1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήµατος θεοῦ, καὶ Τιµόθεος ὁ ἀδελφός, τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· 2 χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡµῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3 Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρµῶν καὶ θεὸς πάσης παρακλήσεως, 4 ὁ παρακαλῶν ἡµᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡµῶν, εἰς τὸ δύνασθαι ἡµᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούµεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ· 5 ὅτι καθὼς περισσεύει τὰ παθήµατα τοῦ Χριστοῦ εἰς ἡµᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡµῶν. 6 εἴτε δὲ θλιßόµεθα, ὑπὲρ τῆς ὑµῶν παρακλήσεως καὶ σωτηρίας· εἴτε παρακαλούµεθα, ὑπὲρ τῆς ὑµῶν παρακλήσεως τῆς ἐνεργουµένης ἐν ὑποµονῇ τῶν αὐτῶν παθηµάτων ὧν καὶ ἡµεῖς πάσχοµεν. 7 καὶ ἡ ἐλπὶς ἡµῶν ßεßαία ὑπὲρ ὑµῶν, εἰδότες ὅτι ὡς κοινωνοί ἐστε τῶν παθηµάτων, οὕτως καὶ τῆς παρακλήσεως.
8 Οὐ γὰρ θέλοµεν ὑµᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡµῶν τῆς γενοµένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθ’ ὑπερßολὴν ὑπὲρ δύναµιν ἐßαρήθηµεν, ὥστε ἐξαπορηθῆναι ἡµᾶς καὶ τοῦ ζῆν· 9 ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριµα τοῦ θανάτου ἐσχήκαµεν, ἵνα µὴ πεποιθότες ὦµεν ἐφ’ ἑαυτοῖς ἀλλ’ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· 10 ὃς ἐκ τηλικούτων θανάτων ἐρρύσατο ἡµᾶς καὶ ῥύσεται, εἰς ὃν ἠλπίκαµεν καὶ ἔτι ῥύσεται, 11 συνυπουργούντων καὶ ὑµῶν ὑπὲρ ἡµῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡµᾶς χάρισµα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡµῶν.
12 Ἡ γὰρ καύχησις ἡµῶν αὕτη ἐστίν, τὸ µαρτύριον τῆς συνειδήσεως ἡµῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ τοῦ θεοῦ, [καὶ] οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ’ ἐν χάριτι θεοῦ, ἀνεστράφηµεν ἐν τῷ κόσµῳ, περισσοτέρως δὲ πρὸς ὑµᾶς. 13 οὐ γὰρ ἄλλα γράφοµεν ὑµῖν ἀλλ’ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι ἕως τέλους ἐπιγνώσεσθε, 14 καθὼς καὶ ἐπέγνωτε ἡµᾶς ἀπὸ µέρους, ὅτι καύχηµα ὑµῶν ἐσµεν καθάπερ καὶ ὑµεῖς ἡµῶν ἐν τῇ ἡµέρᾳ τοῦ κυρίου Ἰησοῦ.
15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐßουλόµην πρότερον πρὸς ὑµᾶς ἐλθεῖν, ἵνα δευτέραν χάριν σχῆτε, 16 καὶ δι’ ὑµῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑµᾶς καὶ ὑφ’ ὑµῶν προπεµφθῆναι εἰς τὴν Ἰουδαίαν. 17 τοῦτο οὖν ßουλόµενος µήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάµην; ἢ ἃ ßουλεύοµαι κατὰ σάρκα ßουλεύοµαι, ἵνα ᾖ παρ’ ἐµοὶ τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ; 18 πιστὸς δὲ ὁ θεὸς ὅτι ὁ λόγος ἡµῶν ὁ πρὸς ὑµᾶς οὐκ ἔστιν Ναὶ καὶ Οὔ. 19 ὁ τοῦ θεοῦ γὰρ υἱὸς Ἰησοῦς Χριστὸς ὁ ἐν ὑµῖν δι’ ἡµῶν κηρυχθείς, δι’ ἐµοῦ καὶ Σιλουανοῦ καὶ Τιµοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν. 20 ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ Ναί· διὸ καὶ δι’ αὐτοῦ τὸ Ἀµὴν τῷ θεῷ πρὸς δόξαν δι’ ἡµῶν. 21 ὁ δὲ ßεßαιῶν ἡµᾶς σὺν ὑµῖν εἰς Χριστὸν καὶ χρίσας ἡµᾶς θεός, 22 ὁ καὶ σφραγισάµενος ἡµᾶς καὶ δοὺς τὸν ἀρραßῶνα τοῦ πνεύµατος ἐν ταῖς καρδίαις ἡµῶν.
23 Ἐγὼ δὲ µάρτυρα τὸν θεὸν ἐπικαλοῦµαι ἐπὶ τὴν ἐµὴν ψυχήν, ὅτι φειδόµενος ὑµῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. 24 οὐχ ὅτι κυριεύοµεν ὑµῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσµεν τῆς χαρᾶς ὑµῶν, τῇ γὰρ πίστει ἑστήκατε. 2 ἔκρινα γὰρ ἐµαυτῷ τοῦτο, τὸ µὴ πάλιν ἐν λύπῃ πρὸς ὑµᾶς ἐλθεῖν· 2 εἰ γὰρ ἐγὼ λυπῶ ὑµᾶς, καὶ τίς ὁ εὐφραίνων µε εἰ µὴ ὁ λυπούµενος ἐξ ἐµοῦ; 3 καὶ ἔγραψα τοῦτο αὐτὸ ἵνα µὴ ἐλθὼν λύπην σχῶ ἀφ’ ὧν ἔδει µε χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑµᾶς ὅτι ἡ ἐµὴ χαρὰ πάντων ὑµῶν ἐστιν. 4 ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑµῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑµᾶς.
5 Εἰ δέ τις λελύπηκεν, οὐκ ἐµὲ λελύπηκεν, ἀλλὰ ἀπὸ µέρους, ἵνα µὴ ἐπιßαρῶ, πάντας ὑµᾶς. 6 ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιµία αὕτη ἡ ὑπὸ τῶν πλειόνων, 7 ὥστε τοὐναντίον µᾶλλον ὑµᾶς χαρίσασθαι καὶ παρακαλέσαι, µή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. 8 διὸ παρακαλῶ ὑµᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην· 9 εἰς τοῦτο γὰρ καὶ ἔγραψα ἵνα γνῶ τὴν δοκιµὴν ὑµῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. 10 ᾧ δέ τι χαρίζεσθε, κἀγώ· καὶ γὰρ ἐγὼ ὃ κεχάρισµαι, εἴ τι κεχάρισµαι, δι’ ὑµᾶς ἐν προσώπῳ Χριστοῦ, 11 ἵνα µὴ πλεονεκτηθῶµεν ὑπὸ τοῦ Σατανᾶ, οὐ γὰρ αὐτοῦ τὰ νοήµατα ἀγνοοῦµεν.
12 Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας µοι ἀνεῳγµένης ἐν κυρίῳ, 13 οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύµατί µου τῷ µὴ εὑρεῖν µε Τίτον τὸν ἀδελφόν µου, ἀλλὰ ἀποταξάµενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν.
14 Τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαµßεύοντι ἡµᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσµὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡµῶν ἐν παντὶ τόπῳ· 15 ὅτι Χριστοῦ εὐωδία ἐσµὲν τῷ θεῷ ἐν τοῖς σῳζοµένοις καὶ ἐν τοῖς ἀπολλυµένοις, 16 οἷς µὲν ὀσµὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσµὴ ἐκ ζωῆς εἰς ζωήν. καὶ πρὸς ταῦτα τίς ἱκανός; 17 οὐ γάρ ἐσµεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ, ἀλλ’ ὡς ἐξ εἰλικρινείας, ἀλλ’ ὡς ἐκ θεοῦ κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦµεν.
3 Ἀρχόµεθα πάλιν ἑαυτοὺς συνιστάνειν; ἢ µὴ χρῄζοµεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑµᾶς ἢ ἐξ ὑµῶν; 2 ἡ ἐπιστολὴ ἡµῶν ὑµεῖς ἐστε, ἐγγεγραµµένη ἐν ταῖς καρδίαις ἡµῶν, γινωσκοµένη καὶ ἀναγινωσκοµένη ὑπὸ πάντων ἀνθρώπων· 3 φανερούµενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ’ ἡµῶν, ἐγγεγραµµένη οὐ µέλανι ἀλλὰ πνεύµατι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ’ ἐν πλαξὶν καρδίαις σαρκίναις.
4 Πεποίθησιν δὲ τοιαύτην ἔχοµεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν. 5 οὐχ ὅτι ἀφ’ ἑαυτῶν ἱκανοί ἐσµεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν, ἀλλ’ ἡ ἱκανότης ἡµῶν ἐκ τοῦ θεοῦ, 6 ὃς καὶ ἱκάνωσεν ἡµᾶς διακόνους καινῆς διαθήκης, οὐ γράµµατος ἀλλὰ πνεύµατος· τὸ γὰρ γράµµα ἀποκτέννει, τὸ δὲ πνεῦµα ζῳοποιεῖ.
7 Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράµµασιν ἐντετυπωµένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε µὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουµένην, 8 πῶς οὐχὶ µᾶλλον ἡ διακονία τοῦ πνεύµατος ἔσται ἐν δόξῃ; 9 εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ µᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ. 10 καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασµένον ἐν τούτῳ τῷ µέρει εἵνεκεν τῆς ὑπερßαλλούσης δόξης· 11 εἰ γὰρ τὸ καταργούµενον διὰ δόξης, πολλῷ µᾶλλον τὸ µένον ἐν δόξῃ.
12 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώµεθα, 13 καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυµµα ἐπὶ τὸ πρόσωπον αὐτοῦ, πρὸς τὸ µὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουµένου. 14 ἀλλὰ ἐπωρώθη τὰ νοήµατα αὐτῶν. ἄχρι γὰρ τῆς σήµερον ἡµέρας τὸ αὐτὸ κάλυµµα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης µένει µὴ ἀνακαλυπτόµενον, ὅτι ἐν Χριστῷ καταργεῖται· 15 ἀλλ’ ἕως σήµερον ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς κάλυµµα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται· 16 ἡνίκα δὲ ἐὰν ἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυµµα. 17 ὁ δὲ κύριος τὸ πνεῦµά ἐστιν· οὗ δὲ τὸ πνεῦµα κυρίου, ἐλευθερία. 18 ἡµεῖς δὲ πάντες ἀνακεκαλυµµένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόµενοι τὴν αὐτὴν εἰκόνα µεταµορφούµεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύµατος.
4 Διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθηµεν, οὐκ ἐγκακοῦµεν, 2 ἀλλὰ ἀπειπάµεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, µὴ περιπατοῦντες ἐν πανουργίᾳ µηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ. 3 εἰ δὲ καὶ ἔστιν κεκαλυµµένον τὸ εὐαγγέλιον ἡµῶν, ἐν τοῖς ἀπολλυµένοις ἐστὶν κεκαλυµµένον, 4 ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήµατα τῶν ἀπίστων εἰς τὸ µὴ αὐγάσαι τὸν φωτισµὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ. 5 οὐ γὰρ ἑαυτοὺς κηρύσσοµεν ἀλλὰ Ἰησοῦν Χριστὸν κύριον, ἑαυτοὺς δὲ δούλους ὑµῶν διὰ Ἰησοῦν. 6 ὅτι ὁ θεὸς ὁ εἰπών, Ἐκ σκότους φῶς λάµψει, ὃς ἔλαµψεν ἐν ταῖς καρδίαις ἡµῶν πρὸς φωτισµὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Χριστοῦ.
7 Ἔχοµεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερßολὴ τῆς δυνάµεως ᾖ τοῦ θεοῦ καὶ µὴ ἐξ ἡµῶν· 8 ἐν παντὶ θλιßόµενοι ἀλλ’ οὐ στενοχωρούµενοι, ἀπορούµενοι ἀλλ’ οὐκ ἐξαπορούµενοι, 9 διωκόµενοι ἀλλ’ οὐκ ἐγκαταλειπόµενοι, καταßαλλόµενοι ἀλλ’ οὐκ ἀπολλύµενοι, 10 πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώµατι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώµατι ἡµῶν φανερωθῇ. 11 ἀεὶ γὰρ ἡµεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόµεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡµῶν. 12 ὥστε ὁ θάνατος ἐν ἡµῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑµῖν. 13 ἔχοντες δὲ τὸ αὐτὸ πνεῦµα τῆς πίστεως, κατὰ τὸ γεγραµµένον, Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡµεῖς πιστεύοµεν, διὸ καὶ λαλοῦµεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡµᾶς σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑµῖν. 15 τὰ γὰρ πάντα δι’ ὑµᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.
16 Διὸ οὐκ ἐγκακοῦµεν, ἀλλ’ εἰ καὶ ὁ ἔξω ἡµῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσω ἡµῶν ἀνακαινοῦται ἡµέρᾳ καὶ ἡµέρᾳ. 17 τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡµῶν καθ’ ὑπερßολὴν εἰς ὑπερßολὴν αἰώνιον ßάρος δόξης κατεργάζεται ἡµῖν, 18 µὴ σκοπούντων ἡµῶν τὰ ßλεπόµενα ἀλλὰ τὰ µὴ ßλεπόµενα· τὰ γὰρ ßλεπόµενα πρόσκαιρα, τὰ δὲ µὴ ßλεπόµενα αἰώνια.
5 Οἴδαµεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡµῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδοµὴν ἐκ θεοῦ ἔχοµεν οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς. 2 καὶ γὰρ ἐν τούτῳ στενάζοµεν, τὸ οἰκητήριον ἡµῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, 3 εἴ γε καὶ ἐνδυσάµενοι οὐ γυµνοὶ εὑρεθησόµεθα. 4 καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζοµεν ßαρούµενοι, ἐφ’ ᾧ οὐ θέλοµεν ἐκδύσασθαι ἀλλ’ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. 5 ὁ δὲ κατεργασάµενος ἡµᾶς εἰς αὐτὸ τοῦτο θεός, ὁ δοὺς ἡµῖν τὸν ἀρραßῶνα τοῦ πνεύµατος.
6 Θαρροῦντες οὖν πάντοτε καὶ εἰδότες ὅτι ἐνδηµοῦντες ἐν τῷ σώµατι ἐκδηµοῦµεν ἀπὸ τοῦ κυρίου, 7 διὰ πίστεως γὰρ περιπατοῦµεν οὐ διὰ εἴδους· 8 θαρροῦµεν δὲ καὶ εὐδοκοῦµεν µᾶλλον ἐκδηµῆσαι ἐκ τοῦ σώµατος καὶ ἐνδηµῆσαι πρὸς τὸν κύριον. 9 διὸ καὶ φιλοτιµούµεθα, εἴτε ἐνδηµοῦντες εἴτε ἐκδηµοῦντες, εὐάρεστοι αὐτῷ εἶναι. 10 τοὺς γὰρ πάντας ἡµᾶς φανερωθῆναι δεῖ ἔµπροσθεν τοῦ ßήµατος τοῦ Χριστοῦ, ἵνα κοµίσηται ἕκαστος τὰ διὰ τοῦ σώµατος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.
11 Εἰδότες οὖν τὸν φόßον τοῦ κυρίου ἀνθρώπους πείθοµεν, θεῷ δὲ πεφανερώµεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑµῶν πεφανερῶσθαι. 12 οὐ πάλιν ἑαυτοὺς συνιστάνοµεν ὑµῖν, ἀλλὰ ἀφορµὴν διδόντες ὑµῖν καυχήµατος ὑπὲρ ἡµῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωµένους καὶ µὴ ἐν καρδίᾳ. 13 εἴτε γὰρ ἐξέστηµεν, θεῷ· εἴτε σωφρονοῦµεν, ὑµῖν. 14 ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡµᾶς, κρίναντας τοῦτο, ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν· ἄρα οἱ πάντες ἀπέθανον· 15 καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες µηκέτι ἑαυτοῖς ζῶσιν ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.
16 Ὥστε ἡµεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαµεν κατὰ σάρκα· εἰ καὶ ἐγνώκαµεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκοµεν. 17 ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονεν καινά· 18 τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ τοῦ καταλλάξαντος ἡµᾶς ἑαυτῷ διὰ Χριστοῦ καὶ δόντος ἡµῖν τὴν διακονίαν τῆς καταλλαγῆς, 19 ὡς ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσµον καταλλάσσων ἑαυτῷ, µὴ λογιζόµενος αὐτοῖς τὰ παραπτώµατα αὐτῶν, καὶ θέµενος ἐν ἡµῖν τὸν λόγον τῆς καταλλαγῆς. 20 ὑπὲρ Χριστοῦ οὖν πρεσßεύοµεν ὡς τοῦ θεοῦ παρακαλοῦντος δι’ ἡµῶν· δεόµεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ. 21 τὸν µὴ γνόντα ἁµαρτίαν ὑπὲρ ἡµῶν ἁµαρτίαν ἐποίησεν, ἵνα ἡµεῖς γενώµεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ.
6 Συνεργοῦντες δὲ καὶ παρακαλοῦµεν µὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑµᾶς· 2 λέγει γάρ,
Καιρῷ δεκτῷ ἐπήκουσά σου
καὶ ἐν ἡµέρᾳ σωτηρίας ἐßοήθησά σοι.
ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡµέρα σωτηρίας· 3 µηδεµίαν ἐν µηδενὶ διδόντες προσκοπήν, ἵνα µὴ µωµηθῇ ἡ διακονία, 4 ἀλλ’ ἐν παντὶ συνιστάνοντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι, ἐν ὑποµονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, 5 ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, 6 ἐν ἁγνότητι, ἐν γνώσει, ἐν µακροθυµίᾳ, ἐν χρηστότητι, ἐν πνεύµατι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, 7 ἐν λόγῳ ἀληθείας, ἐν δυνάµει θεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, 8 διὰ δόξης καὶ ἀτιµίας, διὰ δυσφηµίας καὶ εὐφηµίας· ὡς πλάνοι καὶ ἀληθεῖς, 9 ὡς ἀγνοούµενοι καὶ ἐπιγινωσκόµενοι, ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ ζῶµεν, ὡς παιδευόµενοι καὶ µὴ θανατούµενοι, 10 ὡς λυπούµενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς µηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.
11 Τὸ στόµα ἡµῶν ἀνέῳγεν πρὸς ὑµᾶς, Κορίνθιοι, ἡ καρδία ἡµῶν πεπλάτυνται· 12 οὐ στενοχωρεῖσθε ἐν ἡµῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑµῶν· 13 τὴν δὲ αὐτὴν ἀντιµισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑµεῖς.
14 Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ µετοχὴ δικαιοσύνῃ καὶ ἀνοµίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; 15 τίς δὲ συµφώνησις Χριστοῦ πρὸς Βελιάρ, ἢ τίς µερὶς πιστῷ µετὰ ἀπίστου; 16 τίς δὲ συγκατάθεσις ναῷ θεοῦ µετὰ εἰδώλων; ἡµεῖς γὰρ ναὸς θεοῦ ἐσµεν ζῶντος· καθὼς εἶπεν ὁ θεὸς ὅτι
Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐµπεριπατήσω
καὶ ἔσοµαι αὐτῶν θεὸς
καὶ αὐτοὶ ἔσονταί µου λαός.
17 διὸ ἐξέλθατε ἐκ µέσου αὐτῶν
καὶ ἀφορίσθητε, λέγει κύριος,
καὶ ἀκαθάρτου µὴ ἅπτεσθε·
κἀγὼ εἰσδέξοµαι ὑµᾶς
18 καὶ ἔσοµαι ὑµῖν εἰς πατέρα
καὶ ὑµεῖς ἔσεσθέ µοι εἰς υἱοὺς καὶ θυγατέρας,
λέγει κύριος παντοκράτωρ.
7 ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωµεν ἑαυτοὺς ἀπὸ παντὸς µολυσµοῦ σαρκὸς καὶ πνεύµατος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόßῳ θεοῦ.
2 Χωρήσατε ἡµᾶς· οὐδένα ἠδικήσαµεν, οὐδένα ἐφθείραµεν, οὐδένα ἐπλεονεκτήσαµεν. 3 πρὸς κατάκρισιν οὐ λέγω, προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡµῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῆν. 4 πολλή µοι παρρησία πρὸς ὑµᾶς, πολλή µοι καύχησις ὑπὲρ ὑµῶν· πεπλήρωµαι τῇ παρακλήσει, ὑπερπερισσεύοµαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡµῶν.
5 Καὶ γὰρ ἐλθόντων ἡµῶν εἰς Μακεδονίαν οὐδεµίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡµῶν, ἀλλ’ ἐν παντὶ θλιßόµενοι – ἔξωθεν µάχαι, ἔσωθεν φόßοι. 6 ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡµᾶς ὁ θεὸς ἐν τῇ παρουσίᾳ Τίτου· 7 οὐ µόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ’ ὑµῖν, ἀναγγέλλων ἡµῖν τὴν ὑµῶν ἐπιπόθησιν, τὸν ὑµῶν ὀδυρµόν, τὸν ὑµῶν ζῆλον ὑπὲρ ἐµοῦ, ὥστε µε µᾶλλον χαρῆναι. 8 ὅτι εἰ καὶ ἐλύπησα ὑµᾶς ἐν τῇ ἐπιστολῇ, οὐ µεταµέλοµαι· εἰ καὶ µετεµελόµην [ßλέπω ὅτι ἡ ἐπιστολὴ ἐκείνη εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑµᾶς], 9 νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ’ ὅτι ἐλυπήθητε εἰς µετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ θεόν, ἵνα ἐν µηδενὶ ζηµιωθῆτε ἐξ ἡµῶν. 10 ἡ γὰρ κατὰ θεὸν λύπη µετάνοιαν εἰς σωτηρίαν ἀµεταµέλητον ἐργάζεται· ἡ δὲ τοῦ κόσµου λύπη θάνατον κατεργάζεται. 11 ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν λυπηθῆναι πόσην κατειργάσατο ὑµῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόßον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν· ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγµατι. 12 ἄρα εἰ καὶ ἔγραψα ὑµῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος, ἀλλ’ ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑµῶν τὴν ὑπὲρ ἡµῶν πρὸς ὑµᾶς ἐνώπιον τοῦ θεοῦ. 13 διὰ τοῦτο παρακεκλήµεθα.
Ἐπὶ δὲ τῇ παρακλήσει ἡµῶν περισσοτέρως µᾶλλον ἐχάρηµεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦµα αὐτοῦ ἀπὸ πάντων ὑµῶν· 14 ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑµῶν κεκαύχηµαι οὐ κατῃσχύνθην, ἀλλ’ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαµεν ὑµῖν, οὕτως καὶ ἡ καύχησις ἡµῶν ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη. 15 καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑµᾶς ἐστιν ἀναµιµνῃσκοµένου τὴν πάντων ὑµῶν ὑπακοήν, ὡς µετὰ φόßου καὶ τρόµου ἐδέξασθε αὐτόν. 16 χαίρω ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑµῖν.
8 Γνωρίζοµεν δὲ ὑµῖν, ἀδελφοί, τὴν χάριν τοῦ θεοῦ τὴν δεδοµένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας, 2 ὅτι ἐν πολλῇ δοκιµῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ ßάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸ πλοῦτος τῆς ἁπλότητος αὐτῶν· 3 ὅτι κατὰ δύναµιν, µαρτυρῶ, καὶ παρὰ δύναµιν, αὐθαίρετοι 4 µετὰ πολλῆς παρακλήσεως δεόµενοι ἡµῶν τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους, 5 καὶ οὐ καθὼς ἠλπίσαµεν ἀλλ’ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ κυρίῳ καὶ ἡµῖν διὰ θελήµατος θεοῦ, 6 εἰς τὸ παρακαλέσαι ἡµᾶς Τίτον ἵνα καθὼς προενήρξατο οὕτως καὶ ἐπιτελέσῃ εἰς ὑµᾶς καὶ τὴν χάριν ταύτην. 7 ἀλλ’ ὥσπερ ἐν παντὶ περισσεύετε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ἡµῶν ἐν ὑµῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε.
8 Οὐ κατ’ ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑµετέρας ἀγάπης γνήσιον δοκιµάζων· 9 γινώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι’ ὑµᾶς ἐπτώχευσεν πλούσιος ὤν, ἵνα ὑµεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε. 10 καὶ γνώµην ἐν τούτῳ δίδωµι· τοῦτο γὰρ ὑµῖν συµφέρει, οἵτινες οὐ µόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι· 11 νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθάπερ ἡ προθυµία τοῦ θέλειν οὕτως καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν. 12 εἰ γὰρ ἡ προθυµία πρόκειται, καθὸ ἐὰν ἔχῃ εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει. 13 οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑµῖν θλῖψις· ἀλλ’ ἐξ ἰσότητος 14 ἐν τῷ νῦν καιρῷ τὸ ὑµῶν περίσσευµα εἰς τὸ ἐκείνων ὑστέρηµα, ἵνα καὶ τὸ ἐκείνων περίσσευµα γένηται εἰς τὸ ὑµῶν ὑστέρηµα, ὅπως γένηται ἰσότης· 15 καθὼς γέγραπται,
Ὁ τὸ πολὺ οὐκ ἐπλεόνασεν,
καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν.
16 Χάρις δὲ τῷ θεῷ τῷ δόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑµῶν ἐν τῇ καρδίᾳ Τίτου, 17 ὅτι τὴν µὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθεν πρὸς ὑµᾶς. 18 συνεπέµψαµεν δὲ µετ’ αὐτοῦ τὸν ἀδελφὸν οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν 19 – οὐ µόνον δὲ ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδηµος ἡµῶν σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουµένῃ ὑφ’ ἡµῶν πρὸς τὴν [αὐτοῦ] τοῦ κυρίου δόξαν καὶ προθυµίαν ἡµῶν –20 στελλόµενοι τοῦτο µή τις ἡµᾶς µωµήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουµένῃ ὑφ’ ἡµῶν· 21 προνοοῦµεν γὰρ καλὰ οὐ µόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. 22 συνεπέµψαµεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡµῶν ὃν ἐδοκιµάσαµεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑµᾶς. 23 εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐµὸς καὶ εἰς ὑµᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡµῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ. 24 τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑµῶν καὶ ἡµῶν καυχήσεως ὑπὲρ ὑµῶν εἰς αὐτοὺς ἐνδεικνύµενοι εἰς πρόσωπον τῶν ἐκκλησιῶν.
9 Περὶ µὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν µοί ἐστιν τὸ γράφειν ὑµῖν, 2 οἶδα γὰρ τὴν προθυµίαν ὑµῶν ἣν ὑπὲρ ὑµῶν καυχῶµαι Μακεδόσιν ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι, καὶ τὸ ὑµῶν ζῆλος ἠρέθισεν τοὺς πλείονας. 3 ἔπεµψα δὲ τοὺς ἀδελφούς, ἵνα µὴ τὸ καύχηµα ἡµῶν τὸ ὑπὲρ ὑµῶν κενωθῇ ἐν τῷ µέρει τούτῳ, ἵνα καθὼς ἔλεγον παρεσκευασµένοι ἦτε, 4 µή πως ἐὰν ἔλθωσιν σὺν ἐµοὶ Μακεδόνες καὶ εὕρωσιν ὑµᾶς ἀπαρασκευάστους καταισχυνθῶµεν ἡµεῖς, ἵνα µὴ λέγω ὑµεῖς, ἐν τῇ ὑποστάσει ταύτῃ. 5 ἀναγκαῖον οὖν ἡγησάµην παρακαλέσαι τοὺς ἀδελφοὺς ἵνα προέλθωσιν εἰς ὑµᾶς καὶ προκαταρτίσωσιν τὴν προεπηγγελµένην εὐλογίαν ὑµῶν, ταύτην ἑτοίµην εἶναι οὕτως ὡς εὐλογίαν καὶ µὴ ὡς πλεονεξίαν.
6 Τοῦτο δέ, ὁ σπείρων φειδοµένως φειδοµένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις ἐπ’ εὐλογίαις καὶ θερίσει. 7 ἕκαστος καθὼς προῄρηται τῇ καρδίᾳ, µὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός. 8 δυνατεῖ δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑµᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν, 9 καθὼς γέγραπται,
Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν,
ἡ δικαιοσύνη αὐτοῦ µένει εἰς τὸν αἰῶνα.
10 ὁ δὲ ἐπιχορηγῶν σπέρµα τῷ σπείροντι καὶ ἄρτον εἰς ßρῶσιν χορηγήσει καὶ πληθυνεῖ τὸν σπόρον ὑµῶν καὶ αὐξήσει τὰ γενήµατα τῆς δικαιοσύνης ὑµῶν· 11 ἐν παντὶ πλουτιζόµενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι’ ἡµῶν εὐχαριστίαν τῷ θεῷ –12 ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ µόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήµατα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ θεῷ –13 διὰ τῆς δοκιµῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁµολογίας ὑµῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας, 14 καὶ αὐτῶν δεήσει ὑπὲρ ὑµῶν ἐπιποθούντων ὑµᾶς διὰ τὴν ὑπερßάλλουσαν χάριν τοῦ θεοῦ ἐφ’ ὑµῖν. 15 χάρις τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.
10 Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑµᾶς διὰ τῆς πραΰτητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον µὲν ταπεινὸς ἐν ὑµῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑµᾶς· 2 δέοµαι δὲ τὸ µὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζοµαι τολµῆσαι ἐπί τινας τοὺς λογιζοµένους ἡµᾶς ὡς κατὰ σάρκα περιπατοῦντας. 3 ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόµεθα, 4 τὰ γὰρ ὅπλα τῆς στρατείας ἡµῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωµάτων, λογισµοὺς καθαιροῦντες 5 καὶ πᾶν ὕψωµα ἐπαιρόµενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχµαλωτίζοντες πᾶν νόηµα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, 6 καὶ ἐν ἑτοίµῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑµῶν ἡ ὑπακοή.
7 Τὰ κατὰ πρόσωπον ßλέπετε. εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἐφ’ ἑαυτοῦ ὅτι καθὼς αὐτὸς Χριστοῦ οὕτως καὶ ἡµεῖς. 8 ἐάν [τε] γὰρ περισσότερόν τι καυχήσωµαι περὶ τῆς ἐξουσίας ἡµῶν, ἧς ἔδωκεν ὁ κύριος εἰς οἰκοδοµὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑµῶν, οὐκ αἰσχυνθήσοµαι, 9 ἵνα µὴ δόξω ὡς ἂν ἐκφοßεῖν ὑµᾶς διὰ τῶν ἐπιστολῶν· 10 ὅτι, Αἱ ἐπιστολαὶ µέν, φησίν, ßαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώµατος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενηµένος. 11 τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσµεν τῷ λόγῳ δι’ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ.
12 Οὐ γὰρ τολµῶµεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισιν τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς µετροῦντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς οὐ συνιᾶσιν. 13 ἡµεῖς δὲ οὐκ εἰς τὰ ἄµετρα καυχησόµεθα, ἀλλὰ κατὰ τὸ µέτρον τοῦ κανόνος οὗ ἐµέρισεν ἡµῖν ὁ θεὸς µέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑµῶν. 14 οὐ γὰρ ὡς µὴ ἐφικνούµενοι εἰς ὑµᾶς ὑπερεκτείνοµεν ἑαυτούς, ἄχρι γὰρ καὶ ὑµῶν ἐφθάσαµεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ· 15 οὐκ εἰς τὰ ἄµετρα καυχώµενοι ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες αὐξανοµένης τῆς πίστεως ὑµῶν ἐν ὑµῖν µεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡµῶν εἰς περισσείαν, 16 εἰς τὰ ὑπερέκεινα ὑµῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιµα καυχήσασθαι. 17 Ὁ δὲ καυχώµενος ἐν κυρίῳ καυχάσθω· 18 οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων, ἐκεῖνός ἐστιν δόκιµος, ἀλλὰ ὃν ὁ κύριος συνίστησιν.
11 Ὄφελον ἀνείχεσθέ µου µικρόν τι ἀφροσύνης· ἀλλὰ καὶ ἀνέχεσθέ µου. 2 ζηλῶ γὰρ ὑµᾶς θεοῦ ζήλῳ, ἡρµοσάµην γὰρ ὑµᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· 3 φοßοῦµαι δὲ µή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήµατα ὑµῶν ἀπὸ τῆς ἁπλότητος [καὶ τῆς ἁγνότητος] τῆς εἰς τὸν Χριστόν. 4 εἰ µὲν γὰρ ὁ ἐρχόµενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαµεν, ἢ πνεῦµα ἕτερον λαµßάνετε ὃ οὐκ ἐλάßετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἀνέχεσθε. 5 λογίζοµαι γὰρ µηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων· 6 εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει, ἀλλ’ ἐν παντὶ φανερώσαντες ἐν πᾶσιν εἰς ὑµᾶς.
7 Ἢ ἁµαρτίαν ἐποίησα ἐµαυτὸν ταπεινῶν ἵνα ὑµεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάµην ὑµῖν; 8 ἄλλας ἐκκλησίας ἐσύλησα λαßὼν ὀψώνιον πρὸς τὴν ὑµῶν διακονίαν, 9 καὶ παρὼν πρὸς ὑµᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός· τὸ γὰρ ὑστέρηµά µου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας· καὶ ἐν παντὶ ἀßαρῆ ἐµαυτὸν ὑµῖν ἐτήρησα καὶ τηρήσω. 10 ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐµοὶ ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐµὲ ἐν τοῖς κλίµασιν τῆς Ἀχαΐας. 11 διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑµᾶς; ὁ θεὸς οἶδεν.
12 Ὃ δὲ ποιῶ καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορµὴν τῶν θελόντων ἀφορµήν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡµεῖς. 13 οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, µετασχηµατιζόµενοι εἰς ἀποστόλους Χριστοῦ. 14 καὶ οὐ θαῦµα, αὐτὸς γὰρ ὁ Σατανᾶς µετασχηµατίζεται εἰς ἄγγελον φωτός· 15 οὐ µέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ µετασχηµατίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
16 Πάλιν λέγω, µή τίς µε δόξῃ ἄφρονα εἶναι· εἰ δὲ µήγε, κἂν ὡς ἄφρονα δέξασθέ µε, ἵνα κἀγὼ µικρόν τι καυχήσωµαι. 17 ὃ λαλῶ οὐ κατὰ κύριον λαλῶ, ἀλλ’ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. 18 ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσοµαι. 19 ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιµοι ὄντες· 20 ἀνέχεσθε γὰρ εἴ τις ὑµᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαµßάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑµᾶς δέρει. 21 κατὰ ἀτιµίαν λέγω, ὡς ὅτι ἡµεῖς ἠσθενήκαµεν· ἐν ᾧ δ’ ἄν τις τολµᾷ, ἐν ἀφροσύνῃ λέγω, τολµῶ κἀγώ. 22 Ἑßραῖοί εἰσιν; κἀγώ. Ἰσραηλῖταί εἰσιν; κἀγώ. σπέρµα Ἀßραάµ εἰσιν; κἀγώ. 23 διάκονοι Χριστοῦ εἰσιν; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερßαλλόντως, ἐν θανάτοις πολλάκις· 24 ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ µίαν ἔλαßον, 25 τρὶς ἐραßδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήµερον ἐν τῷ ßυθῷ πεποίηκα· 26 ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταµῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρηµίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις, 27 κόπῳ καὶ µόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιµῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυµνότητι· 28 χωρὶς τῶν παρεκτὸς ἡ ἐπίστασίς µοι ἡ καθ’ ἡµέραν, ἡ µέριµνα πασῶν τῶν ἐκκλησιῶν. 29 τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦµαι;
30 Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας µου καυχήσοµαι. 31 ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου Ἰησοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδοµαι. 32 ἐν Δαµασκῷ ὁ ἐθνάρχης Ἁρέτα τοῦ ßασιλέως ἐφρούρει τὴν πόλιν Δαµασκηνῶν πιάσαι µε, 33 καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.
12 Καυχᾶσθαι δεῖ· οὐ συµφέρον µέν, ἐλεύσοµαι δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου. 2 οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώµατι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώµατος οὐκ οἶδα, ὁ θεὸς οἶδεν, ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. 3 καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον – εἴτε ἐν σώµατι εἴτε χωρὶς τοῦ σώµατος οὐκ οἶδα, ὁ θεὸς οἶδεν, 4 ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήµατα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. 5 ὑπὲρ τοῦ τοιούτου καυχήσοµαι, ὑπὲρ δὲ ἐµαυτοῦ οὐ καυχήσοµαι εἰ µὴ ἐν ταῖς ἀσθενείαις [µου]. 6 ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσοµαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδοµαι δέ, µή τις εἰς ἐµὲ λογίσηται ὑπὲρ ὃ ßλέπει µε ἢ ἀκούει [τι] ἐξ ἐµοῦ 7 καὶ τῇ ὑπερßολῇ τῶν ἀποκαλύψεων. διό, ἵνα µὴ ὑπεραίρωµαι, ἐδόθη µοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατανᾶ, ἵνα µε κολαφίζῃ, ἵνα µὴ ὑπεραίρωµαι. 8 ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ’ ἐµοῦ· 9 καὶ εἴρηκέν µοι, Ἀρκεῖ σοι ἡ χάρις µου· ἡ γὰρ δύναµις ἐν ἀσθενείᾳ τελεῖται. ἥδιστα οὖν µᾶλλον καυχήσοµαι ἐν ταῖς ἀσθενείαις µου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐµὲ ἡ δύναµις τοῦ Χριστοῦ. 10 διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕßρεσιν, ἐν ἀνάγκαις, ἐν διωγµοῖς καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰµι.
11 Γέγονα ἄφρων· ὑµεῖς µε ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑµῶν συνίστασθαι. οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰµι· 12 τὰ µὲν σηµεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑµῖν ἐν πάσῃ ὑποµονῇ, σηµείοις τε καὶ τέρασιν καὶ δυνάµεσιν. 13 τί γάρ ἐστιν ὃ ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ µὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑµῶν; χαρίσασθέ µοι τὴν ἀδικίαν ταύτην. 14 Ἰδοὺ τρίτον τοῦτο ἑτοίµως ἔχω ἐλθεῖν πρὸς ὑµᾶς, καὶ οὐ καταναρκήσω· οὐ γὰρ ζητῶ τὰ ὑµῶν ἀλλὰ ὑµᾶς, οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις. 15 ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσοµαι ὑπὲρ τῶν ψυχῶν ὑµῶν. εἰ περισσοτέρως ὑµᾶς ἀγαπῶ, ἧσσον ἀγαπῶµαι; 16 ἔστω δέ, ἐγὼ οὐ κατεßάρησα ὑµᾶς· ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑµᾶς ἔλαßον. 17 µή τινα ὧν ἀπέσταλκα πρὸς ὑµᾶς, δι’ αὐτοῦ ἐπλεονέκτησα ὑµᾶς; 18 παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· µήτι ἐπλεονέκτησεν ὑµᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύµατι περιεπατήσαµεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
19 Πάλαι δοκεῖτε ὅτι ὑµῖν ἀπολογούµεθα; κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦµεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑµῶν οἰκοδοµῆς. 20 φοßοῦµαι γὰρ µή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑµᾶς, κἀγὼ εὑρεθῶ ὑµῖν οἷον οὐ θέλετε, µή πως ἔρις, ζῆλος, θυµοί, ἐριθείαι, καταλαλιαί, ψιθυρισµοί, φυσιώσεις, ἀκαταστασίαι· 21 µὴ πάλιν ἐλθόντος µου ταπεινώσῃ µε ὁ θεός µου πρὸς ὑµᾶς, καὶ πενθήσω πολλοὺς τῶν προηµαρτηκότων καὶ µὴ µετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.
13 Τρίτον τοῦτο ἔρχοµαι πρὸς ὑµᾶς· ἐπὶ στόµατος δύο µαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆµα. 2 προείρηκα καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν νῦν τοῖς προηµαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσοµαι, 3 ἐπεὶ δοκιµὴν ζητεῖτε τοῦ ἐν ἐµοὶ λαλοῦντος Χριστοῦ· ὃς εἰς ὑµᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑµῖν. 4 καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάµεως θεοῦ. καὶ γὰρ ἡµεῖς ἀσθενοῦµεν ἐν αὐτῷ, ἀλλὰ ζήσοµεν σὺν αὐτῷ ἐκ δυνάµεως θεοῦ εἰς ὑµᾶς.
5 Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιµάζετε· ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι Χριστὸς Ἰησοῦς ἐν ὑµῖν; εἰ µήτι ἀδόκιµοί ἐστε. 6 ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡµεῖς οὐκ ἐσµὲν ἀδόκιµοι. 7 εὐχόµεθα δὲ πρὸς τὸν θεὸν µὴ ποιῆσαι ὑµᾶς κακὸν µηδέν, οὐχ ἵνα ἡµεῖς δόκιµοι φανῶµεν, ἀλλ’ ἵνα ὑµεῖς τὸ καλὸν ποιῆτε, ἡµεῖς δὲ ὡς ἀδόκιµοι ὦµεν. 8 οὐ γὰρ δυνάµεθά τι κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας. 9 χαίροµεν γὰρ ὅταν ἡµεῖς ἀσθενῶµεν, ὑµεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο καὶ εὐχόµεθα, τὴν ὑµῶν κατάρτισιν. 10 διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν µὴ ἀποτόµως χρήσωµαι κατὰ τὴν ἐξουσίαν ἣν ὁ κύριος ἔδωκέν µοι, εἰς οἰκοδοµὴν καὶ οὐκ εἰς καθαίρεσιν.
11 Λοιπόν, ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται µεθ’ ὑµῶν. 12 ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήµατι. ἀσπάζονται ὑµᾶς οἱ ἅγιοι πάντες.
13 Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύµατος µετὰ πάντων ὑµῶν.