1 Ὁ πρεσßύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.
2 Ἀγαπητέ, περὶ πάντων εὔχοµαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. 3 ἐχάρην γὰρ λίαν ἐρχοµένων ἀδελφῶν καὶ µαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. 4 µειζοτέραν τούτων οὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐµὰ τέκνα ἐν τῇ ἀληθείᾳ περιπατοῦντα.
5 Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ τοῦτο ξένους, 6 οἳ ἐµαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέµψας ἀξίως τοῦ θεοῦ· 7 ὑπὲρ γὰρ τοῦ ὀνόµατος ἐξῆλθον µηδὲν λαµßάνοντες ἀπὸ τῶν ἐθνικῶν. 8 ἡµεῖς οὖν ὀφείλοµεν ὑπολαµßάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώµεθα τῇ ἀληθείᾳ.
9 Ἔγραψά τι τῇ ἐκκλησίᾳ· ἀλλ’ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρέφης οὐκ ἐπιδέχεται ἡµᾶς. 10 διὰ τοῦτο, ἐὰν ἔλθω, ὑποµνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡµᾶς· καὶ µὴ ἀρκούµενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς ßουλοµένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκßάλλει.
11 Ἀγαπητέ, µὴ µιµοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν. 12 Δηµητρίῳ µεµαρτύρηται ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας· καὶ ἡµεῖς δὲ µαρτυροῦµεν, καὶ οἶδας ὅτι ἡ µαρτυρία ἡµῶν ἀληθής ἐστιν.
13 Πολλὰ εἶχον γράψαι σοι, ἀλλ’ οὐ θέλω διὰ µέλανος καὶ καλάµου σοι γράφειν· 14 ἐλπίζω δὲ εὐθέως σε ἰδεῖν, καὶ στόµα πρὸς στόµα λαλήσοµεν. 15 εἰρήνη σοι. ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατ’ ὄνοµα.