1 Ὁ πρεσßύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ µόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, 2 διὰ τὴν ἀλήθειαν τὴν µένουσαν ἐν ἡµῖν, καὶ µεθ’ ἡµῶν ἔσται εἰς τὸν αἰῶνα. 3 ἔσται µεθ’ ἡµῶν χάρις ἔλεος εἰρήνη παρὰ θεοῦ πατρός, καὶ παρὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
4 Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάßοµεν παρὰ τοῦ πατρός. 5 καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν γράφων σοι καινὴν ἀλλὰ ἣν εἴχοµεν ἀπ’ ἀρχῆς, ἵνα ἀγαπῶµεν ἀλλήλους. 6 καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶµεν κατὰ τὰς ἐντολὰς αὐτοῦ· αὕτη ἡ ἐντολή ἐστιν, καθὼς ἠκούσατε ἀπ’ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. 7 ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσµον, οἱ µὴ ὁµολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόµενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. 8 ßλέπετε ἑαυτούς, ἵνα µὴ ἀπολέσητε ἃ εἰργάσασθε ἀλλὰ µισθὸν πλήρη ἀπολάßητε. 9 πᾶς ὁ προάγων καὶ µὴ µένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ θεὸν οὐκ ἔχει· ὁ µένων ἐν τῇ διδαχῇ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. 10 εἴ τις ἔρχεται πρὸς ὑµᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, µὴ λαµßάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ µὴ λέγετε· 11 ὁ λέγων γὰρ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
12 Πολλὰ ἔχων ὑµῖν γράφειν οὐκ ἐßουλήθην διὰ χάρτου καὶ µέλανος, ἀλλὰ ἐλπίζω γενέσθαι πρὸς ὑµᾶς καὶ στόµα πρὸς στόµα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡµῶν πεπληρωµένη ᾖ. 13 Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς.