1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιµόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡµῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ· 2 χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3 Εὐχαριστεῖν ὀφείλοµεν τῷ θεῷ πάντοτε περὶ ὑµῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑµῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑµῶν εἰς ἀλλήλους, 4 ὥστε αὐτοὺς ἡµᾶς ἐν ὑµῖν ἐγκαυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑποµονῆς ὑµῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγµοῖς ὑµῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε, 5 ἔνδειγµα τῆς δικαίας κρίσεως τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑµᾶς τῆς ßασιλείας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε, 6 εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίßουσιν ὑµᾶς θλῖψιν 7 καὶ ὑµῖν τοῖς θλιßοµένοις ἄνεσιν µεθ’ ἡµῶν ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπ’ οὐρανοῦ µετ’ ἀγγέλων δυνάµεως αὐτοῦ 8 ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς µὴ εἰδόσιν θεὸν καὶ τοῖς µὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡµῶν Ἰησοῦ, 9 οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, 10 ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυµασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ µαρτύριον ἡµῶν ἐφ’ ὑµᾶς, ἐν τῇ ἡµέρᾳ ἐκείνῃ. 11 εἰς ὃ καὶ προσευχόµεθα πάντοτε περὶ ὑµῶν, ἵνα ὑµᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡµῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάµει, 12 ὅπως ἐνδοξασθῇ τὸ ὄνοµα τοῦ κυρίου ἡµῶν Ἰησοῦ ἐν ὑµῖν, καὶ ὑµεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡµῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
2 Ἐρωτῶµεν δὲ ὑµᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ καὶ ἡµῶν ἐπισυναγωγῆς ἐπ’ αὐτόν, 2 εἰς τὸ µὴ ταχέως σαλευθῆναι ὑµᾶς ἀπὸ τοῦ νοὸς µηδὲ θροεῖσθαι µήτε διὰ πνεύµατος µήτε διὰ λόγου µήτε δι’ ἐπιστολῆς ὡς δι’ ἡµῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡµέρα τοῦ κυρίου. 3 µή τις ὑµᾶς ἐξαπατήσῃ κατὰ µηδένα τρόπον· ὅτι ἐὰν µὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνοµίας, ὁ υἱὸς τῆς ἀπωλείας, 4 ὁ ἀντικείµενος καὶ ὑπεραιρόµενος ἐπὶ πάντα λεγόµενον θεὸν ἢ σέßασµα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν θεός. 5 Οὐ µνηµονεύετε ὅτι ἔτι ὢν πρὸς ὑµᾶς ταῦτα ἔλεγον ὑµῖν; 6 καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. 7 τὸ γὰρ µυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνοµίας· µόνον ὁ κατέχων ἄρτι ἕως ἐκ µέσου γένηται. 8 καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνοµος, ὃν ὁ κύριος [Ἰησοῦς] ἀνελεῖ τῷ πνεύµατι τοῦ στόµατος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, 9 οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάµει καὶ σηµείοις καὶ τέρασιν ψεύδους 10 καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυµένοις, ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς. 11 καὶ διὰ τοῦτο πέµπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, 12 ἵνα κριθῶσιν πάντες οἱ µὴ πιστεύσαντες τῇ ἀληθείᾳ ἀλλὰ εὐδοκήσαντες τῇ ἀδικίᾳ.
13 Ἡµεῖς δὲ ὀφείλοµεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑµῶν, ἀδελφοὶ ἠγαπηµένοι ὑπὸ κυρίου, ὅτι εἵλατο ὑµᾶς ὁ θεὸς ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασµῷ πνεύµατος καὶ πίστει ἀληθείας, 14 εἰς ὃ ἐκάλεσεν ὑµᾶς διὰ τοῦ εὐαγγελίου ἡµῶν, εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. 15 ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι’ ἐπιστολῆς ἡµῶν. 16 Αὐτὸς δὲ ὁ κύριος ἡµῶν Ἰησοῦς Χριστὸς καὶ [ὁ] θεὸς ὁ πατὴρ ἡµῶν, ὁ ἀγαπήσας ἡµᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, 17 παρακαλέσαι ὑµῶν τὰς καρδίας καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ.
3 Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοί, περὶ ἡµῶν, ἵνα ὁ λόγος τοῦ κυρίου τρέχῃ καὶ δοξάζηται καθὼς καὶ πρὸς ὑµᾶς, 2 καὶ ἵνα ῥυσθῶµεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. 3 πιστὸς δέ ἐστιν ὁ κύριος, ὃς στηρίξει ὑµᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. 4 πεποίθαµεν δὲ ἐν κυρίῳ ἐφ’ ὑµᾶς, ὅτι ἃ παραγγέλλοµεν [καὶ] ποιεῖτε καὶ ποιήσετε. 5 Ὁ δὲ κύριος κατευθύναι ὑµῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ εἰς τὴν ὑποµονὴν τοῦ Χριστοῦ.
6 Παραγγέλλοµεν δὲ ὑµῖν, ἀδελφοί, ἐν ὀνόµατι τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑµᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ µὴ κατὰ τὴν παράδοσιν ἣν παρελάßοσαν παρ’ ἡµῶν. 7 αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ µιµεῖσθαι ἡµᾶς, ὅτι οὐκ ἠτακτήσαµεν ἐν ὑµῖν 8 οὐδὲ δωρεὰν ἄρτον ἐφάγοµεν παρά τινος, ἀλλ’ ἐν κόπῳ καὶ µόχθῳ νυκτὸς καὶ ἡµέρας ἐργαζόµενοι πρὸς τὸ µὴ ἐπιßαρῆσαί τινα ὑµῶν· 9 οὐχ ὅτι οὐκ ἔχοµεν ἐξουσίαν, ἀλλ’ ἵνα ἑαυτοὺς τύπον δῶµεν ὑµῖν εἰς τὸ µιµεῖσθαι ἡµᾶς. 10 καὶ γὰρ ὅτε ἦµεν πρὸς ὑµᾶς, τοῦτο παρηγγέλλοµεν ὑµῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι µηδὲ ἐσθιέτω. 11 ἀκούοµεν γάρ τινας περιπατοῦντας ἐν ὑµῖν ἀτάκτως, µηδὲν ἐργαζοµένους ἀλλὰ περιεργαζοµένους· 12 τοῖς δὲ τοιούτοις παραγγέλλοµεν καὶ παρακαλοῦµεν ἐν κυρίῳ Ἰησοῦ Χριστῷ ἵνα µετὰ ἡσυχίας ἐργαζόµενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν. 13 Ὑµεῖς δέ, ἀδελφοί, µὴ ἐγκακήσητε καλοποιοῦντες. 14 εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡµῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σηµειοῦσθε, µὴ συναναµίγνυσθαι αὐτῷ, ἵνα ἐντραπῇ· 15 καὶ µὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.
16 Αὐτὸς δὲ ὁ κύριος τῆς εἰρήνης δῴη ὑµῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. ὁ κύριος µετὰ πάντων ὑµῶν.
17 Ὁ ἀσπασµὸς τῇ ἐµῇ χειρὶ Παύλου, ὅ ἐστιν σηµεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτως γράφω. 18 ἡ χάρις τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ µετὰ πάντων ὑµῶν.