1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ κατ’ ἐπιταγὴν θεοῦ σωτῆρος ἡµῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡµῶν 2 Τιµοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡµῶν.
3 Καθὼς παρεκάλεσά σε προσµεῖναι ἐν Ἐφέσῳ πορευόµενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶν µὴ ἑτεροδιδασκαλεῖν 4 µηδὲ προσέχειν µύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ἐκζητήσεις παρέχουσιν µᾶλλον ἢ οἰκονοµίαν θεοῦ τὴν ἐν πίστει· 5 τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου, 6 ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς µαταιολογίαν, 7 θέλοντες εἶναι νοµοδιδάσκαλοι, µὴ νοοῦντες µήτε ἃ λέγουσιν µήτε περὶ τίνων διαßεßαιοῦνται.
8 Οἴδαµεν δὲ ὅτι καλὸς ὁ νόµος ἐάν τις αὐτῷ νοµίµως χρῆται, 9 εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόµος οὐ κεῖται, ἀνόµοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεßέσι καὶ ἁµαρτωλοῖς, ἀνοσίοις καὶ ßεßήλοις, πατρολῴαις καὶ µητρολῴαις, ἀνδροφόνοις, 10 πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται, 11 κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ µακαρίου θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.
12 Χάριν ἔχω τῷ ἐνδυναµώσαντί µε Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡµῶν, ὅτι πιστόν µε ἡγήσατο θέµενος εἰς διακονίαν, 13 τὸ πρότερον ὄντα ßλάσφηµον καὶ διώκτην καὶ ὑßριστήν· ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ, 14 ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡµῶν µετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. 15 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσµον ἁµαρτωλοὺς σῶσαι· ὧν πρῶτός εἰµι ἐγώ, 16 ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐµοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν ἅπασαν µακροθυµίαν, πρὸς ὑποτύπωσιν τῶν µελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον. 17 τῷ δὲ ßασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, µόνῳ θεῷ, τιµὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀµήν.
18 Ταύτην τὴν παραγγελίαν παρατίθεµαί σοι, τέκνον Τιµόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, 19 ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάµενοι περὶ τὴν πίστιν ἐναυάγησαν· 20 ὧν ἐστιν Ὑµέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ Σατανᾷ ἵνα παιδευθῶσιν µὴ ßλασφηµεῖν.
2 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, 2 ὑπὲρ ßασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεµον καὶ ἡσύχιον ßίον διάγωµεν ἐν πάσῃ εὐσεßείᾳ καὶ σεµνότητι. 3 τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡµῶν θεοῦ, 4 ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. 5 εἷς γὰρ θεός, εἷς καὶ µεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, 6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ µαρτύριον καιροῖς ἰδίοις· 7 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος, ἀλήθειαν λέγω, οὐ ψεύδοµαι, διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
8 Βούλοµαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισµοῦ· 9 ὡσαύτως [καὶ] γυναῖκας ἐν καταστολῇ κοσµίῳ µετὰ αἰδοῦς καὶ σωφροσύνης κοσµεῖν ἑαυτάς, µὴ ἐν πλέγµασιν καὶ χρυσίῳ ἢ µαργαρίταις ἢ ἱµατισµῷ πολυτελεῖ, 10 ἀλλ’ ὃ πρέπει γυναιξὶν ἐπαγγελλοµέναις θεοσέßειαν, δι’ ἔργων ἀγαθῶν. 11 γυνὴ ἐν ἡσυχίᾳ µανθανέτω ἐν πάσῃ ὑποταγῇ· 12 διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ’ εἶναι ἐν ἡσυχίᾳ. 13 Ἀδὰµ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα· 14 καὶ Ἀδὰµ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραßάσει γέγονεν. 15 σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν µείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασµῷ µετὰ σωφροσύνης. 3 Πιστὸς ὁ λόγος·
Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυµεῖ. 2 δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληµπτον εἶναι, µιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσµιον, φιλόξενον, διδακτικόν, 3 µὴ πάροινον, µὴ πλήκτην, ἀλλὰ ἐπιεικῆ, ἄµαχον, ἀφιλάργυρον, 4 τοῦ ἰδίου οἴκου καλῶς προϊστάµενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ µετὰ πάσης σεµνότητος· [5 εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς ἐκκλησίας θεοῦ ἐπιµελήσεται;] 6 µὴ νεόφυτον, ἵνα µὴ τυφωθεὶς εἰς κρίµα ἐµπέσῃ τοῦ διαßόλου. 7 δεῖ δὲ καὶ µαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα µὴ εἰς ὀνειδισµὸν ἐµπέσῃ καὶ παγίδα τοῦ διαßόλου.
8 Διακόνους ὡσαύτως σεµνούς, µὴ διλόγους, µὴ οἴνῳ πολλῷ προσέχοντας, µὴ αἰσχροκερδεῖς, 9 ἔχοντας τὸ µυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. 10 καὶ οὗτοι δὲ δοκιµαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες. 11 γυναῖκας ὡσαύτως σεµνάς, µὴ διαßόλους, νηφαλίους, πιστὰς ἐν πᾶσιν. 12 διάκονοι ἔστωσαν µιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάµενοι καὶ τῶν ἰδίων οἴκων· 13 οἱ γὰρ καλῶς διακονήσαντες ßαθµὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.
14 Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρὸς σὲ τάχιον· 15 ἐὰν δὲ ßραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωµα τῆς ἀληθείας. 16 καὶ ὁµολογουµένως µέγα ἐστὶν τὸ τῆς εὐσεßείας µυστήριον·
Ὃς ἐφανερώθη ἐν σαρκί,
ἐδικαιώθη ἐν πνεύµατι,
ὤφθη ἀγγέλοις,
ἐκηρύχθη ἐν ἔθνεσιν,
ἐπιστεύθη ἐν κόσµῳ,
ἀνελήµφθη ἐν δόξῃ.
4 Τὸ δὲ πνεῦµα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύµασιν πλάνοις καὶ διδασκαλίαις δαιµονίων, 2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασµένων τὴν ἰδίαν συνείδησιν, 3 κωλυόντων γαµεῖν, ἀπέχεσθαι ßρωµάτων ἃ ὁ θεὸς ἔκτισεν εἰς µετάληµψιν µετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. 4 ὅτι πᾶν κτίσµα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόßλητον µετὰ εὐχαριστίας λαµßανόµενον, 5 ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως.
6 Ταῦτα ὑποτιθέµενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ, ἐντρεφόµενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας· 7 τοὺς δὲ ßεßήλους καὶ γραώδεις µύθους παραιτοῦ. γύµναζε δὲ σεαυτὸν πρὸς εὐσέßειαν· 8 ἡ γὰρ σωµατικὴ γυµνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιµος, ἡ δὲ εὐσέßεια πρὸς πάντα ὠφέλιµός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς µελλούσης. 9 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος· 10 εἰς τοῦτο γὰρ κοπιῶµεν καὶ ἀγωνιζόµεθα, ὅτι ἠλπίκαµεν ἐπὶ θεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, µάλιστα πιστῶν.
11 Παράγγελλε ταῦτα καὶ δίδασκε. 12 µηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ. 13 ἕως ἔρχοµαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. 14 µὴ ἀµέλει τοῦ ἐν σοὶ χαρίσµατος, ὃ ἐδόθη σοι διὰ προφητείας µετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσßυτερίου. 15 ταῦτα µελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν. 16 ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ· ἐπίµενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.
5 Πρεσßυτέρῳ µὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς, 2 πρεσßυτέρας ὡς µητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ.
3 Χήρας τίµα τὰς ὄντως χήρας. 4 εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, µανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεßεῖν καὶ ἀµοιßὰς ἀποδιδόναι τοῖς προγόνοις, τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ. 5 ἡ δὲ ὄντως χήρα καὶ µεµονωµένη ἤλπικεν ἐπὶ θεὸν καὶ προσµένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡµέρας· 6 ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν. 7 καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληµπτοι ὦσιν. 8 εἰ δέ τις τῶν ἰδίων καὶ µάλιστα οἰκείων οὐ προνοεῖται, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. 9 Χήρα καταλεγέσθω µὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή, 10 ἐν ἔργοις καλοῖς µαρτυρουµένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιßοµένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. 11 νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ Χριστοῦ, γαµεῖν θέλουσιν, 12 ἔχουσαι κρίµα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν· 13 ἅµα δὲ καὶ ἀργαὶ µανθάνουσιν, περιερχόµεναι τὰς οἰκίας, οὐ µόνον δὲ ἀργαὶ ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ µὴ δέοντα. 14 ßούλοµαι οὖν νεωτέρας γαµεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, µηδεµίαν ἀφορµὴν διδόναι τῷ ἀντικειµένῳ λοιδορίας χάριν· 15 ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. 16 εἴ τις πιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς, καὶ µὴ ßαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.
17 Οἱ καλῶς προεστῶτες πρεσßύτεροι διπλῆς τιµῆς ἀξιούσθωσαν, µάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ· 18 λέγει γὰρ ἡ γραφή, Βοῦν ἀλοῶντα οὐ φιµώσεις· καί, Ἄξιος ὁ ἐργάτης τοῦ µισθοῦ αὐτοῦ. 19 κατὰ πρεσßυτέρου κατηγορίαν µὴ παραδέχου, ἐκτὸς εἰ µὴ ἐπὶ δύο ἢ τριῶν µαρτύρων. 20 τοὺς ἁµαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόßον ἔχωσιν. 21 Διαµαρτύροµαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίµατος, µηδὲν ποιῶν κατὰ πρόσκλισιν. 22 Χεῖρας ταχέως µηδενὶ ἐπιτίθει, µηδὲ κοινώνει ἁµαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἁγνὸν τήρει. 23 Μηκέτι ὑδροπότει, ἀλλὰ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόµαχον καὶ τὰς πυκνάς σου ἀσθενείας.
24 Τινῶν ἀνθρώπων αἱ ἁµαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν, τισὶν δὲ καὶ ἐπακολουθοῦσιν· 25 ὡσαύτως καὶ τὰ ἔργα τὰ καλὰ πρόδηλα, καὶ τὰ ἄλλως ἔχοντα κρυßῆναι οὐ δύνανται.
6 Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιµῆς ἀξίους ἡγείσθωσαν, ἵνα µὴ τὸ ὄνοµα τοῦ θεοῦ καὶ ἡ διδασκαλία ßλασφηµῆται. 2 οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας µὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ µᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαµßανόµενοι.
Ταῦτα δίδασκε καὶ παρακάλει. 3 εἴ τις ἑτεροδιδασκαλεῖ καὶ µὴ προσέρχεται ὑγιαίνουσιν λόγοις, τοῖς τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ’ εὐσέßειαν διδασκαλίᾳ, 4 τετύφωται, µηδὲν ἐπιστάµενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογοµαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, ßλασφηµίαι, ὑπόνοιαι πονηραί, 5 διαπαρατριßαὶ διεφθαρµένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερηµένων τῆς ἀληθείας, νοµιζόντων πορισµὸν εἶναι τὴν εὐσέßειαν. 6 ἔστιν δὲ πορισµὸς µέγας ἡ εὐσέßεια µετὰ αὐταρκείας· 7 οὐδὲν γὰρ εἰσηνέγκαµεν εἰς τὸν κόσµον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάµεθα· 8 ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσµατα, τούτοις ἀρκεσθησόµεθα. 9 οἱ δὲ ßουλόµενοι πλουτεῖν ἐµπίπτουσιν εἰς πειρασµὸν καὶ παγίδα καὶ ἐπιθυµίας πολλὰς ἀνοήτους καὶ ßλαßεράς, αἵτινες ßυθίζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν· 10 ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόµενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.
11 Σὺ δέ, ὦ ἄνθρωπε θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέßειαν, πίστιν, ἀγάπην, ὑποµονήν, πραϋπαθίαν. 12 ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαßοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης καὶ ὡµολόγησας τὴν καλὴν ὁµολογίαν ἐνώπιον πολλῶν µαρτύρων. 13 παραγγέλλω [σοι] ἐνώπιον τοῦ θεοῦ τοῦ ζῳογονοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ µαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁµολογίαν, 14 τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίληµπτον µέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, 15 ἣν καιροῖς ἰδίοις δείξει ὁ µακάριος καὶ µόνος δυνάστης, ὁ ßασιλεὺς τῶν ßασιλευόντων καὶ κύριος τῶν κυριευόντων, 16 ὁ µόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιµὴ καὶ κράτος αἰώνιον· ἀµήν.
17 Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε µὴ ὑψηλοφρονεῖν µηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ’ ἐπὶ θεῷ τῷ παρέχοντι ἡµῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν, 18 ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐµεταδότους εἶναι, κοινωνικούς, 19 ἀποθησαυρίζοντας ἑαυτοῖς θεµέλιον καλὸν εἰς τὸ µέλλον, ἵνα ἐπιλάßωνται τῆς ὄντως ζωῆς.
20 Ὦ Τιµόθεε, τὴν παραθήκην φύλαξον, ἐκτρεπόµενος τὰς ßεßήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύµου γνώσεως, 21 ἥν τινες ἐπαγγελλόµενοι περὶ τὴν πίστιν ἠστόχησαν.
Ἡ χάρις µεθ’ ὑµῶν.