1 Συµεὼν Πέτρος δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ τοῖς ἰσότιµον ἡµῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ θεοῦ ἡµῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ· 2 χάρις ὑµῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ θεοῦ καὶ Ἰησοῦ τοῦ κυρίου ἡµῶν.
3 Ὡς πάντα ἡµῖν τῆς θείας δυνάµεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέßειαν δεδωρηµένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡµᾶς ἰδίᾳ δόξῃ καὶ ἀρετῇ, 4 δι’ ὧν τὰ τίµια καὶ µέγιστα ἡµῖν ἐπαγγέλµατα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως, ἀποφυγόντες τῆς ἐν τῷ κόσµῳ ἐν ἐπιθυµίᾳ φθορᾶς. 5 καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑµῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, 6 ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑποµονήν, ἐν δὲ τῇ ὑποµονῇ τὴν εὐσέßειαν, 7 ἐν δὲ τῇ εὐσεßείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην. 8 ταῦτα γὰρ ὑµῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν· 9 ᾧ γὰρ µὴ πάρεστιν ταῦτα, τυφλός ἐστιν µυωπάζων, λήθην λαßὼν τοῦ καθαρισµοῦ τῶν πάλαι αὐτοῦ ἁµαρτιῶν. 10 διὸ µᾶλλον, ἀδελφοί, σπουδάσατε ßεßαίαν ὑµῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ µὴ πταίσητέ ποτε· 11 οὕτως γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑµῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον ßασιλείαν τοῦ κυρίου ἡµῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ.
12 Διὸ µελλήσω ἀεὶ ὑµᾶς ὑποµιµνῄσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγµένους ἐν τῇ παρούσῃ ἀληθείᾳ. 13 δίκαιον δὲ ἡγοῦµαι, ἐφ’ ὅσον εἰµὶ ἐν τούτῳ τῷ σκηνώµατι, διεγείρειν ὑµᾶς ἐν ὑποµνήσει, 14 εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώµατός µου, καθὼς καὶ ὁ κύριος ἡµῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέν µοι· 15 σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑµᾶς µετὰ τὴν ἐµὴν ἔξοδον τὴν τούτων µνήµην ποιεῖσθαι.
16 Οὐ γὰρ σεσοφισµένοις µύθοις ἐξακολουθήσαντες ἐγνωρίσαµεν ὑµῖν τὴν τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ δύναµιν καὶ παρουσίαν, ἀλλ’ ἐπόπται γενηθέντες τῆς ἐκείνου µεγαλειότητος. 17 λαßὼν γὰρ παρὰ θεοῦ πατρὸς τιµὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς µεγαλοπρεποῦς δόξης, Ὁ υἱός µου ὁ ἀγαπητός µου οὗτός ἐστιν, εἰς ὃν ἐγὼ εὐδόκησα, 18 καὶ ταύτην τὴν φωνὴν ἡµεῖς ἠκούσαµεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν σὺν αὐτῷ ὄντες ἐν τῷ ἁγίῳ ὄρει. 19 καὶ ἔχοµεν ßεßαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχµηρῷ τόπῳ, ἕως οὗ ἡµέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑµῶν· 20 τοῦτο πρῶτον γινώσκοντες, ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται· 21 οὐ γὰρ θελήµατι ἀνθρώπου ἠνέχθη προφητεία ποτέ, ἀλλὰ ὑπὸ πνεύµατος ἁγίου φερόµενοι ἐλάλησαν ἀπὸ θεοῦ ἄνθρωποι.
2 Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑµῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούµενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν. 2 καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι’ οὓς ἡ ὁδὸς τῆς ἀληθείας ßλασφηµηθήσεται· 3 καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑµᾶς ἐµπορεύσονται· οἷς τὸ κρίµα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει.
4 Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁµαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σιραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουµένους, 5 καὶ ἀρχαίου κόσµου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσµὸν κόσµῳ ἀσεßῶν ἐπάξας, 6 καὶ πόλεις Σοδόµων καὶ Γοµόρρας τεφρώσας κατέκρινεν, ὑπόδειγµα µελλόντων ἀσεßέσιν τεθεικώς, 7 καὶ δίκαιον Λὼτ καταπονούµενον ὑπὸ τῆς τῶν ἀθέσµων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο· 8 ßλέµµατι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς ἡµέραν ἐξ ἡµέρας ψυχὴν δικαίαν ἀνόµοις ἔργοις ἐßασάνιζεν· 9 οἶδεν κύριος εὐσεßεῖς ἐκ πειρασµοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡµέραν κρίσεως κολαζοµένους τηρεῖν, 10 µάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυµίᾳ µιασµοῦ πορευοµένους καὶ κυριότητος καταφρονοῦντας.
Τολµηταί, αὐθάδεις, δόξας οὐ τρέµουσιν ßλασφηµοῦντες, 11 ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάµει µείζονες ὄντες οὐ φέρουσιν κατ’ αὐτῶν παρὰ κυρίῳ ßλάσφηµον κρίσιν. 12 οὗτοι δέ, ὡς ἄλογα ζῷα γεγεννηµένα φυσικὰ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν ßλασφηµοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καὶ φθαρήσονται, 13 ἀδικούµενοι µισθὸν ἀδικίας· ἡδονὴν ἡγούµενοι τὴν ἐν ἡµέρᾳ τρυφήν, σπίλοι καὶ µῶµοι ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν συνευωχούµενοι ὑµῖν, 14 ὀφθαλµοὺς ἔχοντες µεστοὺς µοιχαλίδος καὶ ἀκαταπαύστους ἁµαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυµνασµένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα, 15 καταλείποντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰµ τοῦ Βοσόρ, ὃς µισθὸν ἀδικίας ἠγάπησεν 16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανοµίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάµενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.
17 Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι καὶ ὁµίχλαι ὑπὸ λαίλαπος ἐλαυνόµεναι, οἷς ὁ ζόφος τοῦ σκότους τετήρηται. 18 ὑπέρογκα γὰρ µαταιότητος φθεγγόµενοι δελεάζουσιν ἐν ἐπιθυµίαις σαρκὸς ἀσελγείαις τοὺς ὀλίγως ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφοµένους, 19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόµενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ δεδούλωται. 20 εἰ γὰρ ἀποφυγόντες τὰ µιάσµατα τοῦ κόσµου ἐν ἐπιγνώσει τοῦ κυρίου ἡµῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τούτοις δὲ πάλιν ἐµπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. 21 κρεῖττον γὰρ ἦν αὐτοῖς µὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. 22 συµßέßηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιµίας,
Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραµα,
καί,
Ὗς λουσαµένη εἰς κυλισµὸν ßορßόρου.
3 Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑµῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑµῶν ἐν ὑποµνήσει τὴν εἰλικρινῆ διάνοιαν, 2 µνησθῆναι τῶν προειρηµένων ῥηµάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑµῶν ἐντολῆς τοῦ κυρίου καὶ σωτῆρος· 3 τοῦτο πρῶτον γινώσκοντες, ὅτι ἐλεύσονται ἐπ’ ἐσχάτων τῶν ἡµερῶν ἐν ἐµπαιγµονῇ ἐµπαῖκται κατὰ τὰς ἰδίας ἐπιθυµίας αὐτῶν πορευόµενοι 4 καὶ λέγοντες, Ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; ἀφ’ ἧς γὰρ οἱ πατέρες ἐκοιµήθησαν, πάντα οὕτως διαµένει ἀπ’ ἀρχῆς κτίσεως. 5 λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας, ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ δι’ ὕδατος συνεστῶσα τῷ τοῦ θεοῦ λόγῳ, 6 δι’ ὧν ὁ τότε κόσµος ὕδατι κατακλυσθεὶς ἀπώλετο· 7 οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτῷ λόγῳ τεθησαυρισµένοι εἰσὶν πυρί, τηρούµενοι εἰς ἡµέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεßῶν ἀνθρώπων.
8 Ἓν δὲ τοῦτο µὴ λανθανέτω ὑµᾶς, ἀγαπητοί, ὅτι µία ἡµέρα παρὰ κυρίῳ ὡς χίλια ἔτη καὶ χίλια ἔτη ὡς ἡµέρα µία. 9 οὐ ßραδύνει κύριος τῆς ἐπαγγελίας, ὥς τινες ßραδύτητα ἡγοῦνται, ἀλλὰ µακροθυµεῖ εἰς ὑµᾶς, µὴ ßουλόµενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς µετάνοιαν χωρῆσαι. 10 Ἥξει δὲ ἡµέρα κυρίου ὡς κλέπτης, ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούµενα λυθήσεται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα εὑρεθήσεται. 11 τούτων οὕτως πάντων λυοµένων ποταποὺς δεῖ ὑπάρχειν ὑµᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεßείαις, 12 προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ θεοῦ ἡµέρας, δι’ ἣν οὐρανοὶ πυρούµενοι λυθήσονται καὶ στοιχεῖα καυσούµενα τήκεται. 13 καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελµα αὐτοῦ προσδοκῶµεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
14 Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι καὶ ἀµώµητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ, 15 καὶ τὴν τοῦ κυρίου ἡµῶν µακροθυµίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡµῶν ἀδελφὸς Παῦλος κατὰ τὴν δοθεῖσαν αὐτῷ σοφίαν ἔγραψεν ὑµῖν, 16 ὡς καὶ ἐν πάσαις ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων, ἐν αἷς ἐστιν δυσνόητά τινα, ἃ οἱ ἀµαθεῖς καὶ ἀστήρικτοι στρεßλοῦσιν ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν. 17 Ὑµεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε ἵνα µὴ τῇ τῶν ἀθέσµων πλάνῃ συναπαχθέντες ἐκπέσητε τοῦ ἰδίου στηριγµοῦ, 18 αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ κυρίου ἡµῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡµέραν αἰῶνος. [ἀµήν.]