1 Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήµατος θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφός, 2 τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασµένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουµένοις τὸ ὄνοµα τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ, αὐτῶν καὶ ἡµῶν· 3 χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡµῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
4 Εὐχαριστῶ τῷ θεῷ µου πάντοτε περὶ ὑµῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑµῖν ἐν Χριστῷ Ἰησοῦ, 5 ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, 6 καθὼς τὸ µαρτύριον τοῦ Χριστοῦ ἐßεßαιώθη ἐν ὑµῖν, 7 ὥστε ὑµᾶς µὴ ὑστερεῖσθαι ἐν µηδενὶ χαρίσµατι, ἀπεκδεχοµένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ· 8 ὃς καὶ ßεßαιώσει ὑµᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡµέρᾳ τοῦ κυρίου ἡµῶν Ἰησοῦ [Χριστοῦ]. 9 πιστὸς ὁ θεὸς δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡµῶν.
10 Παρακαλῶ δὲ ὑµᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόµατος τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ µὴ ᾖ ἐν ὑµῖν σχίσµατα, ἦτε δὲ κατηρτισµένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώµῃ. 11 ἐδηλώθη γάρ µοι περὶ ὑµῶν, ἀδελφοί µου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑµῖν εἰσιν. 12 λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑµῶν λέγει, Ἐγὼ µέν εἰµι Παύλου, Ἐγὼ δὲ Ἀπολλῶ, Ἐγὼ δὲ Κηφᾶ, Ἐγὼ δὲ Χριστοῦ. 13 µεµέρισται ὁ Χριστός; µὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑµῶν, ἢ εἰς τὸ ὄνοµα Παύλου ἐßαπτίσθητε; 14 εὐχαριστῶ ὅτι οὐδένα ὑµῶν ἐßάπτισα εἰ µὴ Κρίσπον καὶ Γάϊον, 15 ἵνα µή τις εἴπῃ ὅτι εἰς τὸ ἐµὸν ὄνοµα ἐßαπτίσθητε. 16 ἐßάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐßάπτισα. 17 οὐ γὰρ ἀπέστειλέν µε Χριστὸς ßαπτίζειν ἀλλὰ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα µὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.
18 Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς µὲν ἀπολλυµένοις µωρία ἐστίν, τοῖς δὲ σῳζοµένοις ἡµῖν δύναµις θεοῦ ἐστιν. 19 γέγραπται γάρ,
Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν
καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.
20 ποῦ σοφός; ποῦ γραµµατεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐµώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσµου; 21 ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσµος διὰ τῆς σοφίας τὸν θεόν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς µωρίας τοῦ κηρύγµατος σῶσαι τοὺς πιστεύοντας. 22 ἐπειδὴ καὶ Ἰουδαῖοι σηµεῖα αἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, 23 ἡµεῖς δὲ κηρύσσοµεν Χριστὸν ἐσταυρωµένον, Ἰουδαίοις µὲν σκάνδαλον ἔθνεσιν δὲ µωρίαν, 24 αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν θεοῦ δύναµιν καὶ θεοῦ σοφίαν· 25 ὅτι τὸ µωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων.
26 Βλέπετε γὰρ τὴν κλῆσιν ὑµῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς· 27 ἀλλὰ τὰ µωρὰ τοῦ κόσµου ἐξελέξατο ὁ θεὸς ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσµου ἐξελέξατο ὁ θεὸς ἵνα καταισχύνῃ τὰ ἰσχυρά, 28 καὶ τὰ ἀγενῆ τοῦ κόσµου καὶ τὰ ἐξουθενηµένα ἐξελέξατο ὁ θεός, τὰ µὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, 29 ὅπως µὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ. 30 ἐξ αὐτοῦ δὲ ὑµεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡµῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασµὸς καὶ ἀπολύτρωσις, 31 ἵνα καθὼς γέγραπται, Ὁ καυχώµενος ἐν κυρίῳ καυχάσθω.
2 Κἀγὼ ἐλθὼν πρὸς ὑµᾶς, ἀδελφοί, ἦλθον οὐ καθ’ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑµῖν τὸ µυστήριον τοῦ θεοῦ. 2 οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑµῖν εἰ µὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωµένον. 3 κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόßῳ καὶ ἐν τρόµῳ πολλῷ ἐγενόµην πρὸς ὑµᾶς, 4 καὶ ὁ λόγος µου καὶ τὸ κήρυγµά µου οὐκ ἐν πειθοῖ[ς] σοφίας [λόγοις] ἀλλ’ ἐν ἀποδείξει πνεύµατος καὶ δυνάµεως, 5 ἵνα ἡ πίστις ὑµῶν µὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ’ ἐν δυνάµει θεοῦ.
6 Σοφίαν δὲ λαλοῦµεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουµένων· 7 ἀλλὰ λαλοῦµεν θεοῦ σοφίαν ἐν µυστηρίῳ, τὴν ἀποκεκρυµµένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡµῶν· 8 ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. 9 ἀλλὰ καθὼς γέγραπται,
Ἃ ὀφθαλµὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν
καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέßη,
ἃ ἡτοίµασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
10 ἡµῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύµατος· τὸ γὰρ πνεῦµα πάντα ἐραυνᾷ, καὶ τὰ ßάθη τοῦ θεοῦ. 11 τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ µὴ τὸ πνεῦµα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνωκεν εἰ µὴ τὸ πνεῦµα τοῦ θεοῦ. 12 ἡµεῖς δὲ οὐ τὸ πνεῦµα τοῦ κόσµου ἐλάßοµεν ἀλλὰ τὸ πνεῦµα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶµεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡµῖν· 13 ἃ καὶ λαλοῦµεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις ἀλλ’ ἐν διδακτοῖς πνεύµατος, πνευµατικοῖς πνευµατικὰ συγκρίνοντες. 14 ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύµατος τοῦ θεοῦ, µωρία γὰρ αὐτῷ ἐστιν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευµατικῶς ἀνακρίνεται· 15 ὁ δὲ πνευµατικὸς ἀνακρίνει [τὰ] πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται.
16 τίς γὰρ ἔγνω νοῦν κυρίου,
ὃς συµßιßάσει αὐτόν;
ἡµεῖς δὲ νοῦν Χριστοῦ ἔχοµεν.
3 Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑµῖν ὡς πνευµατικοῖς ἀλλ’ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ. 2 γάλα ὑµᾶς ἐπότισα, οὐ ßρῶµα, οὔπω γὰρ ἐδύνασθε. ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε, 3 ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑµῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; 4 ὅταν γὰρ λέγῃ τις, Ἐγὼ µέν εἰµι Παύλου, ἕτερος δέ, Ἐγὼ Ἀπολλῶ, οὐκ ἄνθρωποί ἐστε; 5 τί οὖν ἐστιν Ἀπολλῶς; τί δέ ἐστιν Παῦλος; διάκονοι δι’ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν. 6 ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ ὁ θεὸς ηὔξανεν· 7 ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐξάνων θεός. 8 ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον µισθὸν λήµψεται κατὰ τὸν ἴδιον κόπον. 9 θεοῦ γάρ ἐσµεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδοµή ἐστε.
10 Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν µοι ὡς σοφὸς ἀρχιτέκτων θεµέλιον ἔθηκα, ἄλλος δὲ ἐποικοδοµεῖ. ἕκαστος δὲ ßλεπέτω πῶς ἐποικοδοµεῖ· 11 θεµέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείµενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. 12 εἰ δέ τις ἐποικοδοµεῖ ἐπὶ τὸν θεµέλιον χρυσόν, ἄργυρον, λίθους τιµίους, ξύλα, χόρτον, καλάµην, 13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡµέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ [αὐτὸ] δοκιµάσει. 14 εἴ τινος τὸ ἔργον µενεῖ ὃ ἐποικοδόµησεν, µισθὸν λήµψεται· 15 εἴ τινος τὸ ἔργον κατακαήσεται, ζηµιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. 16 οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦµα τοῦ θεοῦ οἰκεῖ ἐν ὑµῖν; 17 εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑµεῖς.
18 Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑµῖν ἐν τῷ αἰῶνι τούτῳ, µωρὸς γενέσθω, ἵνα γένηται σοφός. 19 ἡ γὰρ σοφία τοῦ κόσµου τούτου µωρία παρὰ τῷ θεῷ ἐστιν· γέγραπται γάρ,
Ὁ δρασσόµενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν·
20 καὶ πάλιν,
Κύριος γινώσκει τοὺς διαλογισµοὺς τῶν σοφῶν
ὅτι εἰσὶν µάταιοι.
21 ὥστε µηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑµῶν ἐστιν, 22 εἴτε Παῦλος εἴτε Ἀπολλῶς εἴτε Κηφᾶς εἴτε κόσµος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε µέλλοντα, πάντα ὑµῶν, 23 ὑµεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ.
4 Οὕτως ἡµᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόµους µυστηρίων θεοῦ. 2 ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόµοις ἵνα πιστός τις εὑρεθῇ. 3 ἐµοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ’ ὑµῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡµέρας· ἀλλ’ οὐδὲ ἐµαυτὸν ἀνακρίνω· 4 οὐδὲν γὰρ ἐµαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωµαι, ὁ δὲ ἀνακρίνων µε κύριός ἐστιν. 5 ὥστε µὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς ßουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ.
6 Ταῦτα δέ, ἀδελφοί, µετεσχηµάτισα εἰς ἐµαυτὸν καὶ Ἀπολλῶν δι’ ὑµᾶς, ἵνα ἐν ἡµῖν µάθητε τὸ Μὴ ὑπὲρ ἃ γέγραπται, ἵνα µὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. 7 τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαßες; εἰ δὲ καὶ ἔλαßες, τί καυχᾶσαι ὡς µὴ λαßών; 8 ἤδη κεκορεσµένοι ἐστέ· ἤδη ἐπλουτήσατε· χωρὶς ἡµῶν ἐßασιλεύσατε· καὶ ὄφελόν γε ἐßασιλεύσατε, ἵνα καὶ ἡµεῖς ὑµῖν συµßασιλεύσωµεν. 9 δοκῶ γάρ, ὁ θεὸς ἡµᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθηµεν τῷ κόσµῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 10 ἡµεῖς µωροὶ διὰ Χριστόν, ὑµεῖς δὲ φρόνιµοι ἐν Χριστῷ· ἡµεῖς ἀσθενεῖς, ὑµεῖς δὲ ἰσχυροί· ὑµεῖς ἔνδοξοι, ἡµεῖς δὲ ἄτιµοι. 11 ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶµεν καὶ διψῶµεν καὶ γυµνιτεύοµεν καὶ κολαφιζόµεθα καὶ ἀστατοῦµεν 12 καὶ κοπιῶµεν ἐργαζόµενοι ταῖς ἰδίαις χερσίν· λοιδορούµενοι εὐλογοῦµεν, διωκόµενοι ἀνεχόµεθα, 13 δυσφηµούµενοι παρακαλοῦµεν· ὡς περικαθάρµατα τοῦ κόσµου ἐγενήθηµεν, πάντων περίψηµα, ἕως ἄρτι.
14 Οὐκ ἐντρέπων ὑµᾶς γράφω ταῦτα, ἀλλ’ ὡς τέκνα µου ἀγαπητὰ νουθετῶν· 15 ἐὰν γὰρ µυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας, ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑµᾶς ἐγέννησα. 16 παρακαλῶ οὖν ὑµᾶς, µιµηταί µου γίνεσθε. 17 διὰ τοῦτο ἔπεµψα ὑµῖν Τιµόθεον, ὅς ἐστίν µου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑµᾶς ἀναµνήσει τὰς ὁδούς µου τὰς ἐν Χριστῷ [Ἰησοῦ], καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. 18 ὡς µὴ ἐρχοµένου δέ µου πρὸς ὑµᾶς ἐφυσιώθησάν τινες· 19 ἐλεύσοµαι δὲ ταχέως πρὸς ὑµᾶς, ἐὰν ὁ κύριος θελήσῃ, καὶ γνώσοµαι οὐ τὸν λόγον τῶν πεφυσιωµένων ἀλλὰ τὴν δύναµιν, 20 οὐ γὰρ ἐν λόγῳ ἡ ßασιλεία τοῦ θεοῦ ἀλλ’ ἐν δυνάµει. 21 τί θέλετε; ἐν ῥάßδῳ ἔλθω πρὸς ὑµᾶς, ἢ ἐν ἀγάπῃ πνεύµατί τε πραΰτητος;
5 Ὅλως ἀκούεται ἐν ὑµῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. 2 καὶ ὑµεῖς πεφυσιωµένοι ἐστέ, καὶ οὐχὶ µᾶλλον ἐπενθήσατε, ἵνα ἀρθῇ ἐκ µέσου ὑµῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας; 3 ἐγὼ µὲν γάρ, ἀπὼν τῷ σώµατι παρὼν δὲ τῷ πνεύµατι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάµενον 4 ἐν τῷ ὀνόµατι τοῦ κυρίου [ἡµῶν] Ἰησοῦ, συναχθέντων ὑµῶν καὶ τοῦ ἐµοῦ πνεύµατος σὺν τῇ δυνάµει τοῦ κυρίου ἡµῶν Ἰησοῦ, 5 παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦµα σωθῇ ἐν τῇ ἡµέρᾳ τοῦ κυρίου. 6 Οὐ καλὸν τὸ καύχηµα ὑµῶν. οὐκ οἴδατε ὅτι µικρὰ ζύµη ὅλον τὸ φύραµα ζυµοῖ; 7 ἐκκαθάρατε τὴν παλαιὰν ζύµην, ἵνα ἦτε νέον φύραµα, καθώς ἐστε ἄζυµοι. καὶ γὰρ τὸ πάσχα ἡµῶν ἐτύθη Χριστός· 8 ὥστε ἑορτάζωµεν, µὴ ἐν ζύµῃ παλαιᾷ µηδὲ ἐν ζύµῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύµοις εἰλικρινείας καὶ ἀληθείας.
9 Ἔγραψα ὑµῖν ἐν τῇ ἐπιστολῇ µὴ συναναµίγνυσθαι πόρνοις, 10 οὐ πάντως τοῖς πόρνοις τοῦ κόσµου τούτου ἢ τοῖς πλεονέκταις καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ὠφείλετε ἄρα ἐκ τοῦ κόσµου ἐξελθεῖν. 11 νῦν δὲ ἔγραψα ὑµῖν µὴ συναναµίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνοµαζόµενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ µέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ µηδὲ συνεσθίειν. 12 τί γάρ µοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑµεῖς κρίνετε; 13 τοὺς δὲ ἔξω ὁ θεὸς κρινεῖ. ἐξάρατε τὸν πονηρὸν ἐξ ὑµῶν αὐτῶν.
6 Τολµᾷ τις ὑµῶν πρᾶγµα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; 2 ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσµον κρινοῦσιν; καὶ εἰ ἐν ὑµῖν κρίνεται ὁ κόσµος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; 3 οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦµεν, µήτιγε ßιωτικά; 4 ßιωτικὰ µὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενηµένους ἐν τῇ ἐκκλησίᾳ τούτους καθίζετε; 5 πρὸς ἐντροπὴν ὑµῖν λέγω. οὕτως οὐκ ἔνι ἐν ὑµῖν οὐδεὶς σοφὸς ὃς δυνήσεται διακρῖναι ἀνὰ µέσον τοῦ ἀδελφοῦ αὐτοῦ; 6 ἀλλὰ ἀδελφὸς µετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; 7 ἤδη µὲν [οὖν] ὅλως ἥττηµα ὑµῖν ἐστιν ὅτι κρίµατα ἔχετε µεθ’ ἑαυτῶν· διὰ τί οὐχὶ µᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ µᾶλλον ἀποστερεῖσθε; 8 ἀλλὰ ὑµεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ τοῦτο ἀδελφούς. 9 ἢ οὐκ οἴδατε ὅτι ἄδικοι θεοῦ ßασιλείαν οὐ κληρονοµήσουσιν; µὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε µοιχοὶ οὔτε µαλακοὶ οὔτε ἀρσενοκοῖται 10 οὔτε κλέπται οὔτε πλεονέκται, οὐ µέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες ßασιλείαν θεοῦ κληρονοµήσουσιν. 11 καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόµατι τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύµατι τοῦ θεοῦ ἡµῶν.
12 Πάντα µοι ἔξεστιν, ἀλλ’ οὐ πάντα συµφέρει. πάντα µοι ἔξεστιν, ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσοµαι ὑπό τινος. 13 τὰ ßρώµατα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς ßρώµασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶµα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώµατι· 14 ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡµᾶς ἐξεγερεῖ διὰ τῆς δυνάµεως αὐτοῦ. 15 οὐκ οἴδατε ὅτι τὰ σώµατα ὑµῶν µέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ µέλη τοῦ Χριστοῦ ποιήσω πόρνης µέλη; µὴ γένοιτο. 16 [ἢ] οὐκ οἴδατε ὅτι ὁ κολλώµενος τῇ πόρνῃ ἓν σῶµά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα µίαν. 17 ὁ δὲ κολλώµενος τῷ κυρίῳ ἓν πνεῦµά ἐστιν. 18 φεύγετε τὴν πορνείαν· πᾶν ἁµάρτηµα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώµατός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶµα ἁµαρτάνει. 19 ἢ οὐκ οἴδατε ὅτι τὸ σῶµα ὑµῶν ναὸς τοῦ ἐν ὑµῖν ἁγίου πνεύµατός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; 20 ἠγοράσθητε γὰρ τιµῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώµατι ὑµῶν.
7 Περὶ δὲ ὧν ἐγράψατε, καλὸν ἀνθρώπῳ γυναικὸς µὴ ἅπτεσθαι· 2 διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. 3 τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁµοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. 4 ἡ γυνὴ τοῦ ἰδίου σώµατος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ· ὁµοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώµατος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή. 5 µὴ ἀποστερεῖτε ἀλλήλους, εἰ µήτι ἂν ἐκ συµφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα µὴ πειράζῃ ὑµᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑµῶν. 6 τοῦτο δὲ λέγω κατὰ συγγνώµην, οὐ κατ’ ἐπιταγήν. 7 θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐµαυτόν· ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισµα ἐκ θεοῦ, ὁ µὲν οὕτως, ὁ δὲ οὕτως.
8 Λέγω δὲ τοῖς ἀγάµοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν µείνωσιν ὡς κἀγώ· 9 εἰ δὲ οὐκ ἐγκρατεύονται γαµησάτωσαν, κρεῖττον γάρ ἐστιν γαµῆσαι ἢ πυροῦσθαι. 10 τοῖς δὲ γεγαµηκόσιν παραγγέλλω, οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς µὴ χωρισθῆναι 11 – ἐὰν δὲ καὶ χωρισθῇ, µενέτω ἄγαµος ἢ τῷ ἀνδρὶ καταλλαγήτω – καὶ ἄνδρα γυναῖκα µὴ ἀφιέναι. 12 Τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν µετ’ αὐτοῦ, µὴ ἀφιέτω αὐτήν· 13 καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ οὗτος συνευδοκεῖ οἰκεῖν µετ’ αὐτῆς, µὴ ἀφιέτω τὸν ἄνδρα. 14 ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ· ἐπεὶ ἄρα τὰ τέκνα ὑµῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν. 15 εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκεν ὑµᾶς ὁ θεός. 16 τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;
17 Εἰ µὴ ἑκάστῳ ὡς ἐµέρισεν ὁ κύριος, ἕκαστον ὡς κέκληκεν ὁ θεός, οὕτως περιπατείτω· καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσοµαι. 18 περιτετµηµένος τις ἐκλήθη; µὴ ἐπισπάσθω. ἐν ἀκροßυστίᾳ κέκληταί τις; µὴ περιτεµνέσθω. 19 ἡ περιτοµὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροßυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ. 20 ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη ἐν ταύτῃ µενέτω. 21 δοῦλος ἐκλήθης; µή σοι µελέτω· ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, µᾶλλον χρῆσαι. 22 ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· ὁµοίως ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ. 23 τιµῆς ἠγοράσθητε· µὴ γίνεσθε δοῦλοι ἀνθρώπων. 24 ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ µενέτω παρὰ θεῷ.
25 Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώµην δὲ δίδωµι ὡς ἠλεηµένος ὑπὸ κυρίου πιστὸς εἶναι. 26 Νοµίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. 27 δέδεσαι γυναικί; µὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; µὴ ζήτει γυναῖκα. 28 ἐὰν δὲ καὶ γαµήσῃς, οὐχ ἥµαρτες· καὶ ἐὰν γήµῃ ἡ παρθένος, οὐχ ἥµαρτεν. θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑµῶν φείδοµαι. 29 τοῦτο δέ φηµι, ἀδελφοί, ὁ καιρὸς συνεσταλµένος ἐστίν· τὸ λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς µὴ ἔχοντες ὦσιν, 30 καὶ οἱ κλαίοντες ὡς µὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς µὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς µὴ κατέχοντες, 31 καὶ οἱ χρώµενοι τὸν κόσµον ὡς µὴ καταχρώµενοι· παράγει γὰρ τὸ σχῆµα τοῦ κόσµου τούτου. 32 θέλω δὲ ὑµᾶς ἀµερίµνους εἶναι. ὁ ἄγαµος µεριµνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσῃ τῷ κυρίῳ· 33 ὁ δὲ γαµήσας µεριµνᾷ τὰ τοῦ κόσµου, πῶς ἀρέσῃ τῇ γυναικί, 34 καὶ µεµέρισται. καὶ ἡ γυνὴ ἡ ἄγαµος καὶ ἡ παρθένος µεριµνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία [καὶ] τῷ σώµατι καὶ τῷ πνεύµατι· ἡ δὲ γαµήσασα µεριµνᾷ τὰ τοῦ κόσµου, πῶς ἀρέσῃ τῷ ἀνδρί. 35 τοῦτο δὲ πρὸς τὸ ὑµῶν αὐτῶν σύµφορον λέγω, οὐχ ἵνα ßρόχον ὑµῖν ἐπιßάλω, ἀλλὰ πρὸς τὸ εὔσχηµον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως.
36 Εἰ δέ τις ἀσχηµονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νοµίζει ἐὰν ᾖ ὑπέρακµος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁµαρτάνει· γαµείτωσαν. 37 ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος, µὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήµατος, καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ, τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιήσει· 38 ὥστε καὶ ὁ γαµίζων τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ, καὶ ὁ µὴ γαµίζων κρεῖσσον ποιήσει.
39 Γυνὴ δέδεται ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιµηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαµηθῆναι, µόνον ἐν κυρίῳ. 40 µακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως µείνῃ, κατὰ τὴν ἐµὴν γνώµην, δοκῶ δὲ κἀγὼ πνεῦµα θεοῦ ἔχειν.
8 Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαµεν ὅτι πάντες γνῶσιν ἔχοµεν. ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδοµεῖ. 2 εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι· 3 εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἔγνωσται ὑπ’ αὐτοῦ. 4 Περὶ τῆς ßρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαµεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσµῳ, καὶ ὅτι οὐδεὶς θεὸς εἰ µὴ εἷς. 5 καὶ γὰρ εἴπερ εἰσὶν λεγόµενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, 6 ἀλλ’ ἡµῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡµεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡµεῖς δι’ αὐτοῦ.
7 Ἀλλ’ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ συνηθείᾳ ἕως ἄρτι τοῦ εἰδώλου ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα µολύνεται. 8 ßρῶµα δὲ ἡµᾶς οὐ παραστήσει τῷ θεῷ· οὔτε ἐὰν µὴ φάγωµεν ὑστερούµεθα, οὔτε ἐὰν φάγωµεν περισσεύοµεν. 9 ßλέπετε δὲ µή πως ἡ ἐξουσία ὑµῶν αὕτη πρόσκοµµα γένηται τοῖς ἀσθενέσιν. 10 ἐὰν γάρ τις ἴδῃ σὲ τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείµενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδοµηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; 11 ἀπόλλυται γὰρ ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει, ὁ ἀδελφὸς δι’ ὃν Χριστὸς ἀπέθανεν. 12 οὕτως δὲ ἁµαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁµαρτάνετε. 13 διόπερ εἰ ßρῶµα σκανδαλίζει τὸν ἀδελφόν µου, οὐ µὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα µὴ τὸν ἀδελφόν µου σκανδαλίσω.
9 Οὐκ εἰµὶ ἐλεύθερος; οὐκ εἰµὶ ἀπόστολος; οὐχὶ Ἰησοῦν τὸν κύριον ἡµῶν ἑώρακα; οὐ τὸ ἔργον µου ὑµεῖς ἐστε ἐν κυρίῳ; 2 εἰ ἄλλοις οὐκ εἰµὶ ἀπόστολος, ἀλλά γε ὑµῖν εἰµι· ἡ γὰρ σφραγίς µου τῆς ἀποστολῆς ὑµεῖς ἐστε ἐν κυρίῳ.
3 Ἡ ἐµὴ ἀπολογία τοῖς ἐµὲ ἀνακρίνουσίν ἐστιν αὕτη. 4 µὴ οὐκ ἔχοµεν ἐξουσίαν φαγεῖν καὶ πεῖν; 5 µὴ οὐκ ἔχοµεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς; 6 ἢ µόνος ἐγὼ καὶ Βαρναßᾶς οὐκ ἔχοµεν ἐξουσίαν µὴ ἐργάζεσθαι; 7 τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀµπελῶνα καὶ τὸν καρπὸν αὐτοῦ οὐκ ἐσθίει; ἢ τίς ποιµαίνει ποίµνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίµνης οὐκ ἐσθίει; 8 Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ, ἢ καὶ ὁ νόµος ταῦτα οὐ λέγει; 9 ἐν γὰρ τῷ Μωϋσέως νόµῳ γέγραπται, Οὐ κηµώσεις ßοῦν ἀλοῶντα. µὴ τῶν ßοῶν µέλει τῷ θεῷ; 10 ἢ δι’ ἡµᾶς πάντως λέγει; δι’ ἡµᾶς γὰρ ἐγράφη, ὅτι ὀφείλει ἐπ’ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν ἐπ’ ἐλπίδι τοῦ µετέχειν. 11 εἰ ἡµεῖς ὑµῖν τὰ πνευµατικὰ ἐσπείραµεν, µέγα εἰ ἡµεῖς ὑµῶν τὰ σαρκικὰ θερίσοµεν; 12 εἰ ἄλλοι τῆς ὑµῶν ἐξουσίας µετέχουσιν, οὐ µᾶλλον ἡµεῖς;
Ἀλλ’ οὐκ ἐχρησάµεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγοµεν ἵνα µή τινα ἐγκοπὴν δῶµεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. 13 οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόµενοι [τὰ] ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες τῷ θυσιαστηρίῳ συµµερίζονται; 14 οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν. 15 ἐγὼ δὲ οὐ κέχρηµαι οὐδενὶ τούτων. οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐµοί, καλὸν γάρ µοι µᾶλλον ἀποθανεῖν ἤ – τὸ καύχηµά µου οὐδεὶς κενώσει. 16 ἐὰν γὰρ εὐαγγελίζωµαι, οὐκ ἔστιν µοι καύχηµα· ἀνάγκη γάρ µοι ἐπίκειται· οὐαὶ γάρ µοί ἐστιν ἐὰν µὴ εὐαγγελίσωµαι. 17 εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, µισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονοµίαν πεπίστευµαι. 18 τίς οὖν µού ἐστιν ὁ µισθός; ἵνα εὐαγγελιζόµενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον, εἰς τὸ µὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ µου ἐν τῷ εὐαγγελίῳ.
19 Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐµαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω· 20 καὶ ἐγενόµην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόµον ὡς ὑπὸ νόµον, µὴ ὢν αὐτὸς ὑπὸ νόµον, ἵνα τοὺς ὑπὸ νόµον κερδήσω· 21 τοῖς ἀνόµοις ὡς ἄνοµος, µὴ ὢν ἄνοµος θεοῦ ἀλλ’ ἔννοµος Χριστοῦ, ἵνα κερδάνω τοὺς ἀνόµους· 22 ἐγενόµην τοῖς ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσιν γέγονα πάντα, ἵνα πάντως τινὰς σώσω. 23 πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωµαι.
24 Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες µὲν τρέχουσιν, εἷς δὲ λαµßάνει τὸ ßραßεῖον; οὕτως τρέχετε ἵνα καταλάßητε. 25 πᾶς δὲ ὁ ἀγωνιζόµενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι µὲν οὖν ἵνα φθαρτὸν στέφανον λάßωσιν, ἡµεῖς δὲ ἄφθαρτον. 26 ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως, οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων· 27 ἀλλὰ ὑπωπιάζω µου τὸ σῶµα καὶ δουλαγωγῶ, µή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιµος γένωµαι.
10 Οὐ θέλω γὰρ ὑµᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡµῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, 2 καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐßαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, 3 καὶ πάντες τὸ αὐτὸ πνευµατικὸν ßρῶµα ἔφαγον, 4 καὶ πάντες τὸ αὐτὸ πνευµατικὸν ἔπιον πόµα· ἔπινον γὰρ ἐκ πνευµατικῆς ἀκολουθούσης πέτρας· ἡ πέτρα δὲ ἦν ὁ Χριστός. 5 ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ θεός, κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήµῳ. 6 ταῦτα δὲ τύποι ἡµῶν ἐγενήθησαν, εἰς τὸ µὴ εἶναι ἡµᾶς ἐπιθυµητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύµησαν. 7 µηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται, Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν. 8 µηδὲ πορνεύωµεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν µιᾷ ἡµέρᾳ εἴκοσι τρεῖς χιλιάδες. 9 µηδὲ ἐκπειράζωµεν τὸν κύριον, καθώς τινες αὐτῶν ἐξεπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλλυντο. 10 µηδὲ γογγύζετε, καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. 11 ταῦτα δὲ τυπικῶς συνέßαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡµῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν. 12 ὥστε ὁ δοκῶν ἑστάναι ßλεπέτω µὴ πέσῃ. 13 πειρασµὸς ὑµᾶς οὐκ εἴληφεν εἰ µὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑµᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασµῷ καὶ τὴν ἔκßασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.
14 Διόπερ, ἀγαπητοί µου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας. 15 ὡς φρονίµοις λέγω· κρίνατε ὑµεῖς ὅ φηµι. 16 τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦµεν, οὐχὶ κοινωνία ἐστὶν τοῦ αἵµατος τοῦ Χριστοῦ; τὸν ἄρτον ὃν κλῶµεν, οὐχὶ κοινωνία τοῦ σώµατος τοῦ Χριστοῦ ἐστιν; 17 ὅτι εἷς ἄρτος, ἓν σῶµα οἱ πολλοί ἐσµεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου µετέχοµεν. 18 ßλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν; 19 τί οὖν φηµι; ὅτι εἰδωλόθυτόν τί ἐστιν; ἢ ὅτι εἴδωλόν τί ἐστιν; 20 ἀλλ’ ὅτι ἃ θύουσιν [τὰ ἔθνη], δαιµονίοις καὶ οὐ θεῷ θύουσιν, οὐ θέλω δὲ ὑµᾶς κοινωνοὺς τῶν δαιµονίων γίνεσθαι. 21 οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιµονίων· οὐ δύνασθε τραπέζης κυρίου µετέχειν καὶ τραπέζης δαιµονίων. 22 ἢ παραζηλοῦµεν τὸν κύριον; µὴ ἰσχυρότεροι αὐτοῦ ἐσµεν;
23 Πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα συµφέρει. πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα οἰκοδοµεῖ. 24 µηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου. 25 Πᾶν τὸ ἐν µακέλλῳ πωλούµενον ἐσθίετε µηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν, 26 τοῦ κυρίου γὰρ ἡ γῆ καὶ τὸ πλήρωµα αὐτῆς. 27 εἴ τις καλεῖ ὑµᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέµενον ὑµῖν ἐσθίετε µηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. 28 ἐὰν δέ τις ὑµῖν εἴπῃ, Τοῦτο ἱερόθυτόν ἐστιν, µὴ ἐσθίετε δι’ ἐκεῖνον τὸν µηνύσαντα καὶ τὴν συνείδησιν· 29 συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου. ἱνατί γὰρ ἡ ἐλευθερία µου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; 30 εἰ ἐγὼ χάριτι µετέχω, τί ßλασφηµοῦµαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; 31 εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε. 32 ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, 33 καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, µὴ ζητῶν τὸ ἐµαυτοῦ σύµφορον ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.
11 µιµηταί µου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.
2 Ἐπαινῶ δὲ ὑµᾶς ὅτι πάντα µου µέµνησθε καὶ καθὼς παρέδωκα ὑµῖν τὰς παραδόσεις κατέχετε. 3 θέλω δὲ ὑµᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ θεός. 4 πᾶς ἀνὴρ προσευχόµενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· 5 πᾶσα δὲ γυνὴ προσευχοµένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν αὐτῆς· ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρηµένῃ. 6 εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω. 7 ἀνὴρ µὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων· ἡ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν. 8 οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· 9 καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. 10 διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. 11 πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν κυρίῳ· 12 ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ. 13 ἐν ὑµῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ θεῷ προσεύχεσθαι; 14 οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑµᾶς ὅτι ἀνὴρ µὲν ἐὰν κοµᾷ ἀτιµία αὐτῷ ἐστιν, 15 γυνὴ δὲ ἐὰν κοµᾷ δόξα αὐτῇ ἐστιν; ὅτι ἡ κόµη ἀντὶ περιßολαίου δέδοται [αὐτῇ]. 16 Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡµεῖς τοιαύτην συνήθειαν οὐκ ἔχοµεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ.
17 Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖσσον ἀλλὰ εἰς τὸ ἧσσον συνέρχεσθε. 18 πρῶτον µὲν γὰρ συνερχοµένων ὑµῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσµατα ἐν ὑµῖν ὑπάρχειν, καὶ µέρος τι πιστεύω. 19 δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑµῖν εἶναι, ἵνα [καὶ] οἱ δόκιµοι φανεροὶ γένωνται ἐν ὑµῖν. 20 Συνερχοµένων οὖν ὑµῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν, 21 ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαµßάνει ἐν τῷ φαγεῖν, καὶ ὃς µὲν πεινᾷ, ὃς δὲ µεθύει. 22 µὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς µὴ ἔχοντας; τί εἴπω ὑµῖν; ἐπαινέσω ὑµᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ.
23 Ἐγὼ γὰρ παρέλαßον ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκα ὑµῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδετο ἔλαßεν ἄρτον 24 καὶ εὐχαριστήσας ἔκλασεν καὶ εἶπεν, Τοῦτό µού ἐστιν τὸ σῶµα τὸ ὑπὲρ ὑµῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐµὴν ἀνάµνησιν. 25 ὡσαύτως καὶ τὸ ποτήριον µετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐµῷ αἵµατι· τοῦτο ποιεῖτε, ὁσάκις ἐὰν πίνητε, εἰς τὴν ἐµὴν ἀνάµνησιν. 26 ὁσάκις γὰρ ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε, ἄχρις οὗ ἔλθῃ.
27 Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώµατος καὶ τοῦ αἵµατος τοῦ κυρίου. 28 δοκιµαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω· 29 ὁ γὰρ ἐσθίων καὶ πίνων κρίµα ἑαυτῷ ἐσθίει καὶ πίνει µὴ διακρίνων τὸ σῶµα. 30 διὰ τοῦτο ἐν ὑµῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιµῶνται ἱκανοί. 31 εἰ δὲ ἑαυτοὺς διεκρίνοµεν, οὐκ ἂν ἐκρινόµεθα· 32 κρινόµενοι δὲ ὑπὸ [τοῦ] κυρίου παιδευόµεθα, ἵνα µὴ σὺν τῷ κόσµῳ κατακριθῶµεν. 33 ὥστε, ἀδελφοί µου, συνερχόµενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε. 34 εἴ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα µὴ εἰς κρίµα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξοµαι.
12 Περὶ δὲ τῶν πνευµατικῶν, ἀδελφοί, οὐ θέλω ὑµᾶς ἀγνοεῖν. 2 Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόµενοι. 3 διὸ γνωρίζω ὑµῖν ὅτι οὐδεὶς ἐν πνεύµατι θεοῦ λαλῶν λέγει, Ἀνάθεµα Ἰησοῦς, καὶ οὐδεὶς δύναται εἰπεῖν, Κύριος Ἰησοῦς, εἰ µὴ ἐν πνεύµατι ἁγίῳ. 4 Διαιρέσεις δὲ χαρισµάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦµα· 5 καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος· 6 καὶ διαιρέσεις ἐνεργηµάτων εἰσίν, ὁ δὲ αὐτὸς θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. 7 ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύµατος πρὸς τὸ συµφέρον. 8 ᾧ µὲν γὰρ διὰ τοῦ πνεύµατος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦµα, 9 ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύµατι, ἄλλῳ δὲ χαρίσµατα ἰαµάτων ἐν τῷ ἑνὶ πνεύµατι, 10 ἄλλῳ δὲ ἐνεργήµατα δυνάµεων, ἄλλῳ [δὲ] προφητεία, ἄλλῳ [δὲ] διακρίσεις πνευµάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρµηνεία γλωσσῶν· 11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦµα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς ßούλεται.
12 Καθάπερ γὰρ τὸ σῶµα ἕν ἐστιν καὶ µέλη πολλὰ ἔχει, πάντα δὲ τὰ µέλη τοῦ σώµατος πολλὰ ὄντα ἕν ἐστιν σῶµα, οὕτως καὶ ὁ Χριστός· 13 καὶ γὰρ ἐν ἑνὶ πνεύµατι ἡµεῖς πάντες εἰς ἓν σῶµα ἐßαπτίσθηµεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ πάντες ἓν πνεῦµα ἐποτίσθηµεν. 14 καὶ γὰρ τὸ σῶµα οὐκ ἔστιν ἓν µέλος ἀλλὰ πολλά. 15 ἐὰν εἴπῃ ὁ πούς, Ὅτι οὐκ εἰµὶ χείρ, οὐκ εἰµὶ ἐκ τοῦ σώµατος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώµατος· 16 καὶ ἐὰν εἴπῃ τὸ οὖς, Ὅτι οὐκ εἰµὶ ὀφθαλµός, οὐκ εἰµὶ ἐκ τοῦ σώµατος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώµατος· 17 εἰ ὅλον τὸ σῶµα ὀφθαλµός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις; 18 νυνὶ δὲ ὁ θεὸς ἔθετο τὰ µέλη, ἓν ἕκαστον αὐτῶν, ἐν τῷ σώµατι καθὼς ἠθέλησεν. 19 εἰ δὲ ἦν τὰ πάντα ἓν µέλος, ποῦ τὸ σῶµα; 20 νῦν δὲ πολλὰ µὲν µέλη, ἓν δὲ σῶµα. 21 οὐ δύναται δὲ ὁ ὀφθαλµὸς εἰπεῖν τῇ χειρί, Χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν, Χρείαν ὑµῶν οὐκ ἔχω· 22 ἀλλὰ πολλῷ µᾶλλον τὰ δοκοῦντα µέλη τοῦ σώµατος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν, 23 καὶ ἃ δοκοῦµεν ἀτιµότερα εἶναι τοῦ σώµατος, τούτοις τιµὴν περισσοτέραν περιτίθεµεν, καὶ τὰ ἀσχήµονα ἡµῶν εὐσχηµοσύνην περισσοτέραν ἔχει, 24 τὰ δὲ εὐσχήµονα ἡµῶν οὐ χρείαν ἔχει. ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶµα, τῷ ὑστερουµένῳ περισσοτέραν δοὺς τιµήν, 25 ἵνα µὴ ᾖ σχίσµα ἐν τῷ σώµατι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων µεριµνῶσιν τὰ µέλη. 26 καὶ εἴτε πάσχει ἓν µέλος, συµπάσχει πάντα τὰ µέλη· εἴτε δοξάζεται ἓν µέλος, συγχαίρει πάντα τὰ µέλη.
27 Ὑµεῖς δέ ἐστε σῶµα Χριστοῦ καὶ µέλη ἐκ µέρους. 28 καὶ οὓς µὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάµεις, ἔπειτα χαρίσµατα ἰαµάτων, ἀντιλήµψεις, κυßερνήσεις, γένη γλωσσῶν. 29 µὴ πάντες ἀπόστολοι; µὴ πάντες προφῆται; µὴ πάντες διδάσκαλοι; µὴ πάντες δυνάµεις; 30 µὴ πάντες χαρίσµατα ἔχουσιν ἰαµάτων; µὴ πάντες γλώσσαις λαλοῦσιν; µὴ πάντες διερµηνεύουσιν; 31 ζηλοῦτε δὲ τὰ χαρίσµατα τὰ µείζονα.
Καὶ ἔτι καθ’ ὑπερßολὴν ὁδὸν ὑµῖν δείκνυµι. 13 Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ µὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύµßαλον ἀλαλάζον. 2 καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ µυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, κἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη µεθιστάναι, ἀγάπην δὲ µὴ ἔχω, οὐθέν εἰµι. 3 κἂν ψωµίσω πάντα τὰ ὑπάρχοντά µου, καὶ ἐὰν παραδῶ τὸ σῶµά µου ἵνα καυχήσωµαι, ἀγάπην δὲ µὴ ἔχω, οὐδὲν ὠφελοῦµαι.
4 Ἡ ἀγάπη µακροθυµεῖ, χρηστεύεται ἡ ἀγάπη, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, 5 οὐκ ἀσχηµονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, 6 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· 7 πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑποµένει.
8 Ἡ ἀγάπη οὐδέποτε πίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. 9 ἐκ µέρους γὰρ γινώσκοµεν καὶ ἐκ µέρους προφητεύοµεν· 10 ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ µέρους καταργηθήσεται. 11 ὅτε ἤµην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόµην ὡς νήπιος· ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. 12 ßλέποµεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγµατι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ µέρους, τότε δὲ ἐπιγνώσοµαι καθὼς καὶ ἐπεγνώσθην. 13 νυνὶ δὲ µένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· µείζων δὲ τούτων ἡ ἀγάπη.
14 Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευµατικά, µᾶλλον δὲ ἵνα προφητεύητε. 2 ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ θεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύµατι δὲ λαλεῖ µυστήρια· 3 ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδοµὴν καὶ παράκλησιν καὶ παραµυθίαν. 4 ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδοµεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδοµεῖ. 5 θέλω δὲ πάντας ὑµᾶς λαλεῖν γλώσσαις, µᾶλλον δὲ ἵνα προφητεύητε· µείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ µὴ διερµηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδοµὴν λάßῃ. 6 Νῦν δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑµᾶς γλώσσαις λαλῶν, τί ὑµᾶς ὠφελήσω, ἐὰν µὴ ὑµῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ; 7 ὅµως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις µὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούµενον ἢ τὸ κιθαριζόµενον; 8 καὶ γὰρ ἐὰν ἄδηλον σάλπιγξ φωνὴν δῷ, τίς παρασκευάσεται εἰς πόλεµον; 9 οὕτως καὶ ὑµεῖς διὰ τῆς γλώσσης ἐὰν µὴ εὔσηµον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούµενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10 τοσαῦτα εἰ τύχοι γένη φωνῶν εἰσιν ἐν κόσµῳ, καὶ οὐδὲν ἄφωνον· 11 ἐὰν οὖν µὴ εἰδῶ τὴν δύναµιν τῆς φωνῆς, ἔσοµαι τῷ λαλοῦντι ßάρßαρος καὶ ὁ λαλῶν ἐν ἐµοὶ ßάρßαρος. 12 οὕτως καὶ ὑµεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευµάτων, πρὸς τὴν οἰκοδοµὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε. 13 διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερµηνεύῃ. 14 ἐὰν [γὰρ] προσεύχωµαι γλώσσῃ, τὸ πνεῦµά µου προσεύχεται, ὁ δὲ νοῦς µου ἄκαρπός ἐστιν. 15 τί οὖν ἐστιν; προσεύξοµαι τῷ πνεύµατι, προσεύξοµαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύµατι, ψαλῶ δὲ καὶ τῷ νοΐ. 16 ἐπεὶ ἐὰν εὐλογῇς ἐν πνεύµατι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀµήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδεν; 17 σὺ µὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδοµεῖται. 18 εὐχαριστῶ τῷ θεῷ, πάντων ὑµῶν µᾶλλον γλώσσαις λαλῶ· 19 ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ µου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ µυρίους λόγους ἐν γλώσσῃ.
20 Ἀδελφοί, µὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. 21 ἐν τῷ νόµῳ γέγραπται ὅτι
Ἐν ἑτερογλώσσοις
καὶ ἐν χείλεσιν ἑτέρων
λαλήσω τῷ λαῷ τούτῳ
καὶ οὐδ’ οὕτως εἰσακούσονταί µου,
λέγει κύριος. 22 ὥστε αἱ γλῶσσαι εἰς σηµεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. 23 Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες λαλῶσιν γλώσσαις, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι µαίνεσθε; 24 ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 25 τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι Ὄντως ὁ θεὸς ἐν ὑµῖν ἐστιν.
26 Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος ψαλµὸν ἔχει, διδαχὴν ἔχει, ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρµηνείαν ἔχει· πάντα πρὸς οἰκοδοµὴν γινέσθω. 27 εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ µέρος, καὶ εἷς διερµηνευέτω· 28 ἐὰν δὲ µὴ ᾖ διερµηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ. 29 προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· 30 ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθηµένῳ, ὁ πρῶτος σιγάτω. 31 δύνασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν, ἵνα πάντες µανθάνωσιν καὶ πάντες παρακαλῶνται, 32 καὶ πνεύµατα προφητῶν προφήταις ὑποτάσσεται· 33 οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης.
Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων, 34 αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν· ἀλλὰ ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόµος λέγει. 35 εἰ δέ τι µαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ. 36 ἢ ἀφ’ ὑµῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑµᾶς µόνους κατήντησεν;
37 Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευµατικός, ἐπιγινωσκέτω ἃ γράφω ὑµῖν ὅτι κυρίου ἐστὶν ἐντολή· 38 εἰ δέ τις ἀγνοεῖ, ἀγνοεῖται. 39 ὥστε, ἀδελφοί [µου], ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν µὴ κωλύετε γλώσσαις· 40 πάντα δὲ εὐσχηµόνως καὶ κατὰ τάξιν γινέσθω.
15 Γνωρίζω δὲ ὑµῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάµην ὑµῖν, ὃ καὶ παρελάßετε, ἐν ᾧ καὶ ἑστήκατε, 2 δι’ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάµην ὑµῖν εἰ κατέχετε, ἐκτὸς εἰ µὴ εἰκῇ ἐπιστεύσατε. 3 παρέδωκα γὰρ ὑµῖν ἐν πρώτοις, ὃ καὶ παρέλαßον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁµαρτιῶν ἡµῶν κατὰ τὰς γραφάς, 4 καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡµέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς, 5 καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· 6 ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείονες µένουσιν ἕως ἄρτι, τινὲς δὲ ἐκοιµήθησαν· 7 ἔπειτα ὤφθη Ἰακώßῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· 8 ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώµατι ὤφθη κἀµοί. 9 Ἐγὼ γάρ εἰµι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰµὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ· 10 χάριτι δὲ θεοῦ εἰµι ὅ εἰµι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐµὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις τοῦ θεοῦ [ἡ] σὺν ἐµοί. 11 εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσοµεν καὶ οὕτως ἐπιστεύσατε.
12 Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑµῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; 13 εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· 14 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα [καὶ] τὸ κήρυγµα ἡµῶν, κενὴ καὶ ἡ πίστις ὑµῶν, 15 εὑρισκόµεθα δὲ καὶ ψευδοµάρτυρες τοῦ θεοῦ, ὅτι ἐµαρτυρήσαµεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. 16 εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· 17 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, µαταία ἡ πίστις ὑµῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁµαρτίαις ὑµῶν. 18 ἄρα καὶ οἱ κοιµηθέντες ἐν Χριστῷ ἀπώλοντο. 19 εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσµὲν µόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσµέν.
20 Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιµηµένων. 21 ἐπειδὴ γὰρ δι’ ἀνθρώπου θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν· 22 ὥσπερ γὰρ ἐν τῷ Ἀδὰµ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται. 23 ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγµατι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· 24 εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν ßασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναµιν. 25 δεῖ γὰρ αὐτὸν ßασιλεύειν ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. 26 ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος· 27 πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. 28 ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε [καὶ] αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς [τὰ] πάντα ἐν πᾶσιν.
29 Ἐπεὶ τί ποιήσουσιν οἱ ßαπτιζόµενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ ßαπτίζονται ὑπὲρ αὐτῶν; 30 τί καὶ ἡµεῖς κινδυνεύοµεν πᾶσαν ὥραν; 31 καθ’ ἡµέραν ἀποθνῄσκω, νὴ τὴν ὑµετέραν καύχησιν, [ἀδελφοί,] ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡµῶν. 32 εἰ κατὰ ἄνθρωπον ἐθηριοµάχησα ἐν Ἐφέσῳ, τί µοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται,
Φάγωµεν καὶ πίωµεν,
αὔριον γὰρ ἀποθνῄσκοµεν.
33 µὴ πλανᾶσθε·
Φθείρουσιν ἤθη χρηστὰ ὁµιλίαι κακαί.
34 ἐκνήψατε δικαίως καὶ µὴ ἁµαρτάνετε, ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν· πρὸς ἐντροπὴν ὑµῖν λαλῶ.
35 Ἀλλὰ ἐρεῖ τις, Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώµατι ἔρχονται; 36 ἄφρων, σὺ ὃ σπείρεις οὐ ζῳοποιεῖται ἐὰν µὴ ἀποθάνῃ· 37 καὶ ὃ σπείρεις, οὐ τὸ σῶµα τὸ γενησόµενον σπείρεις ἀλλὰ γυµνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν· 38 ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶµα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερµάτων ἴδιον σῶµα. 39 οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη µὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ σὰρξ πτηνῶν, ἄλλη δὲ ἰχθύων. 40 καὶ σώµατα ἐπουράνια, καὶ σώµατα ἐπίγεια· ἀλλὰ ἑτέρα µὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. 41 ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.
42 Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· 43 σπείρεται ἐν ἀτιµίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάµει· 44 σπείρεται σῶµα ψυχικόν, ἐγείρεται σῶµα πνευµατικόν. εἰ ἔστιν σῶµα ψυχικόν, ἔστιν καὶ πνευµατικόν. 45 οὕτως καὶ γέγραπται, Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰµ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰµ εἰς πνεῦµα ζῳοποιοῦν. 46 ἀλλ’ οὐ πρῶτον τὸ πνευµατικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευµατικόν. 47 ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ. 48 οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· 49 καὶ καθὼς ἐφορέσαµεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσοµεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
50 Τοῦτο δέ φηµι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷµα ßασιλείαν θεοῦ κληρονοµῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονοµεῖ. 51 ἰδοὺ µυστήριον ὑµῖν λέγω· πάντες οὐ κοιµηθησόµεθα, πάντες δὲ ἀλλαγησόµεθα, 52 ἐν ἀτόµῳ, ἐν ῥιπῇ ὀφθαλµοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡµεῖς ἀλλαγησόµεθα. 53 δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. 54 ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραµµένος,
Κατεπόθη ὁ θάνατος εἰς νῖκος.
55 ποῦ σου, θάνατε, τὸ νῖκος;
ποῦ σου, θάνατε, τὸ κέντρον;
56 τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁµαρτία, ἡ δὲ δύναµις τῆς ἁµαρτίας ὁ νόµος· 57 τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡµῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. 58 Ὥστε, ἀδελφοί µου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀµετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑµῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.
16 Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑµεῖς ποιήσατε. 2 κατὰ µίαν σαßßάτου ἕκαστος ὑµῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἐὰν εὐοδῶται, ἵνα µὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται. 3 ὅταν δὲ παραγένωµαι, οὓς ἐὰν δοκιµάσητε, δι’ ἐπιστολῶν τούτους πέµψω ἀπενεγκεῖν τὴν χάριν ὑµῶν εἰς Ἰερουσαλήµ· 4 ἐὰν δὲ ἄξιον ᾖ τοῦ κἀµὲ πορεύεσθαι, σὺν ἐµοὶ πορεύσονται.
5 Ἐλεύσοµαι δὲ πρὸς ὑµᾶς ὅταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχοµαι· 6 πρὸς ὑµᾶς δὲ τυχὸν παραµενῶ ἢ καὶ παραχειµάσω, ἵνα ὑµεῖς µε προπέµψητε οὗ ἐὰν πορεύωµαι. 7 οὐ θέλω γὰρ ὑµᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιµεῖναι πρὸς ὑµᾶς, ἐὰν ὁ κύριος ἐπιτρέψῃ. 8 ἐπιµενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς· 9 θύρα γάρ µοι ἀνέῳγεν µεγάλη καὶ ἐνεργής, καὶ ἀντικείµενοι πολλοί.
10 Ἐὰν δὲ ἔλθῃ Τιµόθεος, ßλέπετε ἵνα ἀφόßως γένηται πρὸς ὑµᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς κἀγώ· 11 µή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέµψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός µε, ἐκδέχοµαι γὰρ αὐτὸν µετὰ τῶν ἀδελφῶν.
12 Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑµᾶς µετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέληµα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε· 14 πάντα ὑµῶν ἐν ἀγάπῃ γινέσθω.
15 Παρακαλῶ δὲ ὑµᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· 16 ἵνα καὶ ὑµεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. 17 χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑµέτερον ὑστέρηµα οὗτοι ἀνεπλήρωσαν, 18 ἀνέπαυσαν γὰρ τὸ ἐµὸν πνεῦµα καὶ τὸ ὑµῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
19 Ἀσπάζονται ὑµᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζεται ὑµᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ. 20 ἀσπάζονται ὑµᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήµατι ἁγίῳ.
21 Ὁ ἀσπασµὸς τῇ ἐµῇ χειρὶ Παύλου. 22 εἴ τις οὐ φιλεῖ τὸν κύριον, ἤτω ἀνάθεµα. Μαρανα θα. 23 ἡ χάρις τοῦ κυρίου Ἰησοῦ µεθ’ ὑµῶν. 24 ἡ ἀγάπη µου µετὰ πάντων ὑµῶν ἐν Χριστῷ Ἰησοῦ.