀνθ’ ὧν οὐκ ἔδωκεν τὴν δόξαν τῷ θεῷ, καὶ γενόµενος σκωληκόßρωτος ἐξέψυξεν.
24 Ὁ δὲ λόγος τοῦ θεοῦ ηὔξανεν καὶ ἐπληθύνετο. 25 Βαρναßᾶς δὲ καὶ Σαῦλος ὑπέστρεψαν εἰς Ἰερουσαλὴµ πληρώσαντες τὴν διακονίαν, συµπαραλαßόντες Ἰωάννην τὸν ἐπικληθέντα Μᾶρκον.
13 Ἦσαν δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρναßᾶς καὶ Συµεὼν ὁ καλούµενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος. 2 λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦµα τὸ ἅγιον, Ἀφορίσατε δή µοι τὸν Βαρναßᾶν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκληµαι αὐτούς. 3 τότε νηστεύσαντες καὶ προσευξάµενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν.
4 Αὐτοὶ µὲν οὖν ἐκπεµφθέντες ὑπὸ τοῦ ἁγίου πνεύµατος κατῆλθον εἰς Σελεύκειαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς Κύπρον, 5 καὶ γενόµενοι ἐν Σαλαµῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. 6 διελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι Πάφου εὗρον ἄνδρα τινὰ µάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνοµα Βαριησοῦ, 7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάµενος Βαρναßᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ· 8 ἀνθίστατο δὲ αὐτοῖς Ἐλύµας ὁ µάγος, οὕτως γὰρ µεθερµηνεύεται τὸ ὄνοµα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. 9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς πνεύµατος ἁγίου ἀτενίσας εἰς αὐτὸν 10 εἶπεν, Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαßόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς [τοῦ] κυρίου τὰς εὐθείας; 11 καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς µὴ ßλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆµά τε ἔπεσεν ἐπ’ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. 12 τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόµενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου.
13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ Παῦλον ἦλθον εἰς Πέργην τῆς Παµφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπ’ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυµα. 14 αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τὴν Πισιδίαν, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡµέρᾳ τῶν σαßßάτων ἐκάθισαν. 15 µετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόµου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες, Ἄνδρες ἀδελφοί, εἴ τίς ἐστιν ἐν ὑµῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε. 16 ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν·
Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοßούµενοι τὸν θεόν, ἀκούσατε. 17 ὁ θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡµῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτου, καὶ µετὰ ßραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, 18 καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήµῳ, 19 καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν κατεκληρονόµησεν τὴν γῆν αὐτῶν 20 ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα. καὶ µετὰ ταῦτα ἔδωκεν κριτὰς ἕως Σαµουὴλ [τοῦ] προφήτου. 21 κἀκεῖθεν ᾐτήσαντο ßασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαµείν, ἔτη τεσσαράκοντα. 22 καὶ µεταστήσας αὐτὸν ἤγειρεν τὸν Δαυὶδ αὐτοῖς εἰς ßασιλέα, ᾧ καὶ εἶπεν µαρτυρήσας, Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν µου, ὃς ποιήσει πάντα τὰ θελήµατά µου. 23 τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρµατος κατ’ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ σωτῆρα Ἰησοῦν, 24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ ßάπτισµα µετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ. 25 ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόµον, ἔλεγεν, Τί ἐµὲ ὑπονοεῖτε εἶναι; οὐκ εἰµὶ ἐγώ· ἀλλ’ ἰδοὺ ἔρχεται µετ’ ἐµὲ οὗ οὐκ εἰµὶ ἄξιος τὸ ὑπόδηµα τῶν ποδῶν λῦσαι.
26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀßραὰµ καὶ οἱ ἐν ὑµῖν φοßούµενοι τὸν θεόν, ἡµῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. 27 οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴµ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάßßατον ἀναγινωσκοµένας κρίναντες ἐπλήρωσαν, 28 καὶ µηδεµίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν· 29 ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραµµένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς µνηµεῖον. 30 ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· 31 ὃς ὤφθη ἐπὶ ἡµέρας πλείους τοῖς συναναßᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήµ, οἵτινες [νῦν] εἰσιν µάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. 32 καὶ ἡµεῖς ὑµᾶς εὐαγγελιζόµεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενοµένην, 33 ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ἡµῖν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ψαλµῷ γέγραπται τῷ δευτέρῳ,
Υἱός µου εἶ σύ,
ἐγὼ σήµερον γεγέννηκά σε.
34 ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν µηκέτι µέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι
Δώσω ὑµῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά.
35 διότι καὶ ἐν ἑτέρῳ λέγει,
Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
36 Δαυὶδ µὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ ßουλῇ ἐκοιµήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν, 37 ὃν δὲ ὁ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν. 38 γνωστὸν οὖν ἔστω ὑµῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑµῖν ἄφεσις ἁµαρτιῶν καταγγέλλεται[, καὶ] ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόµῳ Μωϋσέως δικαιωθῆναι 39 ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. 40 ßλέπετε οὖν µὴ ἐπέλθῃ τὸ εἰρηµένον ἐν τοῖς προφήταις,
41 Ἴδετε, οἱ καταφρονηταί,
καὶ θαυµάσατε καὶ ἀφανίσθητε,
ὅτι ἔργον ἐργάζοµαι ἐγὼ ἐν ταῖς ἡµέραις ὑµῶν,
ἔργον ὃ οὐ µὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑµῖν.
42 Ἐξιόντων δὲ αὐτῶν παρεκάλουν εἰς τὸ µεταξὺ σάßßατον λαληθῆναι αὐτοῖς τὰ ῥήµατα ταῦτα. 43 λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεßοµένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναßᾷ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσµένειν τῇ χάριτι τοῦ θεοῦ.
44 Τῷ δὲ ἐρχοµένῳ σαßßάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου. 45 ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ Παύλου λαλουµένοις ßλασφηµοῦντες. 46 παρρησιασάµενοί τε ὁ Παῦλος καὶ ὁ Βαρναßᾶς εἶπαν, Ὑµῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόµεθα εἰς τὰ ἔθνη. 47 οὕτως γὰρ ἐντέταλται ἡµῖν ὁ κύριος,
Τέθεικά σε εἰς φῶς ἐθνῶν
τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
48 ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγµένοι εἰς ζωὴν αἰώνιον· 49 διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου δι’ ὅλης τῆς χώρας. 50 οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεßοµένας γυναῖκας τὰς εὐσχήµονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγµὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρναßᾶν, καὶ ἐξέßαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. 51 οἱ δὲ ἐκτιναξάµενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπ’ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον, 52 οἵ τε µαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύµατος ἁγίου.
14 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. 2 οἱ δὲ ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. 3 ἱκανὸν µὲν οὖν χρόνον διέτριψαν παρρησιαζόµενοι ἐπὶ τῷ κυρίῳ τῷ µαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σηµεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. 4 ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ µὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις οἱ δὲ σὺν τοῖς ἀποστόλοις. 5 ὡς δὲ ἐγένετο ὁρµὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑßρίσαι καὶ λιθοßολῆσαι αὐτούς, 6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρßην καὶ τὴν περίχωρον, 7 κἀκεῖ εὐαγγελιζόµενοι ἦσαν.
8 Καί τις ἀνὴρ ἀδύνατος ἐν Λύστροις τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας µητρὸς αὐτοῦ, ὃς οὐδέποτε περιεπάτησεν. 9 οὗτος ἤκουσεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι 10 εἶπεν µεγάλῃ φωνῇ, Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. καὶ ἥλατο καὶ περιεπάτει. 11 οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, Οἱ θεοὶ ὁµοιωθέντες ἀνθρώποις κατέßησαν πρὸς ἡµᾶς· 12 ἐκάλουν τε τὸν Βαρναßᾶν Δία, τὸν δὲ Παῦλον Ἑρµῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούµενος τοῦ λόγου. 13 ὅ τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως ταύρους καὶ στέµµατα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν. 14 ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναßᾶς καὶ Παῦλος, διαρρήξαντες τὰ ἱµάτια αὐτῶν ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες 15 καὶ λέγοντες, Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡµεῖς ὁµοιοπαθεῖς ἐσµεν ὑµῖν ἄνθρωποι, εὐαγγελιζόµενοι ὑµᾶς ἀπὸ τούτων τῶν µαταίων ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 16 ὃς ἐν ταῖς παρῳχηµέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· 17 καίτοι οὐκ ἀµάρτυρον αὑτὸν ἀφῆκεν ἀγαθουργῶν, οὐρανόθεν ὑµῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐµπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑµῶν. 18 καὶ ταῦτα λέγοντες µόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ µὴ θύειν αὐτοῖς.
19 Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως, νοµίζοντες αὐτὸν τεθνηκέναι. 20 κυκλωσάντων δὲ τῶν µαθητῶν αὐτὸν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναßᾷ εἰς Δέρßην.
21 Εὐαγγελισάµενοί τε τὴν πόλιν ἐκείνην καὶ µαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ εἰς Ἰκόνιον καὶ εἰς Ἀντιόχειαν, 22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν µαθητῶν, παρακαλοῦντες ἐµµένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡµᾶς εἰσελθεῖν εἰς τὴν ßασιλείαν τοῦ θεοῦ. 23 χειροτονήσαντες δὲ αὐτοῖς κατ’ ἐκκλησίαν πρεσßυτέρους προσευξάµενοι µετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν. 24 καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς τὴν Παµφυλίαν, 25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέßησαν εἰς Ἀττάλειαν. 26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδοµένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. 27 παραγενόµενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς µετ’ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως. 28 διέτριßον δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς µαθηταῖς.
15 Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν µὴ περιτµηθῆτε τῷ ἔθει τῷ Μωϋσέως, οὐ δύνασθε σωθῆναι. 2 γενοµένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρναßᾷ πρὸς αὐτοὺς ἔταξαν ἀναßαίνειν Παῦλον καὶ Βαρναßᾶν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσßυτέρους εἰς Ἰερουσαλὴµ περὶ τοῦ ζητήµατος τούτου. 3 Οἱ µὲν οὖν προπεµφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν τε Φοινίκην καὶ Σαµάρειαν ἐκδιηγούµενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, καὶ ἐποίουν χαρὰν µεγάλην πᾶσιν τοῖς ἀδελφοῖς. 4 παραγενόµενοι δὲ εἰς Ἰερουσαλὴµ παρεδέχθησαν ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσßυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν µετ’ αὐτῶν. 5 ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέµνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόµον Μωϋσέως.
6 Συνήχθησαν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσßύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. 7 πολλῆς δὲ ζητήσεως γενοµένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς, Ἄνδρες ἀδελφοί, ὑµεῖς ἐπίστασθε ὅτι ἀφ’ ἡµερῶν ἀρχαίων ἐν ὑµῖν ἐξελέξατο ὁ θεὸς διὰ τοῦ στόµατός µου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι· 8 καὶ ὁ καρδιογνώστης θεὸς ἐµαρτύρησεν αὐτοῖς δοὺς τὸ πνεῦµα τὸ ἅγιον καθὼς καὶ ἡµῖν, 9 καὶ οὐθὲν διέκρινεν µεταξὺ ἡµῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. 10 νῦν οὖν τί πειράζετε τὸν θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν µαθητῶν ὃν οὔτε οἱ πατέρες ἡµῶν οὔτε ἡµεῖς ἰσχύσαµεν ßαστάσαι; 11 ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου Ἰησοῦ πιστεύοµεν σωθῆναι καθ’ ὃν τρόπον κἀκεῖνοι.
12 Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρναßᾶ καὶ Παύλου ἐξηγουµένων ὅσα ἐποίησεν ὁ θεὸς σηµεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι’ αὐτῶν. 13 Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωßος λέγων, Ἄνδρες ἀδελφοί, ἀκούσατέ µου. 14 Συµεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαßεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόµατι αὐτοῦ. 15 καὶ τούτῳ συµφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται,
16 Μετὰ ταῦτα ἀναστρέψω
καὶ ἀνοικοδοµήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν
καὶ τὰ κατεσκαµµένα αὐτῆς ἀνοικοδοµήσω
καὶ ἀνορθώσω αὐτήν,
17 ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον,
καὶ πάντα τὰ ἔθνη ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνοµά µου ἐπ’ αὐτούς,
λέγει κύριος ποιῶν ταῦτα 18 γνωστὰ ἀπ’ αἰῶνος.
19 διὸ ἐγὼ κρίνω µὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν θεόν, 20 ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι τῶν ἀλισγηµάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵµατος· 21 Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάßßατον ἀναγινωσκόµενος.
22 Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσßυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαµένους ἄνδρας ἐξ αὐτῶν πέµψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρναßᾷ, Ἰούδαν τὸν καλούµενον Βαρσαßßᾶν καὶ Σίλαν, ἄνδρας ἡγουµένους ἐν τοῖς ἀδελφοῖς, 23 γράψαντες διὰ χειρὸς αὐτῶν, Οἱ ἀπόστολοι καὶ οἱ πρεσßύτεροι ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν. 24 Ἐπειδὴ ἠκούσαµεν ὅτι τινὲς ἐξ ἡµῶν [ἐξελθόντες] ἐτάραξαν ὑµᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑµῶν, οἷς οὐ διεστειλάµεθα, 25 ἔδοξεν ἡµῖν γενοµένοις ὁµοθυµαδὸν ἐκλεξαµένους ἄνδρας πέµψαι πρὸς ὑµᾶς σὺν τοῖς ἀγαπητοῖς ἡµῶν Βαρναßᾷ καὶ Παύλῳ, 26 ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόµατος τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. 27 ἀπεστάλκαµεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. 28 ἔδοξεν γὰρ τῷ πνεύµατι τῷ ἁγίῳ καὶ ἡµῖν µηδὲν πλέον ἐπιτίθεσθαι ὑµῖν ßάρος πλὴν τούτων τῶν ἐπάναγκες, 29 ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵµατος καὶ πνικτῶν καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. Ἔρρωσθε.
30 Οἱ µὲν οὖν ἀπολυθέντες κατῆλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν· 31 ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. 32 Ἰούδας τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν· 33 ποιήσαντες δὲ χρόνον ἀπελύθησαν µετ’ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστείλαντας αὐτούς. 35 Παῦλος δὲ καὶ Βαρναßᾶς διέτριßον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόµενοι µετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου.
36 Μετὰ δέ τινας ἡµέρας εἶπεν πρὸς Βαρναßᾶν Παῦλος, Ἐπιστρέψαντες δὴ ἐπισκεψώµεθα τοὺς ἀδελφοὺς κατὰ πόλιν πᾶσαν ἐν αἷς κατηγγείλαµεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν. 37 Βαρναßᾶς δὲ ἐßούλετο συµπαραλαßεῖν καὶ τὸν Ἰωάννην τὸν καλούµενον Μᾶρκον· 38 Παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπ’ αὐτῶν ἀπὸ Παµφυλίας καὶ µὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον µὴ συµπαραλαµßάνειν τοῦτον. 39 ἐγένετο δὲ παροξυσµὸς ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων, τόν τε Βαρναßᾶν παραλαßόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον. 40 Παῦλος δὲ ἐπιλεξάµενος Σίλαν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ κυρίου ὑπὸ τῶν ἀδελφῶν, 41 διήρχετο δὲ τὴν Συρίαν καὶ τὴν Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.
16 Κατήντησεν δὲ εἰς Δέρßην καὶ εἰς Λύστραν. καὶ ἰδοὺ µαθητής τις ἦν ἐκεῖ ὀνόµατι Τιµόθεος, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς πατρὸς δὲ Ἕλληνος, 2 ὃς ἐµαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν. 3 τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαßὼν περιέτεµεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισαν γὰρ ἅπαντες τὸν πατέρα αὐτοῦ ὅτι Ἕλλην ὑπῆρχεν. 4 ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγµατα τὰ κεκριµένα ὑπὸ τῶν ἀποστόλων καὶ πρεσßυτέρων τῶν ἐν Ἱεροσολύµοις. 5 αἱ µὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθµῷ καθ’ ἡµέραν.
6 Διῆλθον δὲ τὴν Φρυγίαν καὶ Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύµατος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ· 7 ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦµα Ἰησοῦ· 8 παρελθόντες δὲ τὴν Μυσίαν κατέßησαν εἰς Τρῳάδα. 9 καὶ ὅραµα διὰ [τῆς] νυκτὸς τῷ Παύλῳ ὤφθη, ἀνὴρ Μακεδών τις ἦν ἑστὼς καὶ παρακαλῶν αὐτὸν καὶ λέγων, Διαßὰς εἰς Μακεδονίαν ßοήθησον ἡµῖν. 10 ὡς δὲ τὸ ὅραµα εἶδεν, εὐθέως ἐζητήσαµεν ἐξελθεῖν εἰς Μακεδονίαν, συµßιßάζοντες ὅτι προσκέκληται ἡµᾶς ὁ θεὸς εὐαγγελίσασθαι αὐτούς.
11 Ἀναχθέντες δὲ ἀπὸ Τρῳάδος εὐθυδροµήσαµεν εἰς Σαµοθρᾴκην, τῇ δὲ ἐπιούσῃ εἰς Νέαν Πόλιν, 12 κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν πρώτης µερίδος τῆς Μακεδονίας πόλις, κολωνία. ἦµεν δὲ ἐν ταύτῃ τῇ πόλει διατρίßοντες ἡµέρας τινάς. 13 τῇ τε ἡµέρᾳ τῶν σαßßάτων ἐξήλθοµεν ἔξω τῆς πύλης παρὰ ποταµὸν οὗ ἐνοµίζοµεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦµεν ταῖς συνελθούσαις γυναιξίν. 14 καί τις γυνὴ ὀνόµατι Λυδία, πορφυρόπωλις πόλεως Θυατίρων σεßοµένη τὸν θεόν, ἤκουεν, ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουµένοις ὑπὸ τοῦ Παύλου. 15 ὡς δὲ ἐßαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα, Εἰ κεκρίκατέ µε πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν µου µένετε· καὶ παρεßιάσατο ἡµᾶς.
16 Ἐγένετο δὲ πορευοµένων ἡµῶν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦµα πύθωνα ὑπαντῆσαι ἡµῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς µαντευοµένη. 17 αὕτη κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡµῖν ἔκραζεν λέγουσα, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ὑµῖν ὁδὸν σωτηρίας. 18 τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡµέρας. διαπονηθεὶς δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύµατι εἶπεν, Παραγγέλλω σοι ἐν ὀνόµατι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ’ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. 19 ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαßόµενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, 20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν, Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡµῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες, 21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡµῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωµαίοις οὖσιν. 22 καὶ συνεπέστη ὁ ὄχλος κατ’ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱµάτια ἐκέλευον ῥαßδίζειν, 23 πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔßαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσµοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· 24 ὃς παραγγελίαν τοιαύτην λαßὼν ἔßαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον.
25 Κατὰ δὲ τὸ µεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόµενοι ὕµνουν τὸν θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσµιοι· 26 ἄφνω δὲ σεισµὸς ἐγένετο µέγας ὥστε σαλευθῆναι τὰ θεµέλια τοῦ δεσµωτηρίου, ἠνεῴχθησαν δὲ παραχρῆµα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσµὰ ἀνέθη. 27 ἔξυπνος δὲ γενόµενος ὁ δεσµοφύλαξ καὶ ἰδὼν ἀνεῳγµένας τὰς θύρας τῆς φυλακῆς, σπασάµενος [τὴν] µάχαιραν ἤµελλεν ἑαυτὸν ἀναιρεῖν, νοµίζων ἐκπεφευγέναι τοὺς δεσµίους. 28 ἐφώνησεν δὲ Παῦλος µεγάλῃ φωνῇ λέγων, Μηδὲν πράξῃς σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσµεν ἐνθάδε. 29 αἰτήσας δὲ φῶτα εἰσεπήδησεν, καὶ ἔντροµος γενόµενος προσέπεσεν τῷ Παύλῳ καὶ [τῷ] Σίλᾳ, 30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, Κύριοι, τί µε δεῖ ποιεῖν ἵνα σωθῶ; 31 οἱ δὲ εἶπαν, Πίστευσον ἐπὶ τὸν κύριον Ἰησοῦν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. 32 καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ κυρίου σὺν πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. 33 καὶ παραλαßὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐßαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆµα, 34 ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῷ θεῷ.
35 Ἡµέρας δὲ γενοµένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαßδούχους λέγοντες, Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. 36 ἀπήγγειλεν δὲ ὁ δεσµοφύλαξ τοὺς λόγους πρὸς τὸν Παῦλον, ὅτι Ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. 37 ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς, Δείραντες ἡµᾶς δηµοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωµαίους ὑπάρχοντας, ἔßαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡµᾶς ἐκßάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ἡµᾶς ἐξαγαγέτωσαν. 38 ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαßδοῦχοι τὰ ῥήµατα ταῦτα. ἐφοßήθησαν δὲ ἀκούσαντες ὅτι Ῥωµαῖοί εἰσιν, 39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ἀπελθεῖν ἀπὸ τῆς πόλεως. 40 ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξῆλθαν.
17 Διοδεύσαντες δὲ τὴν Ἀµφίπολιν καὶ τὴν Ἀπολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν συναγωγὴ τῶν Ἰουδαίων. 2 κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάßßατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν, 3 διανοίγων καὶ παρατιθέµενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν ὁ Χριστός, [ὁ] Ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑµῖν. 4 καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεßοµένων Ἑλλήνων πλῆθος πολὺ γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. 5 Ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαßόµενοι τῶν ἀγοραίων ἄνδρας τινὰς πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύßουν τὴν πόλιν, καὶ ἐπιστάντες τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς προαγαγεῖν εἰς τὸν δῆµον. 6 µὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, ßοῶντες ὅτι Οἱ τὴν οἰκουµένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν, 7 οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογµάτων Καίσαρος πράσσουσι, ßασιλέα ἕτερον λέγοντες εἶναι Ἰησοῦν. 8 ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα, 9 καὶ λαßόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς.
10 Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτὸς ἐξέπεµψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς Βέροιαν, οἵτινες παραγενόµενοι εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων ἀπῄεσαν. 11 οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον µετὰ πάσης προθυµίας, καθ’ ἡµέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτως. 12 πολλοὶ µὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχηµόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. 13 Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες καὶ ταράσσοντες τοὺς ὄχλους. 14 εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ἕως ἐπὶ τὴν θάλασσαν· ὑπέµεινάν τε ὅ τε Σίλας καὶ ὁ Τιµόθεος ἐκεῖ. 15 οἱ δὲ καθιστάνοντες τὸν Παῦλον ἤγαγον ἕως Ἀθηνῶν, καὶ λαßόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ τὸν Τιµόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν ἐξῄεσαν.
16 Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχοµένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦµα αὐτοῦ ἐν αὐτῷ θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν. 17 διελέγετο µὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεßοµένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡµέραν πρὸς τοὺς παρατυγχάνοντας. 18 τινὲς δὲ καὶ τῶν Ἐπικουρείων καὶ Στοϊκῶν φιλοσόφων συνέßαλλον αὐτῷ, καί τινες ἔλεγον, Τί ἂν θέλοι ὁ σπερµολόγος οὗτος λέγειν; οἱ δέ, Ξένων δαιµονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. 19 ἐπιλαßόµενοί τε αὐτοῦ ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον, λέγοντες, Δυνάµεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουµένη διδαχή; 20 ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡµῶν· ßουλόµεθα οὖν γνῶναι τίνα θέλει ταῦτα εἶναι. 21 Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδηµοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ λέγειν τι ἢ ἀκούειν τι καινότερον. 22 Σταθεὶς δὲ [ὁ] Παῦλος ἐν µέσῳ τοῦ Ἀρείου Πάγου ἔφη, Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιµονεστέρους ὑµᾶς θεωρῶ· 23 διερχόµενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεßάσµατα ὑµῶν εὗρον καὶ ßωµὸν ἐν ᾧ ἐπεγέγραπτο, Ἀγνώστῳ θεῷ. ὃ οὖν ἀγνοοῦντες εὐσεßεῖτε, τοῦτο ἐγὼ καταγγέλλω ὑµῖν. 24 ὁ θεὸς ὁ ποιήσας τὸν κόσµον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ 25 οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόµενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· 26 ἐποίησέν τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγµένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, 27 ζητεῖν τὸν θεὸν εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ µακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡµῶν ὑπάρχοντα.
28 Ἐν αὐτῷ γὰρ ζῶµεν καὶ κινούµεθα καὶ ἐσµέν, ὡς καί τινες τῶν καθ’ ὑµᾶς ποιητῶν εἰρήκασιν,
Τοῦ γὰρ καὶ γένος ἐσµέν.
29 γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλοµεν νοµίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγµατι τέχνης καὶ ἐνθυµήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅµοιον. 30 τοὺς µὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ µετανοεῖν, 31 καθότι ἔστησεν ἡµέραν ἐν ᾗ µέλλει κρίνειν τὴν οἰκουµένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
32 Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ µὲν ἐχλεύαζον, οἱ δὲ εἶπαν, Ἀκουσόµεθά σου περὶ τούτου καὶ πάλιν. 33 οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ µέσου αὐτῶν. 34 τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόµατι Δάµαρις καὶ ἕτεροι σὺν αὐτοῖς.
18 Μετὰ ταῦτα χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον. 2 καὶ εὑρών τινα Ἰουδαῖον ὀνόµατι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώµης, προσῆλθεν αὐτοῖς, 3 καὶ διὰ τὸ ὁµότεχνον εἶναι ἔµενεν παρ’ αὐτοῖς καὶ ἠργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ. 4 διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάßßατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας.
5 Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιµόθεος, συνείχετο τῷ λόγῳ ὁ Παῦλος, διαµαρτυρόµενος τοῖς Ἰουδαίοις εἶναι τὸν Χριστόν, Ἰησοῦν. 6 ἀντιτασσοµένων δὲ αὐτῶν καὶ ßλασφηµούντων ἐκτιναξάµενος τὰ ἱµάτια εἶπεν πρὸς αὐτούς, Τὸ αἷµα ὑµῶν ἐπὶ τὴν κεφαλὴν ὑµῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσοµαι. 7 καὶ µεταßὰς ἐκεῖθεν εἰσῆλθεν εἰς οἰκίαν τινὸς ὀνόµατι Τιτίου Ἰούστου σεßοµένου τὸν θεόν, οὗ ἡ οἰκία ἦν συνοµοροῦσα τῇ συναγωγῇ. 8 Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐßαπτίζοντο. 9 εἶπεν δὲ ὁ κύριος ἐν νυκτὶ δι’ ὁράµατος τῷ Παύλῳ, Μὴ φοßοῦ, ἀλλὰ λάλει καὶ µὴ σιωπήσῃς, 10 διότι ἐγώ εἰµι µετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί µοι πολὺς ἐν τῇ πόλει ταύτῃ. 11 Ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ µῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.
12 Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας κατεπέστησαν ὁµοθυµαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ ßῆµα, 13 λέγοντες ὅτι Παρὰ τὸν νόµον ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέßεσθαι τὸν θεόν. 14 µέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόµα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους, Εἰ µὲν ἦν ἀδίκηµά τι ἢ ῥᾳδιούργηµα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόµην ὑµῶν· 15 εἰ δὲ ζητήµατά ἐστιν περὶ λόγου καὶ ὀνοµάτων καὶ νόµου τοῦ καθ’ ὑµᾶς, ὄψεσθε αὐτοί· κριτὴς ἐγὼ τούτων οὐ ßούλοµαι εἶναι. 16 καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ ßήµατος. 17 ἐπιλαßόµενοι δὲ πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔµπροσθεν τοῦ ßήµατος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔµελεν.
18 Ὁ δὲ Παῦλος ἔτι προσµείνας ἡµέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάµενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράµενος ἐν Κεγχρεαῖς τὴν κεφαλήν, εἶχεν γὰρ εὐχήν. 19 κατήντησαν δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοῖς Ἰουδαίοις. 20 ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον µεῖναι οὐκ ἐπένευσεν, 21 ἀλλὰ ἀποταξάµενος καὶ εἰπών, Πάλιν ἀνακάµψω πρὸς ὑµᾶς τοῦ θεοῦ θέλοντος, ἀνήχθη ἀπὸ τῆς Ἐφέσου· 22 καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναßὰς καὶ ἀσπασάµενος τὴν ἐκκλησίαν, κατέßη εἰς Ἀντιόχειαν, 23 καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόµενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς µαθητάς.
24 Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόµατι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. 25 οὗτος ἦν κατηχηµένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύµατι ἐλάλει καὶ ἐδίδασκεν ἀκριßῶς τὰ περὶ τοῦ Ἰησοῦ, ἐπιστάµενος µόνον τὸ ßάπτισµα Ἰωάννου. 26 οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ· ἀκούσαντες δὲ αὐτοῦ Πρίσκιλλα καὶ Ἀκύλας προσελάßοντο αὐτὸν καὶ ἀκριßέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ θεοῦ. 27 ßουλοµένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάµενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς µαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόµενος συνεßάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος· 28 εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δηµοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.
19 Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ µέρη ἐλθεῖν εἰς Ἔφεσον καὶ εὑρεῖν τινας µαθητάς, 2 εἶπέν τε πρὸς αὐτούς, Εἰ πνεῦµα ἅγιον ἐλάßετε πιστεύσαντες; οἱ δὲ πρὸς αὐτόν, Ἀλλ’ οὐδ’ εἰ πνεῦµα ἅγιον ἔστιν ἠκούσαµεν. 3 ὁ δὲ εἶπεν, Εἰς τί οὖν ἐßαπτίσθητε; οἱ δὲ εἶπαν, Εἰς τὸ Ἰωάννου ßάπτισµα. 4 εἶπεν δὲ Παῦλος, Ἰωάννης ἐßάπτισεν ßάπτισµα µετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόµενον µετ’ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτ’ ἔστιν εἰς τὸν Ἰησοῦν. 5 ἀκούσαντες δὲ ἐßαπτίσθησαν εἰς τὸ ὄνοµα τοῦ κυρίου Ἰησοῦ· 6 καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου χεῖρας ἦλθε τὸ πνεῦµα τὸ ἅγιον ἐπ’ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον. 7 ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα.
8 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ µῆνας τρεῖς διαλεγόµενος καὶ πείθων περὶ τῆς ßασιλείας τοῦ θεοῦ. 9 ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ’ αὐτῶν ἀφώρισεν τοὺς µαθητάς, καθ’ ἡµέραν διαλεγόµενος ἐν τῇ σχολῇ Τυράννου. 10 τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας.
11 Δυνάµεις τε οὐ τὰς τυχούσας ὁ θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου, 12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιµικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ’ αὐτῶν τὰς νόσους, τά τε πνεύµατα τὰ πονηρὰ ἐκπορεύεσθαι. 13 ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχοµένων Ἰουδαίων ἐξορκιστῶν ὀνοµάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύµατα τὰ πονηρὰ τὸ ὄνοµα τοῦ κυρίου Ἰησοῦ λέγοντες, Ὁρκίζω ὑµᾶς τὸν Ἰησοῦν ὃν Παῦλος κηρύσσει. 14 ἦσαν δέ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ τοῦτο ποιοῦντες. 15 ἀποκριθὲν δὲ τὸ πνεῦµα τὸ πονηρὸν εἶπεν αὐτοῖς, Τὸν [µὲν] Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταµαι, ὑµεῖς δὲ τίνες ἐστέ; 16 καὶ ἐφαλόµενος ὁ ἄνθρωπος ἐπ’ αὐτοὺς ἐν ᾧ ἦν τὸ πνεῦµα τὸ πονηρὸν κατακυριεύσας ἀµφοτέρων ἴσχυσεν κατ’ αὐτῶν, ὥστε γυµνοὺς καὶ τετραυµατισµένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. 17 τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ἐπέπεσεν φόßος ἐπὶ πάντας αὐτούς, καὶ ἐµεγαλύνετο τὸ ὄνοµα τοῦ κυρίου Ἰησοῦ. 18 πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξοµολογούµενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. 19 ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς ßίßλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιµὰς αὐτῶν καὶ εὗρον ἀργυρίου µυριάδας πέντε. 20 Οὕτως κατὰ κράτος τοῦ κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν.
21 Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύµατι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς Ἱεροσόλυµα, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι µε ἐκεῖ δεῖ µε καὶ Ῥώµην ἰδεῖν. 22 ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιµόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν.
23 Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ. 24 Δηµήτριος γάρ τις ὀνόµατι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέµιδος παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν, 25 οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν, Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡµῖν ἐστιν, 26 καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ µόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας µετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόµενοι. 27 οὐ µόνον δὲ τοῦτο κινδυνεύει ἡµῖν τὸ µέρος εἰς ἀπελεγµὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς µεγάλης θεᾶς Ἀρτέµιδος ἱερὸν εἰς οὐθὲν λογισθῆναι, µέλλειν τε καὶ καθαιρεῖσθαι τῆς µεγαλειότητος αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουµένη σέßεται.
28 Ἀκούσαντες δὲ καὶ γενόµενοι πλήρεις θυµοῦ ἔκραζον λέγοντες, Μεγάλη ἡ Ἄρτεµις Ἐφεσίων. 29 καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως, ὥρµησάν τε ὁµοθυµαδὸν εἰς τὸ θέατρον συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήµους Παύλου. 30 Παύλου δὲ ßουλοµένου εἰσελθεῖν εἰς τὸν δῆµον οὐκ εἴων αὐτὸν οἱ µαθηταί· 31 τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέµψαντες πρὸς αὐτὸν παρεκάλουν µὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. 32 ἄλλοι µὲν οὖν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἡ ἐκκλησία συγκεχυµένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν. 33 ἐκ δὲ τοῦ ὄχλου συνεßίßασαν Ἀλέξανδρον, προßαλόντων αὐτὸν τῶν Ἰουδαίων· ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήµῳ. 34 ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν φωνὴ ἐγένετο µία ἐκ πάντων ὡς ἐπὶ ὥρας δύο κραζόντων, Μεγάλη ἡ Ἄρτεµις Ἐφεσίων. 35 καταστείλας δὲ ὁ γραµµατεὺς τὸν ὄχλον φησίν, Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς µεγάλης Ἀρτέµιδος καὶ τοῦ διοπετοῦς; 36 ἀναντιρρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑµᾶς κατεσταλµένους ὑπάρχειν καὶ µηδὲν προπετὲς πράσσειν. 37 ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε ßλασφηµοῦντας τὴν θεὸν ἡµῶν. 38 εἰ µὲν οὖν Δηµήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσι πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις. 39 εἰ δέ τι περαιτέρω ἐπιζητεῖτε, ἐν τῇ ἐννόµῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. 40 καὶ γὰρ κινδυνεύοµεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήµερον, µηδενὸς αἰτίου ὑπάρχοντος, περὶ οὗ [οὐ] δυνησόµεθα ἀποδοῦναι λόγον περὶ τῆς συστροφῆς ταύτης. καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν.
20 Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυßον µεταπεµψάµενος ὁ Παῦλος τοὺς µαθητὰς καὶ παρακαλέσας, ἀσπασάµενος ἐξῆλθεν πορεύεσθαι εἰς Μακεδονίαν. 2 διελθὼν δὲ τὰ µέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα, 3 ποιήσας τε µῆνας τρεῖς γενοµένης ἐπιßουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων µέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν ἐγένετο γνώµης τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. 4 συνείπετο δὲ αὐτῷ Σώπατρος Πύρρου Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερßαῖος καὶ Τιµόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιµος. 5 οὗτοι δὲ προελθόντες ἔµενον ἡµᾶς ἐν Τρῳάδι· 6 ἡµεῖς δὲ ἐξεπλεύσαµεν µετὰ τὰς ἡµέρας τῶν ἀζύµων ἀπὸ Φιλίππων, καὶ ἤλθοµεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡµερῶν πέντε, οὗ διετρίψαµεν ἡµέρας ἑπτά.
7 Ἐν δὲ τῇ µιᾷ τῶν σαßßάτων συνηγµένων ἡµῶν κλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς, µέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον µέχρι µεσονυκτίου. 8 ἦσαν δὲ λαµπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦµεν συνηγµένοι· 9 καθεζόµενος δέ τις νεανίας ὀνόµατι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόµενος ὕπνῳ ßαθεῖ διαλεγοµένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός. 10 καταßὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συµπεριλαßὼν εἶπεν, Μὴ θορυßεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. 11 ἀναßὰς δὲ καὶ κλάσας τὸν ἄρτον καὶ γευσάµενος ἐφ’ ἱκανόν τε ὁµιλήσας ἄχρι αὐγῆς οὕτως ἐξῆλθεν. 12 ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ µετρίως.
13 Ἡµεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθηµεν ἐπὶ τὴν Ἆσσον, ἐκεῖθεν µέλλοντες ἀναλαµßάνειν τὸν Παῦλον, οὕτως γὰρ διατεταγµένος ἦν µέλλων αὐτὸς πεζεύειν. 14 ὡς δὲ συνέßαλεν ἡµῖν εἰς τὴν Ἆσσον, ἀναλαßόντες αὐτὸν ἤλθοµεν εἰς Μιτυλήνην, 15 κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαµεν ἄντικρυς Χίου, τῇ δὲ ἑτέρᾳ παρεßάλοµεν εἰς Σάµον, τῇ δὲ ἐχοµένῃ ἤλθοµεν εἰς Μίλητον· 16 κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως µὴ γένηται αὐτῷ χρονοτριßῆσαι ἐν τῇ Ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν εἴη αὐτῷ τὴν ἡµέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυµα.
17 Ἀπὸ δὲ τῆς Μιλήτου πέµψας εἰς Ἔφεσον µετεκαλέσατο τοὺς πρεσßυτέρους τῆς ἐκκλησίας. 18 ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς, Ὑµεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡµέρας ἀφ’ ἧς ἐπέßην εἰς τὴν Ἀσίαν πῶς µεθ’ ὑµῶν τὸν πάντα χρόνον ἐγενόµην, 19 δουλεύων τῷ κυρίῳ µετὰ πάσης ταπεινοφροσύνης καὶ δακρύων καὶ πειρασµῶν τῶν συµßάντων µοι ἐν ταῖς ἐπιßουλαῖς τῶν Ἰουδαίων· 20 ὡς οὐδὲν ὑπεστειλάµην τῶν συµφερόντων τοῦ µὴ ἀναγγεῖλαι ὑµῖν καὶ διδάξαι ὑµᾶς δηµοσίᾳ καὶ κατ’ οἴκους, 21 διαµαρτυρόµενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰς θεὸν µετάνοιαν καὶ πίστιν εἰς τὸν κύριον ἡµῶν Ἰησοῦν. 22 καὶ νῦν ἰδοὺ δεδεµένος ἐγὼ τῷ πνεύµατι πορεύοµαι εἰς Ἰερουσαλήµ, τὰ ἐν αὐτῇ συναντήσοντά µοι µὴ εἰδώς, 23 πλὴν ὅτι τὸ πνεῦµα τὸ ἅγιον κατὰ πόλιν διαµαρτύρεταί µοι λέγον ὅτι δεσµὰ καὶ θλίψεις µε µένουσιν. 24 ἀλλ’ οὐδενὸς λόγου ποιοῦµαι τὴν ψυχὴν τιµίαν ἐµαυτῷ ὡς τελειώσω τὸν δρόµον µου καὶ τὴν διακονίαν ἣν ἔλαßον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαµαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ.
25 Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν µου ὑµεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν ßασιλείαν· 26 διότι µαρτύροµαι ὑµῖν ἐν τῇ σήµερον ἡµέρᾳ ὅτι καθαρός εἰµι ἀπὸ τοῦ αἵµατος πάντων, 27 οὐ γὰρ ὑπεστειλάµην τοῦ µὴ ἀναγγεῖλαι πᾶσαν τὴν ßουλὴν τοῦ θεοῦ ὑµῖν. 28 προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιµνίῳ, ἐν ᾧ ὑµᾶς τὸ πνεῦµα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιµαίνειν τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ αἵµατος τοῦ ἰδίου. 29 ἐγὼ οἶδα ὅτι εἰσελεύσονται µετὰ τὴν ἄφιξίν µου λύκοι ßαρεῖς εἰς ὑµᾶς µὴ φειδόµενοι τοῦ ποιµνίου, 30 καὶ ἐξ ὑµῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραµµένα τοῦ ἀποσπᾶν τοὺς µαθητὰς ὀπίσω αὐτῶν. 31 διὸ γρηγορεῖτε, µνηµονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡµέραν οὐκ ἐπαυσάµην µετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. 32 καὶ τὰ νῦν παρατίθεµαι ὑµᾶς τῷ θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναµένῳ οἰκοδοµῆσαι καὶ δοῦναι τὴν κληρονοµίαν ἐν τοῖς ἡγιασµένοις πᾶσιν. 33 ἀργυρίου ἢ χρυσίου ἢ ἱµατισµοῦ οὐδενὸς ἐπεθύµησα· 34 αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις µου καὶ τοῖς οὖσιν µετ’ ἐµοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. 35 πάντα ὑπέδειξα ὑµῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαµßάνεσθαι τῶν ἀσθενούντων, µνηµονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν, Μακάριόν ἐστιν µᾶλλον διδόναι ἢ λαµßάνειν.
36 Καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο. 37 ἱκανὸς δὲ κλαυθµὸς ἐγένετο πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν, 38 ὀδυνώµενοι µάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι µέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεµπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.
21 Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡµᾶς ἀποσπασθέντας ἀπ’ αὐτῶν, εὐθυδροµήσαντες ἤλθοµεν εἰς τὴν Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα· 2 καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιßάντες ἀνήχθηµεν. 3 ἀναφάναντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυµον ἐπλέοµεν εἰς Συρίαν, καὶ κατήλθοµεν εἰς Τύρον, ἐκεῖσε γὰρ τὸ πλοῖον ἦν ἀποφορτιζόµενον τὸν γόµον. 4 ἀνευρόντες δὲ τοὺς µαθητὰς ἐπεµείναµεν αὐτοῦ ἡµέρας ἑπτά, οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ πνεύµατος µὴ ἐπιßαίνειν εἰς Ἱεροσόλυµα. 5 ὅτε δὲ ἐγένετο ἡµᾶς ἐξαρτίσαι τὰς ἡµέρας, ἐξελθόντες ἐπορευόµεθα προπεµπόντων ἡµᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσευξάµενοι 6 ἀπησπασάµεθα ἀλλήλους, καὶ ἐνέßηµεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.
7 Ἡµεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαµεν εἰς Πτολεµαΐδα, καὶ ἀσπασάµενοι τοὺς ἀδελφοὺς ἐµείναµεν ἡµέραν µίαν παρ’ αὐτοῖς. 8 τῇ δὲ ἐπαύριον ἐξελθόντες ἤλθοµεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ ἐµείναµεν παρ’ αὐτῷ. 9 τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες παρθένοι προφητεύουσαι. 10 ἐπιµενόντων δὲ ἡµέρας πλείους κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόµατι Ἅγαßος, 11 καὶ ἐλθὼν πρὸς ἡµᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν, Τάδε λέγει τὸ πνεῦµα τὸ ἅγιον, Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη οὕτως δήσουσιν ἐν Ἰερουσαλὴµ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. 12 ὡς δὲ ἠκούσαµεν ταῦτα, παρεκαλοῦµεν ἡµεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ µὴ ἀναßαίνειν αὐτὸν εἰς Ἰερουσαλήµ. 13 τότε ἀπεκρίθη ὁ Παῦλος, Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές µου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ µόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἰερουσαλὴµ ἑτοίµως ἔχω ὑπὲρ τοῦ ὀνόµατος τοῦ κυρίου Ἰησοῦ. 14 µὴ πειθοµένου δὲ αὐτοῦ ἡσυχάσαµεν εἰπόντες, Τοῦ κυρίου τὸ θέληµα γινέσθω.
15 Μετὰ δὲ τὰς ἡµέρας ταύτας ἐπισκευασάµενοι ἀνεßαίνοµεν εἰς Ἱεροσόλυµα· 16 συνῆλθον δὲ καὶ τῶν µαθητῶν ἀπὸ Καισαρείας σὺν ἡµῖν, ἄγοντες παρ’ ᾧ ξενισθῶµεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ µαθητῇ.
17 Γενοµένων δὲ ἡµῶν εἰς Ἱεροσόλυµα ἀσµένως ἀπεδέξαντο ἡµᾶς οἱ ἀδελφοί. 18 τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡµῖν πρὸς Ἰάκωßον, πάντες τε παρεγένοντο οἱ πρεσßύτεροι. 19 καὶ ἀσπασάµενος αὐτοὺς ἐξηγεῖτο καθ’ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ. 20 οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν θεόν, εἶπάν τε αὐτῷ, Θεωρεῖς, ἀδελφέ, πόσαι µυριάδες εἰσὶν ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόµου ὑπάρχουσιν· 21 κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων µὴ περιτέµνειν αὐτοὺς τὰ τέκνα µηδὲ τοῖς ἔθεσιν περιπατεῖν. 22 τί οὖν ἐστιν; πάντως ἀκούσονται ὅτι ἐλήλυθας. 23 τοῦτο οὖν ποίησον ὅ σοι λέγοµεν· εἰσὶν ἡµῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ’ ἑαυτῶν. 24 τούτους παραλαßὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπ’ αὐτοῖς ἵνα ξυρήσονται τὴν κεφαλήν, καὶ γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς φυλάσσων τὸν νόµον. 25 περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡµεῖς ἐπεστείλαµεν κρίναντες φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἷµα καὶ πνικτὸν καὶ πορνείαν. 26 τότε ὁ Παῦλος παραλαßὼν τοὺς ἄνδρας, τῇ ἐχοµένῃ ἡµέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡµερῶν τοῦ ἁγνισµοῦ ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.
27 Ὡς δὲ ἔµελλον αἱ ἑπτὰ ἡµέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάµενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέßαλον ἐπ’ αὐτὸν τὰς χεῖρας, 28 κράζοντες, Ἄνδρες Ἰσραηλῖται, ßοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόµου καὶ τοῦ τόπου τούτου πάντας πανταχῇ διδάσκων, ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον. 29 ἦσαν γὰρ προεωρακότες Τρόφιµον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόµιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. 30 ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδροµὴ τοῦ λαοῦ, καὶ ἐπιλαßόµενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. 31 ζητούντων τε αὐτὸν ἀποκτεῖναι ἀνέßη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συγχύννεται Ἰερουσαλήµ, 32 ὃς ἐξαυτῆς παραλαßὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραµεν ἐπ’ αὐτούς· οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. 33 τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάßετο αὐτοῦ καὶ ἐκέλευσεν δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο τίς εἴη καὶ τί ἐστιν πεποιηκώς. 34 ἄλλοι δὲ ἄλλο τι ἐπεφώνουν ἐν τῷ ὄχλῳ· µὴ δυναµένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυßον ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεµßολήν. 35 ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναßαθµούς, συνέßη ßαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν ßίαν τοῦ ὄχλου, 36 ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζοντες, Αἶρε αὐτόν.
37 Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεµßολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ, Εἰ ἔξεστίν µοι εἰπεῖν τι πρὸς σέ; ὁ δὲ ἔφη, Ἑλληνιστὶ γινώσκεις; 38 οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡµερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρηµον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων; 39 εἶπεν δὲ ὁ Παῦλος, Ἐγὼ ἄνθρωπος µέν εἰµι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήµου πόλεως πολίτης· δέοµαι δέ σου, ἐπίτρεψόν µοι λαλῆσαι πρὸς τὸν λαόν. 40 ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναßαθµῶν κατέσεισεν τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενοµένης προσεφώνησεν τῇ Ἑßραΐδι διαλέκτῳ λέγων,
22 Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ µου τῆς πρὸς ὑµᾶς νυνὶ ἀπολογίας. 2 ἀκούσαντες δὲ ὅτι τῇ Ἑßραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς µᾶλλον παρέσχον ἡσυχίαν. καὶ φησίν, 3 Ἐγώ εἰµι ἀνὴρ Ἰουδαῖος, γεγεννηµένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραµµένος δὲ ἐν τῇ πόλει ταύτῃ, παρὰ τοὺς πόδας Γαµαλιὴλ πεπαιδευµένος κατὰ ἀκρίßειαν τοῦ πατρῴου νόµου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάντες ὑµεῖς ἐστε σήµερον· 4 ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσµεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας, 5 ὡς καὶ ὁ ἀρχιερεὺς µαρτυρεῖ µοι καὶ πᾶν τὸ πρεσßυτέριον· παρ’ ὧν καὶ ἐπιστολὰς δεξάµενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαµασκὸν ἐπορευόµην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεµένους εἰς Ἰερουσαλὴµ ἵνα τιµωρηθῶσιν.
6 Ἐγένετο δέ µοι πορευοµένῳ καὶ ἐγγίζοντι τῇ Δαµασκῷ περὶ µεσηµßρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐµέ, 7 ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης µοι, Σαοὺλ Σαούλ, τί µε διώκεις; 8 ἐγὼ δὲ ἀπεκρίθην, Τίς εἶ, κύριε; εἶπέν τε πρός µε, Ἐγώ εἰµι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις. 9 οἱ δὲ σὺν ἐµοὶ ὄντες τὸ µὲν φῶς ἐθεάσαντο τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός µοι. 10 εἶπον δέ, Τί ποιήσω, κύριε; ὁ δὲ κύριος εἶπεν πρός µε, Ἀναστὰς πορεύου εἰς Δαµασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. 11 ὡς δὲ οὐκ ἐνέßλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούµενος ὑπὸ τῶν συνόντων µοι ἦλθον εἰς Δαµασκόν.
12 Ἁνανίας δέ τις, ἀνὴρ εὐλαßὴς κατὰ τὸν νόµον, µαρτυρούµενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων, 13 ἐλθὼν πρός µε καὶ ἐπιστὰς εἶπέν µοι, Σαοὺλ ἀδελφέ, ἀνάßλεψον· κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέßλεψα εἰς αὐτόν. 14 ὁ δὲ εἶπεν, Ὁ θεὸς τῶν πατέρων ἡµῶν προεχειρίσατό σε γνῶναι τὸ θέληµα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόµατος αὐτοῦ, 15 ὅτι ἔσῃ µάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. 16 καὶ νῦν τί µέλλεις; ἀναστὰς ßάπτισαι καὶ ἀπόλουσαι τὰς ἁµαρτίας σου ἐπικαλεσάµενος τὸ ὄνοµα αὐτοῦ.
17 Ἐγένετο δέ µοι ὑποστρέψαντι εἰς Ἰερουσαλὴµ καὶ προσευχοµένου µου ἐν τῷ ἱερῷ γενέσθαι µε ἐν ἐκστάσει 18 καὶ ἰδεῖν αὐτὸν λέγοντά µοι, Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήµ, διότι οὐ παραδέξονταί σου µαρτυρίαν περὶ ἐµοῦ. 19 κἀγὼ εἶπον, Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤµην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ· 20 καὶ ὅτε ἐξεχύννετο τὸ αἷµα Στεφάνου τοῦ µάρτυρός σου, καὶ αὐτὸς ἤµην ἐφεστὼς καὶ συνευδοκῶν καὶ φυλάσσων τὰ ἱµάτια τῶν ἀναιρούντων αὐτόν. 21 καὶ εἶπεν πρός µε, Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη µακρὰν ἐξαποστελῶ σε.
22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν. 23 κραυγαζόντων τε αὐτῶν καὶ ῥιπτούντων τὰ ἱµάτια καὶ κονιορτὸν ßαλλόντων εἰς τὸν ἀέρα, 24 ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεµßολήν, εἴπας µάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῷ δι’ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. 25 ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱµᾶσιν εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, Εἰ ἄνθρωπον Ῥωµαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑµῖν µαστίζειν; 26 ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν τῷ χιλιάρχῳ ἀπήγγειλεν λέγων, Τί µέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωµαῖός ἐστιν. 27 προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ, Λέγε µοι, σὺ Ῥωµαῖος εἶ; ὁ δὲ ἔφη, Ναί. 28 ἀπεκρίθη δὲ ὁ χιλίαρχος, Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάµην. ὁ δὲ Παῦλος ἔφη, Ἐγὼ δὲ καὶ γεγέννηµαι. 29 εὐθέως οὖν ἀπέστησαν ἀπ’ αὐτοῦ οἱ µέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοßήθη ἐπιγνοὺς ὅτι Ῥωµαῖός ἐστιν καὶ ὅτι αὐτὸν ἦν δεδεκώς.
30 Τῇ δὲ ἐπαύριον ßουλόµενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων ἔλυσεν αὐτόν, καὶ ἐκέλευσεν συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.
23 ἀτενίσας δὲ τῷ συνεδρίῳ ὁ Παῦλος εἶπεν, Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευµαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡµέρας. 2 ὁ δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόµα. 3 τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν, Τύπτειν σε µέλλει ὁ θεός, τοῖχε κεκονιαµένε· καὶ σὺ κάθῃ κρίνων µε κατὰ τὸν νόµον, καὶ παρανοµῶν κελεύεις µε τύπτεσθαι; 4 οἱ δὲ παρεστῶτες εἶπαν, Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς; 5 ἔφη τε ὁ Παῦλος, Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ ὅτι Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
6 Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν µέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ἔκραζεν ἐν τῷ συνεδρίῳ, Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰµι, υἱὸς Φαρισαίων· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνοµαι. 7 τοῦτο δὲ αὐτοῦ λαλοῦντος ἐγένετο στάσις τῶν Φαρισαίων καὶ Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. 8 Σαδδουκαῖοι µὲν γὰρ λέγουσιν µὴ εἶναι ἀνάστασιν µήτε ἄγγελον µήτε πνεῦµα, Φαρισαῖοι δὲ ὁµολογοῦσιν τὰ ἀµφότερα. 9 ἐγένετο δὲ κραυγὴ µεγάλη, καὶ ἀναστάντες τινὲς τῶν γραµµατέων τοῦ µέρους τῶν Φαρισαίων διεµάχοντο λέγοντες, Οὐδὲν κακὸν εὑρίσκοµεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦµα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος; 10 Πολλῆς δὲ γινοµένης στάσεως φοßηθεὶς ὁ χιλίαρχος µὴ διασπασθῇ ὁ Παῦλος ὑπ’ αὐτῶν ἐκέλευσεν τὸ στράτευµα καταßὰν ἁρπάσαι αὐτὸν ἐκ µέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεµßολήν.
11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν, Θάρσει, ὡς γὰρ διεµαρτύρω τὰ περὶ ἐµοῦ εἰς Ἰερουσαλὴµ οὕτω σε δεῖ καὶ εἰς Ῥώµην µαρτυρῆσαι.
12 Γενοµένης δὲ ἡµέρας ποιήσαντες συστροφὴν οἱ Ἰουδαῖοι ἀνεθεµάτισαν ἑαυτοὺς λέγοντες µήτε φαγεῖν µήτε πίειν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον. 13 ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωµοσίαν ποιησάµενοι· 14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσßυτέροις εἶπαν, Ἀναθέµατι ἀνεθεµατίσαµεν ἑαυτοὺς µηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωµεν τὸν Παῦλον. 15 νῦν οὖν ὑµεῖς ἐµφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ὅπως καταγάγῃ αὐτὸν εἰς ὑµᾶς ὡς µέλλοντας διαγινώσκειν ἀκριßέστερον τὰ περὶ αὐτοῦ· ἡµεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιµοί ἐσµεν τοῦ ἀνελεῖν αὐτόν. 16 Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὴν ἐνέδραν παραγενόµενος καὶ εἰσελθὼν εἰς τὴν παρεµßολὴν ἀπήγγειλεν τῷ Παύλῳ. 17 προσκαλεσάµενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη, Τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῷ. 18 ὁ µὲν οὖν παραλαßὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν, Ὁ δέσµιος Παῦλος προσκαλεσάµενός µε ἠρώτησεν τοῦτον τὸν νεανίσκον ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι. 19 ἐπιλαßόµενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ’ ἰδίαν ἐπυνθάνετο, Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί µοι; 20 εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς µέλλον τι ἀκριßέστερον πυνθάνεσθαι περὶ αὐτοῦ. 21 σὺ οὖν µὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαράκοντα, οἵτινες ἀνεθεµάτισαν ἑαυτοὺς µήτε φαγεῖν µήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦν εἰσιν ἕτοιµοι προσδεχόµενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. 22 ὁ µὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίσκον παραγγείλας µηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός µε.
23 Καὶ προσκαλεσάµενος δύο τινὰς τῶν ἑκατονταρχῶν εἶπεν, Ἑτοιµάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑßδοµήκοντα καὶ δεξιολάßους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός, 24 κτήνη τε παραστῆσαι ἵνα ἐπιßιßάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεµόνα, 25 γράψας ἐπιστολὴν ἔχουσαν τὸν τύπον τοῦτον· 26 Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεµόνι Φήλικι χαίρειν. 27 Τὸν ἄνδρα τοῦτον συλληµφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ µέλλοντα ἀναιρεῖσθαι ὑπ’ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύµατι ἐξειλάµην, µαθὼν ὅτι Ῥωµαῖός ἐστιν· 28 ßουλόµενός τε ἐπιγνῶναι τὴν αἰτίαν δι’ ἣν ἐνεκάλουν αὐτῷ κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν· 29 ὃν εὗρον ἐγκαλούµενον περὶ ζητηµάτων τοῦ νόµου αὐτῶν, µηδὲν δὲ ἄξιον θανάτου ἢ δεσµῶν ἔχοντα ἔγκληµα. 30 µηνυθείσης δέ µοι ἐπιßουλῆς εἰς τὸν ἄνδρα ἔσεσθαι ἐξ αὐτῶν ἔπεµψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν πρὸς αὐτὸν ἐπὶ σοῦ.
31 Οἱ µὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγµένον αὐτοῖς ἀναλαßόντες τὸν Παῦλον ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα· 32 τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ἀπέρχεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεµßολήν· 33 οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεµόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. 34 ἀναγνοὺς δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχείας ἐστὶν καὶ πυθόµενος ὅτι ἀπὸ Κιλικίας, 35 Διακούσοµαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· κελεύσας ἐν τῷ πραιτωρίῳ τοῦ Ἡρῴδου φυλάσσεσθαι αὐτόν.
24 Μετὰ δὲ πέντε ἡµέρας κατέßη ὁ ἀρχιερεὺς Ἁνανίας µετὰ πρεσßυτέρων τινῶν καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεµόνι κατὰ τοῦ Παύλου. 2 κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων, Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ διορθωµάτων γινοµένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, 3 πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόµεθα, κράτιστε Φῆλιξ, µετὰ πάσης εὐχαριστίας. 4 ἵνα δὲ µὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡµῶν συντόµως τῇ σῇ ἐπιεικείᾳ. 5 εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιµὸν καὶ κινοῦντα στάσεις πᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουµένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως, 6 ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν ßεßηλῶσαι, ὃν καὶ ἐκρατήσαµεν, 8 παρ’ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡµεῖς κατηγοροῦµεν αὐτοῦ. 9 συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν.
10 Ἀπεκρίθη τε ὁ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεµόνος λέγειν, Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάµενος εὐθύµως τὰ περὶ ἐµαυτοῦ ἀπολογοῦµαι, 11 δυναµένου σου ἐπιγνῶναι ὅτι οὐ πλείους εἰσίν µοι ἡµέραι δώδεκα ἀφ’ ἧς ἀνέßην προσκυνήσων εἰς Ἰερουσαλήµ, 12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν µε πρός τινα διαλεγόµενον ἢ ἐπίστασιν ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν, 13 οὐδὲ παραστῆσαι δύνανταί σοι περὶ ὧν νυνὶ κατηγοροῦσίν µου. 14 ὁµολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόµον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραµµένοις, 15 ἐλπίδα ἔχων εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν µέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων. 16 ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. 17 δι’ ἐτῶν δὲ πλειόνων ἐλεηµοσύνας ποιήσων εἰς τὸ ἔθνος µου παρεγενόµην καὶ προσφοράς, 18 ἐν αἷς εὗρόν µε ἡγνισµένον ἐν τῷ ἱερῷ, οὐ µετὰ ὄχλου οὐδὲ µετὰ θορύßου· 19 τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ἐµέ. 20 ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί εὗρον ἀδίκηµα στάντος µου ἐπὶ τοῦ συνεδρίου 21 ἢ περὶ µιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνοµαι σήµερον ἐφ’ ὑµῶν.
22 Ἀνεßάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ, ἀκριßέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἴπας, Ὅταν Λυσίας ὁ χιλίαρχος καταßῇ διαγνώσοµαι τὰ καθ’ ὑµᾶς, 23 διαταξάµενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν ἔχειν τε ἄνεσιν καὶ µηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῷ.
24 Μετὰ δὲ ἡµέρας τινὰς παραγενόµενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ µετεπέµψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως. 25 διαλεγοµένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίµατος τοῦ µέλλοντος ἔµφοßος γενόµενος ὁ Φῆλιξ ἀπεκρίθη, Τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ µεταλαßὼν µετακαλέσοµαί σε· 26 ἅµα καὶ ἐλπίζων ὅτι χρήµατα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου· διὸ καὶ πυκνότερον αὐτὸν µεταπεµπόµενος ὡµίλει αὐτῷ.
27 Διετίας δὲ πληρωθείσης ἔλαßεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεµένον.
25 Φῆστος οὖν ἐπιßὰς τῇ ἐπαρχείᾳ µετὰ τρεῖς ἡµέρας ἀνέßη εἰς Ἱεροσόλυµα ἀπὸ Καισαρείας, 2 ἐνεφάνισάν τε αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν 3 αἰτούµενοι χάριν κατ’ αὐτοῦ ὅπως µεταπέµψηται αὐτὸν εἰς Ἰερουσαλήµ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. 4 ὁ µὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον εἰς Καισάρειαν, ἑαυτὸν δὲ µέλλειν ἐν τάχει ἐκπορεύεσθαι· 5 Οἱ οὖν ἐν ὑµῖν, φησίν, δυνατοὶ συγκαταßάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ἄτοπον κατηγορείτωσαν αὐτοῦ.
6 Διατρίψας δὲ ἐν αὐτοῖς ἡµέρας οὐ πλείους ὀκτὼ ἢ δέκα, καταßὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ ßήµατος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι. 7 παραγενοµένου δὲ αὐτοῦ περιέστησαν αὐτὸν οἱ ἀπὸ Ἱεροσολύµων καταßεßηκότες Ἰουδαῖοι, πολλὰ καὶ ßαρέα αἰτιώµατα καταφέροντες ἃ οὐκ ἴσχυον ἀποδεῖξαι, 8 τοῦ Παύλου ἀπολογουµένου ὅτι Οὔτε εἰς τὸν νόµον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥµαρτον. 9 ὁ Φῆστος δὲ θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν, Θέλεις εἰς Ἱεροσόλυµα ἀναßὰς ἐκεῖ περὶ τούτων κριθῆναι ἐπ’ ἐµοῦ; 10 εἶπεν δὲ ὁ Παῦλος, Ἑστὼς ἐπὶ τοῦ ßήµατος Καίσαρός εἰµι, οὗ µε δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. 11 εἰ µὲν οὖν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦµαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν µου, οὐδείς µε δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦµαι. 12 τότε ὁ Φῆστος συλλαλήσας µετὰ τοῦ συµßουλίου ἀπεκρίθη, Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ.
13 Ἡµερῶν δὲ διαγενοµένων τινῶν Ἀγρίππας ὁ ßασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασάµενοι τὸν Φῆστον. 14 ὡς δὲ πλείους ἡµέρας διέτριßον ἐκεῖ, ὁ Φῆστος τῷ ßασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων, Ἀνήρ τίς ἐστιν καταλελειµµένος ὑπὸ Φήλικος δέσµιος, 15 περὶ οὗ γενοµένου µου εἰς Ἱεροσόλυµα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσßύτεροι τῶν Ἰουδαίων, αἰτούµενοι κατ’ αὐτοῦ καταδίκην· 16 πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωµαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούµενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάßοι περὶ τοῦ ἐγκλήµατος. 17 συνελθόντων οὖν ἐνθάδε ἀναßολὴν µηδεµίαν ποιησάµενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ ßήµατος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα· 18 περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεµίαν αἰτίαν ἔφερον ὧν ἐγὼ ὑπενόουν πονηρῶν, 19 ζητήµατα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιµονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν. 20 ἀπορούµενος δὲ ἐγὼ τὴν περὶ τούτων ζήτησιν ἔλεγον εἰ ßούλοιτο πορεύεσθαι εἰς Ἱεροσόλυµα κἀκεῖ κρίνεσθαι περὶ τούτων. 21 τοῦ δὲ Παύλου ἐπικαλεσαµένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεßαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ ἀναπέµψω αὐτὸν πρὸς Καίσαρα. 22 Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον, Ἐßουλόµην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.
23 Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης µετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ’ ἐξοχὴν τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος. 24 καί φησιν ὁ Φῆστος, Ἀγρίππα ßασιλεῦ καὶ πάντες οἱ συµπαρόντες ἡµῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν µοι ἔν τε Ἱεροσολύµοις καὶ ἐνθάδε, ßοῶντες µὴ δεῖν αὐτὸν ζῆν µηκέτι. 25 ἐγὼ δὲ κατελαßόµην µηδὲν ἄξιον αὐτὸν θανάτου πεπραχέναι, αὐτοῦ δὲ τούτου ἐπικαλεσαµένου τὸν Σεßαστὸν ἔκρινα πέµπειν. 26 περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφ’ ὑµῶν καὶ µάλιστα ἐπὶ σοῦ, ßασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενοµένης σχῶ τί γράψω· 27 ἄλογον γάρ µοι δοκεῖ πέµποντα δέσµιον µὴ καὶ τὰς κατ’ αὐτοῦ αἰτίας σηµᾶναι.
26 Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, Ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο, 2 Περὶ πάντων ὧν ἐγκαλοῦµαι ὑπὸ Ἰουδαίων, ßασιλεῦ Ἀγρίππα, ἥγηµαι ἐµαυτὸν µακάριον ἐπὶ σοῦ µέλλων σήµερον ἀπολογεῖσθαι, 3 µάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητηµάτων· διὸ δέοµαι µακροθύµως ἀκοῦσαί µου. 4 Τὴν µὲν οὖν ßίωσίν µου ἐκ νεότητος τὴν ἀπ’ ἀρχῆς γενοµένην ἐν τῷ ἔθνει µου ἔν τε Ἱεροσολύµοις ἴσασι πάντες Ἰουδαῖοι, 5 προγινώσκοντές µε ἄνωθεν, ἐὰν θέλωσι µαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριßεστάτην αἵρεσιν τῆς ἡµετέρας θρησκείας ἔζησα Φαρισαῖος. 6 καὶ νῦν ἐπ’ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡµῶν ἐπαγγελίας γενοµένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόµενος, 7 εἰς ἣν τὸ δωδεκάφυλον ἡµῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡµέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦµαι ὑπὸ Ἰουδαίων, ßασιλεῦ. 8 τί ἄπιστον κρίνεται παρ’ ὑµῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει; 9 ἐγὼ µὲν οὖν ἔδοξα ἐµαυτῷ πρὸς τὸ ὄνοµα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· 10 ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύµοις, καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαßών, ἀναιρουµένων τε αὐτῶν κατήνεγκα ψῆφον, 11 καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιµωρῶν αὐτοὺς ἠνάγκαζον ßλασφηµεῖν, περισσῶς τε ἐµµαινόµενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
12 Ἐν οἷς πορευόµενος εἰς τὴν Δαµασκὸν µετ’ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς τῶν ἀρχιερέων 13 ἡµέρας µέσης κατὰ τὴν ὁδὸν εἶδον, ßασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαµπρότητα τοῦ ἡλίου περιλάµψαν µε φῶς καὶ τοὺς σὺν ἐµοὶ πορευοµένους· 14 πάντων τε καταπεσόντων ἡµῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λέγουσαν πρός µε τῇ Ἑßραΐδι διαλέκτῳ, Σαοὺλ Σαούλ, τί µε διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. 15 ἐγὼ δὲ εἶπα, Τίς εἶ, κύριε; ὁ δὲ κύριος εἶπεν, Ἐγώ εἰµι Ἰησοῦς ὃν σὺ διώκεις. 16 ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ µάρτυρα ὧν τε εἶδές µε ὧν τε ὀφθήσοµαί σοι, 17 ἐξαιρούµενός σε ἐκ τοῦ λαοῦ καὶ ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ ἀποστέλλω σε 18 ἀνοῖξαι ὀφθαλµοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαßεῖν αὐτοὺς ἄφεσιν ἁµαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασµένοις πίστει τῇ εἰς ἐµέ.
19 Ὅθεν, ßασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόµην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ, 20 ἀλλὰ τοῖς ἐν Δαµασκῷ πρῶτόν τε καὶ Ἱεροσολύµοις, πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπήγγελλον µετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς µετανοίας ἔργα πράσσοντας. 21 ἕνεκα τούτων µε Ἰουδαῖοι συλλαßόµενοι [ὄντα] ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. 22 ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡµέρας ταύτης ἕστηκα µαρτυρόµενος µικρῷ τε καὶ µεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν µελλόντων γίνεσθαι καὶ Μωϋσῆς, 23 εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς µέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν.
24 Ταῦτα δὲ αὐτοῦ ἀπολογουµένου ὁ Φῆστος µεγάλῃ τῇ φωνῇ φησιν, Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράµµατα εἰς µανίαν περιτρέπει. 25 ὁ δὲ Παῦλος, Οὐ µαίνοµαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήµατα ἀποφθέγγοµαι. 26 ἐπίσταται γὰρ περὶ τούτων ὁ ßασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόµενος λαλῶ· λανθάνειν γὰρ αὐτὸν τούτων οὐ πείθοµαι οὐθέν, οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγµένον τοῦτο. 27 πιστεύεις, ßασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις. 28 ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον, Ἐν ὀλίγῳ µε πείθεις Χριστιανὸν ποιῆσαι. 29 ὁ δὲ Παῦλος, Εὐξαίµην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν µεγάλῳ οὐ µόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς µου σήµερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰµι, παρεκτὸς τῶν δεσµῶν τούτων.
30 Ἀνέστη τε ὁ ßασιλεὺς καὶ ὁ ἡγεµὼν ἥ τε Βερνίκη καὶ οἱ συγκαθήµενοι αὐτοῖς, 31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου ἢ δεσµῶν ἄξιον πράσσει ὁ ἄνθρωπος οὗτος. 32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ µὴ ἐπεκέκλητο Καίσαρα.
27 Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡµᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσµώτας ἑκατοντάρχῃ ὀνόµατι Ἰουλίῳ σπείρης Σεßαστῆς. 2 ἐπιßάντες δὲ πλοίῳ Ἀδραµυττηνῷ µέλλοντι πλεῖν εἰς τοὺς κατὰ τὴν Ἀσίαν τόπους ἀνήχθηµεν, ὄντος σὺν ἡµῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως· 3 τῇ τε ἑτέρᾳ κατήχθηµεν εἰς Σιδῶνα, φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάµενος ἐπέτρεψεν πρὸς τοὺς φίλους πορευθέντι ἐπιµελείας τυχεῖν. 4 κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαµεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέµους εἶναι ἐναντίους, 5 τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παµφυλίαν διαπλεύσαντες κατήλθοµεν εἰς Μύρα τῆς Λυκίας. 6 κἀκεῖ εὑρὼν ὁ ἑκατοντάρχης πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν ἐνεßίßασεν ἡµᾶς εἰς αὐτό. 7 ἐν ἱκαναῖς δὲ ἡµέραις ßραδυπλοοῦντες καὶ µόλις γενόµενοι κατὰ τὴν Κνίδον, µὴ προσεῶντος ἡµᾶς τοῦ ἀνέµου, ὑπεπλεύσαµεν τὴν Κρήτην κατὰ Σαλµώνην, 8 µόλις τε παραλεγόµενοι αὐτὴν ἤλθοµεν εἰς τόπον τινὰ καλούµενον Καλοὺς Λιµένας, ᾧ ἐγγὺς πόλις ἦν Λασαία.
9 Ἱκανοῦ δὲ χρόνου διαγενοµένου καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος 10 λέγων αὐτοῖς, Ἄνδρες, θεωρῶ ὅτι µετὰ ὕßρεως καὶ πολλῆς ζηµίας οὐ µόνον τοῦ φορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡµῶν µέλλειν ἔσεσθαι τὸν πλοῦν. 11 ὁ δὲ ἑκατοντάρχης τῷ κυßερνήτῃ καὶ τῷ ναυκλήρῳ µᾶλλον ἐπείθετο ἢ τοῖς ὑπὸ Παύλου λεγοµένοις. 12 ἀνευθέτου δὲ τοῦ λιµένος ὑπάρχοντος πρὸς παραχειµασίαν οἱ πλείονες ἔθεντο ßουλὴν ἀναχθῆναι ἐκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειµάσαι, λιµένα τῆς Κρήτης ßλέποντα κατὰ λίßα καὶ κατὰ χῶρον.
13 Ὑποπνεύσαντος δὲ νότου δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην. 14 µετ’ οὐ πολὺ δὲ ἔßαλεν κατ’ αὐτῆς ἄνεµος τυφωνικὸς ὁ καλούµενος Εὐρακύλων· 15 συναρπασθέντος δὲ τοῦ πλοίου καὶ µὴ δυναµένου ἀντοφθαλµεῖν τῷ ἀνέµῳ ἐπιδόντες ἐφερόµεθα. 16 νησίον δέ τι ὑποδραµόντες καλούµενον Καῦδα ἰσχύσαµεν µόλις περικρατεῖς γενέσθαι τῆς σκάφης, 17 ἣν ἄραντες ßοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον· φοßούµενοί τε µὴ εἰς τὴν Σύρτιν ἐκπέσωσιν, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο. 18 σφοδρῶς δὲ χειµαζοµένων ἡµῶν τῇ ἑξῆς ἐκßολὴν ἐποιοῦντο, 19 καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἔρριψαν. 20 µήτε δὲ ἡλίου µήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡµέρας, χειµῶνός τε οὐκ ὀλίγου ἐπικειµένου, λοιπὸν περιῃρεῖτο ἐλπὶς πᾶσα τοῦ σῴζεσθαι ἡµᾶς.
21 Πολλῆς τε ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ Παῦλος ἐν µέσῳ αὐτῶν εἶπεν, Ἔδει µέν, ὦ ἄνδρες, πειθαρχήσαντάς µοι µὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης κερδῆσαί τε τὴν ὕßριν ταύτην καὶ τὴν ζηµίαν. 22 καὶ τὰ νῦν παραινῶ ὑµᾶς εὐθυµεῖν, ἀποßολὴ γὰρ ψυχῆς οὐδεµία ἔσται ἐξ ὑµῶν πλὴν τοῦ πλοίου· 23 παρέστη γάρ µοι ταύτῃ τῇ νυκτὶ τοῦ θεοῦ οὗ εἰµι [ἐγώ], ᾧ καὶ λατρεύω, ἄγγελος 24 λέγων, Μὴ φοßοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι, καὶ ἰδοὺ κεχάρισταί σοι ὁ θεὸς πάντας τοὺς πλέοντας µετὰ σοῦ. 25 διὸ εὐθυµεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ θεῷ ὅτι οὕτως ἔσται καθ’ ὃν τρόπον λελάληταί µοι. 26 εἰς νῆσον δέ τινα δεῖ ἡµᾶς ἐκπεσεῖν.
27 Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαφεροµένων ἡµῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ µέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν. 28 καὶ ßολίσαντες εὗρον ὀργυιὰς εἴκοσι, ßραχὺ δὲ διαστήσαντες καὶ πάλιν ßολίσαντες εὗρον ὀργυιὰς δεκαπέντε· 29 φοßούµενοί τε µή που κατὰ τραχεῖς τόπους ἐκπέσωµεν, ἐκ πρύµνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὔχοντο ἡµέραν γενέσθαι. 30 τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν προφάσει ὡς ἐκ πρῴρης ἀγκύρας µελλόντων ἐκτείνειν, 31 εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, Ἐὰν µὴ οὗτοι µείνωσιν ἐν τῷ πλοίῳ, ὑµεῖς σωθῆναι οὐ δύνασθε. 32 τότε ἀπέκοψαν οἱ στρατιῶται τὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
33 Ἄχρι δὲ οὗ ἡµέρα ἤµελλεν γίνεσθαι παρεκάλει ὁ Παῦλος ἅπαντας µεταλαßεῖν τροφῆς λέγων, Τεσσαρεσκαιδεκάτην σήµερον ἡµέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, µηθὲν προσλαßόµενοι· 34 διὸ παρακαλῶ ὑµᾶς µεταλαßεῖν τροφῆς, τοῦτο γὰρ πρὸς τῆς ὑµετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑµῶν θρὶξ ἀπὸ τῆς κεφαλῆς ἀπολεῖται. 35 εἴπας δὲ ταῦτα καὶ λαßὼν ἄρτον εὐχαρίστησεν τῷ θεῷ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν. 36 εὔθυµοι δὲ γενόµενοι πάντες καὶ αὐτοὶ προσελάßοντο τροφῆς. 37 ἤµεθα δὲ αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ διακόσιαι ἑßδοµήκοντα ἕξ. 38 κορεσθέντες δὲ τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκßαλλόµενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
39 Ὅτε δὲ ἡµέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν εἰς ὃν ἐßουλεύοντο εἰ δύναιντο ἐξῶσαι τὸ πλοῖον. 40 καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅµα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων, καὶ ἐπάραντες τὸν ἀρτέµωνα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. 41 περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπέκειλαν τὴν ναῦν, καὶ ἡ µὲν πρῷρα ἐρείσασα ἔµεινεν ἀσάλευτος, ἡ δὲ πρύµνα ἐλύετο ὑπὸ τῆς ßίας [τῶν κυµάτων]. 42 τῶν δὲ στρατιωτῶν ßουλὴ ἐγένετο ἵνα τοὺς δεσµώτας ἀποκτείνωσιν, µή τις ἐκκολυµßήσας διαφύγῃ· 43 ὁ δὲ ἑκατοντάρχης ßουλόµενος διασῶσαι τὸν Παῦλον ἐκώλυσεν αὐτοὺς τοῦ ßουλήµατος, ἐκέλευσέν τε τοὺς δυναµένους κολυµßᾶν ἀπορίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι, 44 καὶ τοὺς λοιποὺς οὓς µὲν ἐπὶ σανίσιν οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου· καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.
28 Καὶ διασωθέντες τότε ἐπέγνωµεν ὅτι Μελίτη ἡ νῆσος καλεῖται. 2 οἵ τε ßάρßαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡµῖν, ἅψαντες γὰρ πυρὰν προσελάßοντο πάντας ἡµᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος. 3 συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων τι πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἀπὸ τῆς θέρµης ἐξελθοῦσα καθῆψεν τῆς χειρὸς αὐτοῦ. 4 ὡς δὲ εἶδον οἱ ßάρßαροι κρεµάµενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, πρὸς ἀλλήλους ἔλεγον, Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῆν οὐκ εἴασεν. 5 ὁ µὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν· 6 οἱ δὲ προσεδόκων αὐτὸν µέλλειν πίµπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων µηδὲν ἄτοπον εἰς αὐτὸν γινόµενον, µεταßαλόµενοι ἔλεγον αὐτὸν εἶναι θεόν. 7 Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόµατι Ποπλίῳ, ὃς ἀναδεξάµενος ἡµᾶς τρεῖς ἡµέρας φιλοφρόνως ἐξένισεν. 8 ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίῳ συνεχόµενον κατακεῖσθαι, πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάµενος ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν. 9 τούτου δὲ γενοµένου καὶ οἱ λοιποὶ οἱ ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας προσήρχοντο καὶ ἐθεραπεύοντο, 10 οἳ καὶ πολλαῖς τιµαῖς ἐτίµησαν ἡµᾶς καὶ ἀναγοµένοις ἐπέθεντο τὰ πρὸς τὰς χρείας.
11 Μετὰ δὲ τρεῖς µῆνας ἀνήχθηµεν ἐν πλοίῳ παρακεχειµακότι ἐν τῇ νήσῳ Ἀλεξανδρίνῳ, παρασήµῳ Διοσκούροις. 12 καὶ καταχθέντες εἰς Συρακούσας ἐπεµείναµεν ἡµέρας τρεῖς, 13 ὅθεν περιελόντες κατηντήσαµεν εἰς Ῥήγιον. καὶ µετὰ µίαν ἡµέραν ἐπιγενοµένου νότου δευτεραῖοι ἤλθοµεν εἰς Ποτιόλους, 14 οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθηµεν παρ’ αὐτοῖς ἐπιµεῖναι ἡµέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώµην ἤλθαµεν. 15 κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡµῶν ἦλθαν εἰς ἀπάντησιν ἡµῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταßερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ θεῷ ἔλαßε θάρσος.
16 Ὅτε δὲ εἰσήλθοµεν εἰς Ῥώµην, ἐπετράπη τῷ Παύλῳ µένειν καθ’ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
17 Ἐγένετο δὲ µετὰ ἡµέρας τρεῖς συγκαλέσασθαι αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγεν πρὸς αὐτούς, Ἐγώ, ἄνδρες ἀδελφοί, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις δέσµιος ἐξ Ἱεροσολύµων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωµαίων, 18 οἵτινες ἀνακρίναντές µε ἐßούλοντο ἀπολῦσαι διὰ τὸ µηδεµίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐµοί· 19 ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους µου ἔχων τι κατηγορεῖν. 20 διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑµᾶς ἰδεῖν καὶ προσλαλῆσαι, ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειµαι. 21 οἱ δὲ πρὸς αὐτὸν εἶπαν, Ἡµεῖς οὔτε γράµµατα περὶ σοῦ ἐδεξάµεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόµενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σοῦ πονηρόν. 22 ἀξιοῦµεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς, περὶ µὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡµῖν ἐστιν ὅτι πανταχοῦ ἀντιλέγεται.
23 Ταξάµενοι δὲ αὐτῷ ἡµέραν ἦλθον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαµαρτυρόµενος τὴν ßασιλείαν τοῦ θεοῦ πείθων τε αὐτοὺς περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόµου Μωϋσέως καὶ τῶν προφητῶν ἀπὸ πρωῒ ἕως ἑσπέρας. 24 καὶ οἱ µὲν ἐπείθοντο τοῖς λεγοµένοις, οἱ δὲ ἠπίστουν· 25 ἀσύµφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆµα ἓν ὅτι Καλῶς τὸ πνεῦµα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑµῶν 26 λέγων,
Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν,
Ἀκοῇ ἀκούσετε καὶ οὐ µὴ συνῆτε
καὶ ßλέποντες ßλέψετε καὶ οὐ µὴ ἴδητε·
27 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου
καὶ τοῖς ὠσὶν ßαρέως ἤκουσαν
καὶ τοὺς ὀφθαλµοὺς αὐτῶν ἐκάµµυσαν·
µήποτε ἴδωσιν τοῖς ὀφθαλµοῖς
καὶ τοῖς ὠσὶν ἀκούσωσιν
καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν,
καὶ ἰάσοµαι αὐτούς.
28 γνωστὸν οὖν ἔστω ὑµῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ θεοῦ· αὐτοὶ καὶ ἀκούσονται.
30 Ἐνέµεινεν δὲ διετίαν ὅλην ἐν ἰδίῳ µισθώµατι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευοµένους πρὸς αὐτόν, 31 κηρύσσων τὴν ßασιλείαν τοῦ θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ µετὰ πάσης παρρησίας ἀκωλύτως.