Ἀποκάλυψις Ἰωάννου

1  Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ θεός, δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήµανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ,  2 ὃς ἐµαρτύρησεν τὸν λόγον τοῦ θεοῦ καὶ τὴν µαρτυρίαν Ἰησοῦ Χριστοῦ, ὅσα εἶδεν.  3 µακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραµµένα, ὁ γὰρ καιρὸς ἐγγύς.

4 Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόµενος, καὶ ἀπὸ τῶν ἑπτὰ πνευµάτων ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ,  5 καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ µάρτυς ὁ πιστός, ὁ πρωτότοκος τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν ßασιλέων τῆς γῆς.

Τῷ ἀγαπῶντι ἡµᾶς καὶ λύσαντι ἡµᾶς ἐκ τῶν ἁµαρτιῶν ἡµῶν ἐν τῷ αἵµατι αὐτοῦ,  6 καὶ ἐποίησεν ἡµᾶς ßασιλείαν, ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦ, αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας [τῶν αἰώνων]· ἀµήν.

7 Ἰδοὺ ἔρχεται µετὰ τῶν νεφελῶν,

καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλµὸς

καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν,

καὶ κόψονται ἐπ’ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς.

ναί, ἀµήν.

8 Ἐγώ εἰµι τὸ Ἄλφα καὶ τὸ Ὦ, λέγει κύριος ὁ θεός, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόµενος, ὁ παντοκράτωρ.

9 Ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑµῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ ßασιλείᾳ καὶ ὑποµονῇ ἐν Ἰησοῦ, ἐγενόµην ἐν τῇ νήσῳ τῇ καλουµένῃ Πάτµῳ διὰ τὸν λόγον τοῦ θεοῦ καὶ τὴν µαρτυρίαν Ἰησοῦ.  10 ἐγενόµην ἐν πνεύµατι ἐν τῇ κυριακῇ ἡµέρᾳ, καὶ ἤκουσα ὀπίσω µου φωνὴν µεγάλην ὡς σάλπιγγος  11 λεγούσης, Ὃ ßλέπεις γράψον εἰς ßιßλίον καὶ πέµψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς Ἔφεσον καὶ εἰς Σµύρναν καὶ εἰς Πέργαµον καὶ εἰς Θυάτιρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφειαν καὶ εἰς Λαοδίκειαν.

12 Καὶ ἐπέστρεψα ßλέπειν τὴν φωνὴν ἥτις ἐλάλει µετ’ ἐµοῦ· καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς,  13 καὶ ἐν µέσῳ τῶν λυχνιῶν ὅµοιον υἱὸν ἀνθρώπου, ἐνδεδυµένον ποδήρη καὶ περιεζωσµένον πρὸς τοῖς µαστοῖς ζώνην χρυσᾶν·  14 ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ὡς ἔριον λευκόν, ὡς χιών, καὶ οἱ ὀφθαλµοὶ αὐτοῦ ὡς φλὸξ πυρός,  15 καὶ οἱ πόδες αὐτοῦ ὅµοιοι χαλκολιßάνῳ ὡς ἐν καµίνῳ πεπυρωµένης, καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν,  16 καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτά, καὶ ἐκ τοῦ στόµατος αὐτοῦ ῥοµφαία δίστοµος ὀξεῖα ἐκπορευοµένη, καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάµει αὐτοῦ.

17 Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ’ ἐµὲ λέγων, Μὴ φοßοῦ· ἐγώ εἰµι ὁ πρῶτος καὶ ὁ ἔσχατος,  18 καὶ ὁ ζῶν, καὶ ἐγενόµην νεκρὸς καὶ ἰδοὺ ζῶν εἰµι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου.  19 γράψον οὖν ἃ εἶδες καὶ ἃ εἰσὶν καὶ ἃ µέλλει γενέσθαι µετὰ ταῦτα.  20 τὸ µυστήριον τῶν ἑπτὰ ἀστέρων οὓς εἶδες ἐπὶ τῆς δεξιᾶς µου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς· οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσιν, καὶ αἱ λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν.

2  Τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον·

Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν µέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·  2 Οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον καὶ τὴν ὑποµονήν σου, καὶ ὅτι οὐ δύνῃ ßαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς·  3 καὶ ὑποµονὴν ἔχεις, καὶ ἐßάστασας διὰ τὸ ὄνοµά µου, καὶ οὐ κεκοπίακες.  4 ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκες.  5 µνηµόνευε οὖν πόθεν πέπτωκας, καὶ µετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ µή, ἔρχοµαί σοι καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν µὴ µετανοήσῃς.  6 ἀλλὰ τοῦτο ἔχεις, ὅτι µισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ µισῶ.  7 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦµα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ θεοῦ.

8 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σµύρνῃ ἐκκλησίας γράψον·

Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·  9 Οἶδά σου τὴν θλῖψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ, καὶ τὴν ßλασφηµίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσὶν ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ.  10 µηδὲν φοßοῦ ἃ µέλλεις πάσχειν. ἰδοὺ µέλλει ßάλλειν ὁ διάßολος ἐξ ὑµῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡµερῶν δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.  11 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦµα λέγει ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ µὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.

12 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάµῳ ἐκκλησίας γράψον·

Τάδε λέγει ὁ ἔχων τὴν ῥοµφαίαν τὴν δίστοµον τὴν ὀξεῖαν·  13 Οἶδα ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ, καὶ κρατεῖς τὸ ὄνοµά µου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν µου καὶ ἐν ταῖς ἡµέραις Ἀντιπᾶς ὁ µάρτυς µου ὁ πιστός µου, ὃς ἀπεκτάνθη παρ’ ὑµῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ.  14 ἀλλ’ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάµ, ὃς ἐδίδασκεν τῷ Βαλὰκ ßαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι·  15 οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν Νικολαϊτῶν ὁµοίως.  16 µετανόησον οὖν· εἰ δὲ µή, ἔρχοµαί σοι ταχύ, καὶ πολεµήσω µετ’ αὐτῶν ἐν τῇ ῥοµφαίᾳ τοῦ στόµατός µου.  17 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦµα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ τοῦ µάννα τοῦ κεκρυµµένου, καὶ δώσω αὐτῷ ψῆφον λευκὴν καὶ ἐπὶ τὴν ψῆφον ὄνοµα καινὸν γεγραµµένον ὃ οὐδεὶς οἶδεν εἰ µὴ ὁ λαµßάνων.

18 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατίροις ἐκκλησίας γράψον·

Τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλµοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅµοιοι χαλκολιßάνῳ·  19 Οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑποµονήν σου, καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων.  20 ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάßελ, ἡ λέγουσα ἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐµοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα.  21 καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα µετανοήσῃ, καὶ οὐ θέλει µετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.  22 ἰδοὺ ßάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς µοιχεύοντας µετ’ αὐτῆς εἰς θλῖψιν µεγάλην, ἐὰν µὴ µετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς·  23 καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰµι ὁ ἐραυνῶν νεφροὺς καὶ καρδίας, καὶ δώσω ὑµῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑµῶν.  24 ὑµῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατίροις, ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσαν τὰ ßαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν, οὐ ßάλλω ἐφ’ ὑµᾶς ἄλλο ßάρος·  25 πλὴν ὃ ἔχετε κρατήσατε ἄχρις οὗ ἂν ἥξω.  26 καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα µου,

δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν,

27 καὶ ποιµανεῖ αὐτοὺς ἐν ῥάßδῳ σιδηρᾷ

ὡς τὰ σκεύη τὰ κεραµικὰ συντρίßεται,

28 ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός µου, καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν.  29 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦµα λέγει ταῖς ἐκκλησίαις.

3  Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύµατα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· Οἶδά σου τὰ ἔργα, ὅτι ὄνοµα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.  2 γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ἔµελλον ἀποθανεῖν, οὐ γὰρ εὕρηκά σου [τὰ] ἔργα πεπληρωµένα ἐνώπιον τοῦ θεοῦ µου·  3 µνηµόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει, καὶ µετανόησον. ἐὰν οὖν µὴ γρηγορήσῃς, ἥξω ὡς κλέπτης, καὶ οὐ µὴ γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ.  4 ἀλλὰ ἔχεις ὀλίγα ὀνόµατα ἐν Σάρδεσιν ἃ οὐκ ἐµόλυναν τὰ ἱµάτια αὐτῶν, καὶ περιπατήσουσιν µετ’ ἐµοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.  5 ὁ νικῶν οὕτως περιßαλεῖται ἐν ἱµατίοις λευκοῖς, καὶ οὐ µὴ ἐξαλείψω τὸ ὄνοµα αὐτοῦ ἐκ τῆς ßίßλου τῆς ζωῆς, καὶ ὁµολογήσω τὸ ὄνοµα αὐτοῦ ἐνώπιον τοῦ πατρός µου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.  6 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦµα λέγει ταῖς ἐκκλησίαις.

7 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον·

Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός,

ὁ ἔχων τὴν κλεῖν Δαυίδ,

ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει,

καὶ κλείων καὶ οὐδεὶς ἀνοίγει·

8 Οἶδά σου τὰ ἔργα, ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγµένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν, ὅτι µικρὰν ἔχεις δύναµιν, καὶ ἐτήρησάς µου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνοµά µου.  9 ἰδοὺ διδῶ ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται· ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἐγὼ ἠγάπησά σε.  10 ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑποµονῆς µου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασµοῦ τῆς µελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουµένης ὅλης πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.  11 ἔρχοµαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα µηδεὶς λάßῃ τὸν στέφανόν σου.  12 ὁ νικῶν ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ θεοῦ µου, καὶ ἔξω οὐ µὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ’ αὐτὸν τὸ ὄνοµα τοῦ θεοῦ µου καὶ τὸ ὄνοµα τῆς πόλεως τοῦ θεοῦ µου, τῆς καινῆς Ἰερουσαλήµ, ἡ καταßαίνουσα ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ µου, καὶ τὸ ὄνοµά µου τὸ καινόν.  13 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦµα λέγει ταῖς ἐκκλησίαις.

14 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον·

Τάδε λέγει ὁ Ἀµήν, ὁ µάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ·  15 Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς ἢ ζεστός.  16 οὕτως, ὅτι χλιαρὸς εἶ καὶ οὔτε ζεστὸς οὔτε ψυχρός, µέλλω σε ἐµέσαι ἐκ τοῦ στόµατός µου.  17 ὅτι λέγεις ὅτι Πλούσιός εἰµι καὶ πεπλούτηκα καὶ οὐδὲν χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυµνός,  18 συµßουλεύω σοι ἀγοράσαι παρ’ ἐµοῦ χρυσίον πεπυρωµένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱµάτια λευκὰ ἵνα περιßάλῃ καὶ µὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυµνότητός σου, καὶ κολλούριον ἐγχρῖσαι τοὺς ὀφθαλµούς σου ἵνα ßλέπῃς.  19 ἐγὼ ὅσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω· ζήλευε οὖν καὶ µετανόησον.  20 ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς µου καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσοµαι πρὸς αὐτὸν καὶ δειπνήσω µετ’ αὐτοῦ καὶ αὐτὸς µετ’ ἐµοῦ.  21 ὁ νικῶν δώσω αὐτῷ καθίσαι µετ’ ἐµοῦ ἐν τῷ θρόνῳ µου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα µετὰ τοῦ πατρός µου ἐν τῷ θρόνῳ αὐτοῦ.  22 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦµα λέγει ταῖς ἐκκλησίαις.

4  Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγµένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης µετ’ ἐµοῦ λέγων, Ἀνάßα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι µετὰ ταῦτα.  2 εὐθέως ἐγενόµην ἐν πνεύµατι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήµενος,  3 καὶ ὁ καθήµενος ὅµοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ὅµοιος ὁράσει σµαραγδίνῳ.  4 καὶ κυκλόθεν τοῦ θρόνου θρόνους εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς θρόνους εἴκοσι τέσσαρας πρεσßυτέρους καθηµένους περιßεßληµένους ἐν ἱµατίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.  5 καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ ßρονταί· καὶ ἑπτὰ λαµπάδες πυρὸς καιόµεναι ἐνώπιον τοῦ θρόνου, ἅ εἰσιν τὰ ἑπτὰ πνεύµατα τοῦ θεοῦ,  6 καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁµοία κρυστάλλῳ.

Καὶ ἐν µέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέµοντα ὀφθαλµῶν ἔµπροσθεν καὶ ὄπισθεν·  7 καὶ τὸ ζῷον τὸ πρῶτον ὅµοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅµοιον µόσχῳ, καὶ τὸ τρίτον ζῷον ἔχων τὸ πρόσωπον ὡς ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅµοιον ἀετῷ πετοµένῳ.  8 καὶ τὰ τέσσαρα ζῷα, ἓν καθ’ ἓν αὐτῶν ἔχων ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέµουσιν ὀφθαλµῶν· καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡµέρας καὶ νυκτὸς λέγοντες,

Ἅγιος ἅγιος ἅγιος

κύριος ὁ θεὸς ὁ παντοκράτωρ,

ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόµενος.

9 καὶ ὅταν δώσουσιν τὰ ζῷα δόξαν καὶ τιµὴν καὶ εὐχαριστίαν τῷ καθηµένῳ ἐπὶ τοῦ θρόνου τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,  10 πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσßύτεροι ἐνώπιον τοῦ καθηµένου ἐπὶ τοῦ θρόνου καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ ßαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες,

11 Ἄξιος εἶ, ὁ κύριος καὶ ὁ θεὸς ἡµῶν,

λαßεῖν τὴν δόξαν καὶ τὴν τιµὴν καὶ τὴν δύναµιν,

ὅτι σὺ ἔκτισας τὰ πάντα

καὶ διὰ τὸ θέληµά σου ἦσαν καὶ ἐκτίσθησαν.

5  Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθηµένου ἐπὶ τοῦ θρόνου ßιßλίον γεγραµµένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισµένον σφραγῖσιν ἑπτά.  2 καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ µεγάλῃ, Τίς ἄξιος ἀνοῖξαι τὸ ßιßλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;  3 καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ ßιßλίον οὔτε ßλέπειν αὐτό.  4 καὶ ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ ßιßλίον οὔτε ßλέπειν αὐτό.  5 καὶ εἷς ἐκ τῶν πρεσßυτέρων λέγει µοι, Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ἀνοῖξαι τὸ ßιßλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.

6 Καὶ εἶδον ἐν µέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν µέσῳ τῶν πρεσßυτέρων ἀρνίον ἑστηκὸς ὡς ἐσφαγµένον, ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλµοὺς ἑπτά, οἵ εἰσιν τὰ [ἑπτὰ] πνεύµατα τοῦ θεοῦ ἀπεσταλµένοι εἰς πᾶσαν τὴν γῆν.  7 καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθηµένου ἐπὶ τοῦ θρόνου.  8 καὶ ὅτε ἔλαßεν τὸ ßιßλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσßύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεµούσας θυµιαµάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων.  9 καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες,

Ἄξιος εἶ λαßεῖν τὸ ßιßλίον

καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ,

ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ θεῷ ἐν τῷ αἵµατί σου

ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους

10 καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡµῶν ßασιλείαν καὶ ἱερεῖς,

καὶ ßασιλεύσουσιν ἐπὶ τῆς γῆς.

11 Καὶ εἶδον, καὶ ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσßυτέρων, καὶ ἦν ὁ ἀριθµὸς αὐτῶν µυριάδες µυριάδων καὶ χιλιάδες χιλιάδων,  12 λέγοντες φωνῇ µεγάλῃ,

Ἄξιός ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγµένον λαßεῖν

τὴν δύναµιν καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν

καὶ τιµὴν καὶ δόξαν καὶ εὐλογίαν.

13 καὶ πᾶν κτίσµα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης, καὶ τὰ ἐν αὐτοῖς πάντα, ἤκουσα λέγοντας,

Τῷ καθηµένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ

ἡ εὐλογία καὶ ἡ τιµὴ καὶ ἡ δόξα καὶ τὸ κράτος

εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

14 καὶ τὰ τέσσαρα ζῷα ἔλεγον, Ἀµήν· καὶ οἱ πρεσßύτεροι ἔπεσαν καὶ προσεκύνησαν.

6  Καὶ εἶδον ὅτε ἤνοιξεν τὸ ἀρνίον µίαν ἐκ τῶν ἑπτὰ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος ὡς φωνῇ ßροντῆς, Ἔρχου.  2 καὶ εἶδον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήµενος ἐπ’ αὐτὸν ἔχων τόξον, καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθεν νικῶν καὶ ἵνα νικήσῃ.

3 Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν δευτέραν, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος, Ἔρχου.  4 καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός, καὶ τῷ καθηµένῳ ἐπ’ αὐτὸν ἐδόθη αὐτῷ λαßεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς καὶ ἵνα ἀλλήλους σφάξουσιν, καὶ ἐδόθη αὐτῷ µάχαιρα µεγάλη.

5 Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος, Ἔρχου. καὶ εἶδον, καὶ ἰδοὺ ἵππος µέλας, καὶ ὁ καθήµενος ἐπ’ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ.  6 καὶ ἤκουσα ὡς φωνὴν ἐν µέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν, Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες κριθῶν δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον µὴ ἀδικήσῃς.

7 Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα φωνὴν τοῦ τετάρτου ζῴου λέγοντος, Ἔρχου.  8 καὶ εἶδον, καὶ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήµενος ἐπάνω [αὐτοῦ] ὄνοµα αὐτῷ [ὁ] Θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει µετ’ αὐτοῦ· καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥοµφαίᾳ καὶ ἐν λιµῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.

9 Καὶ ὅτε ἤνοιξεν τὴν πέµπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγµένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν µαρτυρίαν ἣν εἶχον.  10 καὶ ἔκραξαν φωνῇ µεγάλῃ λέγοντες, Ἕως πότε, ὁ δεσπότης ὁ ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷµα ἡµῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς;  11 καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσονται ἔτι χρόνον µικρόν, ἕως πληρωθῶσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ µέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί.

12 Καὶ εἶδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισµὸς µέγας ἐγένετο, καὶ ὁ ἥλιος ἐγένετο µέλας ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷµα,  13 καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ ßάλλει τοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέµου µεγάλου σειοµένη,  14 καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς ßιßλίον ἑλισσόµενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν.  15 καὶ οἱ ßασιλεῖς τῆς γῆς καὶ οἱ µεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων·  16 καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις, Πέσετε ἐφ’ ἡµᾶς καὶ κρύψατε ἡµᾶς ἀπὸ προσώπου τοῦ καθηµένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου,  17 ὅτι ἦλθεν ἡ ἡµέρα ἡ µεγάλη τῆς ὀργῆς αὐτῶν, καὶ τίς δύναται σταθῆναι;

7  Μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέµους τῆς γῆς, ἵνα µὴ πνέῃ ἄνεµος ἐπὶ τῆς γῆς µήτε ἐπὶ τῆς θαλάσσης µήτε ἐπὶ πᾶν δένδρον.  2 καὶ εἶδον ἄλλον ἄγγελον ἀναßαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἔκραξεν φωνῇ µεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,  3 λέγων, Μὴ ἀδικήσητε τὴν γῆν µήτε τὴν θάλασσαν µήτε τὰ δένδρα ἄχρι σφραγίσωµεν τοὺς δούλους τοῦ θεοῦ ἡµῶν ἐπὶ τῶν µετώπων αὐτῶν.  4 καὶ ἤκουσα τὸν ἀριθµὸν τῶν ἐσφραγισµένων, ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, ἐσφραγισµένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·

5 ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισµένοι,

ἐκ φυλῆς Ῥουßὴν δώδεκα χιλιάδες,

ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,

6 ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Νεφθαλὶµ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,

7 ἐκ φυλῆς Συµεὼν δώδεκα χιλιάδες,

ἐκ φυλῆς Λευὶ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Ἰσσαχὰρ δώδεκα χιλιάδες,

8 ἐκ φυλῆς Ζαßουλὼν δώδεκα χιλιάδες,

ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Βενιαµεὶν δώδεκα χιλιάδες ἐσφραγισµένοι.

9 Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθµῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιßεßληµένους στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·  10 καὶ κράζουσιν φωνῇ µεγάλῃ λέγοντες,

Ἡ σωτηρία τῷ θεῷ ἡµῶν τῷ καθηµένῳ ἐπὶ

τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ.

11 καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσßυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ,  12 λέγοντες,

Ἀµήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ

ἡ εὐχαριστία καὶ ἡ τιµὴ καὶ ἡ δύναµις καὶ ἡ

ἰσχὺς τῷ θεῷ ἡµῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων·

ἀµήν.

13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσßυτέρων λέγων µοι, Οὗτοι οἱ περιßεßληµένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον;  14 καὶ εἴρηκα αὐτῷ, Κύριέ µου, σὺ οἶδας. καὶ εἶπέν µοι, Οὗτοί εἰσιν οἱ ἐρχόµενοι ἐκ τῆς θλίψεως τῆς µεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵµατι τοῦ ἀρνίου.

15 διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ

καὶ λατρεύουσιν αὐτῷ ἡµέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ,

καὶ ὁ καθήµενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ’ αὐτούς.

16 οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι

οὐδὲ µὴ πέσῃ ἐπ’ αὐτοὺς ὁ ἥλιος

οὐδὲ πᾶν καῦµα,

17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ µέσον τοῦ θρόνου ποιµανεῖ αὐτούς

καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων,

καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλµῶν αὐτῶν.

8  Καὶ ὅταν ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑßδόµην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡµίωρον.  2 καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.

3 Καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου ἔχων λιßανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυµιάµατα πολλὰ ἵνα δώσει ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.  4 καὶ ἀνέßη ὁ καπνὸς τῶν θυµιαµάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ.  5 καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιßανωτόν, καὶ ἐγέµισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔßαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο ßρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισµός.

6 Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίµασαν αὑτοὺς ἵνα σαλπίσωσιν.

7 Καὶ ὁ πρῶτος ἐσάλπισεν· καὶ ἐγένετο χάλαζα καὶ πῦρ µεµιγµένα ἐν αἵµατι, καὶ ἐßλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.

8 Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν· καὶ ὡς ὄρος µέγα πυρὶ καιόµενον ἐßλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷµα,  9 καὶ ἀπέθανεν τὸ τρίτον τῶν κτισµάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρησαν.

10 Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν· καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ µέγας καιόµενος ὡς λαµπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταµῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.  11 καὶ τὸ ὄνοµα τοῦ ἀστέρος λέγεται ὁ Ἄψινθος. καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.

12 Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν· καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ ἡ ἡµέρα µὴ φάνῃ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁµοίως.

13 Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετοµένου ἐν µεσουρανήµατι λέγοντος φωνῇ µεγάλῃ, Οὐαὶ οὐαὶ οὐαὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν µελλόντων σαλπίζειν.

9  Καὶ ὁ πέµπτος ἄγγελος ἐσάλπισεν· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀßύσσου.  2 καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀßύσσου, καὶ ἀνέßη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καµίνου µεγάλης, καὶ ἐσκοτώθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος.  3 καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτοῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς.  4 καὶ ἐρρέθη αὐτοῖς ἵνα µὴ ἀδικήσουσιν τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ µὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν µετώπων.  5 καὶ ἐδόθη αὐτοῖς ἵνα µὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ’ ἵνα ßασανισθήσονται µῆνας πέντε· καὶ ὁ ßασανισµὸς αὐτῶν ὡς ßασανισµὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον.  6 καὶ ἐν ταῖς ἡµέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ µὴ εὑρήσουσιν αὐτόν, καὶ ἐπιθυµήσουσιν ἀποθανεῖν καὶ φεύγει ὁ θάνατος ἀπ’ αὐτῶν.

7 Καὶ τὰ ὁµοιώµατα τῶν ἀκρίδων ὅµοιοι ἵπποις ἡτοιµασµένοις εἰς πόλεµον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅµοιοι χρυσῷ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων,  8 καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν,  9 καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρµάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεµον.  10 καὶ ἔχουσιν οὐρὰς ὁµοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἡ ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους µῆνας πέντε.  11 ἔχουσιν ἐπ’ αὐτῶν ßασιλέα τὸν ἄγγελον τῆς ἀßύσσου· ὄνοµα αὐτῷ Ἑßραϊστὶ Ἀßαδδὼν καὶ ἐν τῇ Ἑλληνικῇ ὄνοµα ἔχει Ἀπολλύων.

12 Ἡ οὐαὶ ἡ µία ἀπῆλθεν· ἰδοὺ ἔρχεται ἔτι δύο οὐαὶ µετὰ ταῦτα.

13 Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν· καὶ ἤκουσα φωνὴν µίαν ἐκ τῶν κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ,  14 λέγοντα τῷ ἕκτῳ ἀγγέλῳ, ὁ ἔχων τὴν σάλπιγγα, Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεµένους ἐπὶ τῷ ποταµῷ τῷ µεγάλῳ Εὐφράτῃ.  15 καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιµασµένοι εἰς τὴν ὥραν καὶ ἡµέραν καὶ µῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων.  16 καὶ ὁ ἀριθµὸς τῶν στρατευµάτων τοῦ ἱππικοῦ δισµυριάδες µυριάδων· ἤκουσα τὸν ἀριθµὸν αὐτῶν.  17 καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθηµένους ἐπ’ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στοµάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον.  18 ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευοµένου ἐκ τῶν στοµάτων αὐτῶν.  19 ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόµατι αὐτῶν ἐστιν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅµοιαι ὄφεσιν, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.

20 Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὐδὲ µετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα µὴ προσκυνήσουσιν τὰ δαιµόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε ßλέπειν δύνανται οὔτε ἀκούειν οὔτε περιπατεῖν,  21 καὶ οὐ µετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν φαρµάκων αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεµµάτων αὐτῶν.

10  Καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν καταßαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιßεßληµένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός,  2 καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ ßιßλαρίδιον ἠνεῳγµένον. καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυµον ἐπὶ τῆς γῆς,  3 καὶ ἔκραξεν φωνῇ µεγάλῃ ὥσπερ λέων µυκᾶται. καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ ßρονταὶ τὰς ἑαυτῶν φωνάς.  4 καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ ßρονταί, ἔµελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ ßρονταί, καὶ µὴ αὐτὰ γράψῃς.  5 Καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς,

ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανὸν

6 καὶ ὤµοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,

ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται,  7 ἀλλ’ ἐν ταῖς ἡµέραις τῆς φωνῆς τοῦ ἑßδόµου ἀγγέλου, ὅταν µέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ µυστήριον τοῦ θεοῦ, ὡς εὐηγγέλισεν τοὺς ἑαυτοῦ δούλους τοὺς προφήτας.

8 Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν λαλοῦσαν µετ’ ἐµοῦ καὶ λέγουσαν, Ὕπαγε λάßε τὸ ßιßλίον τὸ ἠνεῳγµένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.  9 καὶ ἀπῆλθα πρὸς τὸν ἄγγελον λέγων αὐτῷ δοῦναί µοι τὸ ßιßλαρίδιον. καὶ λέγει µοι, Λάßε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ’ ἐν τῷ στόµατί σου ἔσται γλυκὺ ὡς µέλι.  10 καὶ ἔλαßον τὸ ßιßλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόµατί µου ὡς µέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία µου.  11 καὶ λέγουσίν µοι, Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἔθνεσιν καὶ γλώσσαις καὶ ßασιλεῦσιν πολλοῖς.

11  Καὶ ἐδόθη µοι κάλαµος ὅµοιος ῥάßδῳ, λέγων, Ἔγειρε καὶ µέτρησον τὸν ναὸν τοῦ θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ.  2 καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκßαλε ἔξωθεν καὶ µὴ αὐτὴν µετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσιν, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν µῆνας τεσσαράκοντα δύο.  3 καὶ δώσω τοῖς δυσὶν µάρτυσίν µου, καὶ προφητεύσουσιν ἡµέρας χιλίας διακοσίας ἑξήκοντα περιßεßληµένοι σάκκους.  4 οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ κυρίου τῆς γῆς ἑστῶτες.  5 καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόµατος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις θελήσει αὐτοὺς ἀδικῆσαι, οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι.  6 οὗτοι ἔχουσιν τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν, ἵνα µὴ ὑετὸς ßρέχῃ τὰς ἡµέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷµα καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν.  7 καὶ ὅταν τελέσωσιν τὴν µαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναßαῖνον ἐκ τῆς ἀßύσσου ποιήσει µετ’ αὐτῶν πόλεµον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς.  8 καὶ τὸ πτῶµα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς µεγάλης, ἥτις καλεῖται πνευµατικῶς Σόδοµα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ κύριος αὐτῶν ἐσταυρώθη.  9 καὶ ßλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶµα αὐτῶν ἡµέρας τρεῖς καὶ ἥµισυ, καὶ τὰ πτώµατα αὐτῶν οὐκ ἀφίουσιν τεθῆναι εἰς µνῆµα.  10 καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπ’ αὐτοῖς καὶ εὐφραίνονται, καὶ δῶρα πέµψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐßασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.  11 καὶ µετὰ τὰς τρεῖς ἡµέρας καὶ ἥµισυ πνεῦµα ζωῆς ἐκ τοῦ θεοῦ εἰσῆλθεν ἐν αὐτοῖς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόßος µέγας ἐπέπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς.  12 καὶ ἤκουσαν φωνῆς µεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης αὐτοῖς, Ἀνάßατε ὧδε· καὶ ἀνέßησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.  13 Καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐγένετο σεισµὸς µέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισµῷ ὀνόµατα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔµφοßοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ θεῷ τοῦ οὐρανοῦ.

14 Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ.

15 Καὶ ὁ ἕßδοµος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένοντο φωναὶ µεγάλαι ἐν τῷ οὐρανῷ λέγοντες,

Ἐγένετο ἡ ßασιλεία τοῦ κόσµου τοῦ κυρίου ἡµῶν

καὶ τοῦ Χριστοῦ αὐτοῦ,

καὶ ßασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

16 καὶ οἱ εἴκοσι τέσσαρες πρεσßύτεροι οἳ ἐνώπιον τοῦ θεοῦ κάθηνται ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ  17 λέγοντες,

Εὐχαριστοῦµέν σοι, κύριε ὁ θεὸς ὁ παντοκράτωρ,

ὁ ὢν καὶ ὁ ἦν,

ὅτι εἴληφας τὴν δύναµίν σου τὴν µεγάλην

καὶ ἐßασίλευσας.

18 καὶ τὰ ἔθνη ὠργίσθησαν,

καὶ ἦλθεν ἡ ὀργή σου

καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι

καὶ δοῦναι τὸν µισθὸν τοῖς δούλοις σου τοῖς προφήταις

καὶ τοῖς ἁγίοις καὶ τοῖς φοßουµένοις τὸ ὄνοµά σου,

τοὺς µικροὺς καὶ τοὺς µεγάλους,

καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.

19 καὶ ἠνοίγη ὁ ναὸς τοῦ θεοῦ [ὁ] ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιßωτὸς τῆς διαθήκης αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ· καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ ßρονταὶ καὶ σεισµὸς καὶ χάλαζα µεγάλη.

12  Καὶ σηµεῖον µέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιßεßληµένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα,  2 καὶ ἐν γαστρὶ ἔχουσα, καὶ κράζει ὠδίνουσα καὶ ßασανιζοµένη τεκεῖν.  3 καὶ ὤφθη ἄλλο σηµεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδοὺ δράκων πυρρὸς µέγας, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήµατα,  4 καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ καὶ ἔßαλεν αὐτοὺς εἰς τὴν γῆν. καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς µελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ.  5 καὶ ἔτεκεν υἱόν, ἄρσεν, ὃς µέλλει ποιµαίνειν πάντα τὰ ἔθνη ἐν ῥάßδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ.  6 καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρηµον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιµασµένον ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡµέρας χιλίας διακοσίας ἑξήκοντα.

7 Καὶ ἐγένετο πόλεµος ἐν τῷ οὐρανῷ, ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ τοῦ πολεµῆσαι µετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπολέµησεν καὶ οἱ ἄγγελοι αὐτοῦ,  8 καὶ οὐκ ἴσχυσεν, οὐδὲ τόπος εὑρέθη αὐτῶν ἔτι ἐν τῷ οὐρανῷ.  9 καὶ ἐßλήθη ὁ δράκων ὁ µέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούµενος Διάßολος καὶ ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουµένην ὅλην, ἐßλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ µετ’ αὐτοῦ ἐßλήθησαν.  10 καὶ ἤκουσα φωνὴν µεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν,

Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναµις

καὶ ἡ ßασιλεία τοῦ θεοῦ ἡµῶν

καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ,

ὅτι ἐßλήθη ὁ κατήγωρ τῶν ἀδελφῶν ἡµῶν,

ὁ κατηγορῶν αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡµῶν

ἡµέρας καὶ νυκτός.

11 καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷµα τοῦ ἀρνίου

καὶ διὰ τὸν λόγον τῆς µαρτυρίας αὐτῶν

καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου.

12 διὰ τοῦτο εὐφραίνεσθε, [οἱ] οὐρανοὶ

καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες.

οὐαὶ τὴν γῆν καὶ τὴν θάλασσαν,

ὅτι κατέßη ὁ διάßολος πρὸς ὑµᾶς

ἔχων θυµὸν µέγαν,

εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.

13 Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐßλήθη εἰς τὴν γῆν, ἐδίωξεν τὴν γυναῖκα ἥτις ἔτεκεν τὸν ἄρσενα.  14 καὶ ἐδόθησαν τῇ γυναικὶ αἱ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ µεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρηµον εἰς τὸν τόπον αὐτῆς, ὅπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥµισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως.  15 καὶ ἔßαλεν ὁ ὄφις ἐκ τοῦ στόµατος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταµόν, ἵνα αὐτὴν ποταµοφόρητον ποιήσῃ.  16 καὶ ἐßοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόµα αὐτῆς καὶ κατέπιεν τὸν ποταµὸν ὃν ἔßαλεν ὁ δράκων ἐκ τοῦ στόµατος αὐτοῦ.  17 καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθεν ποιῆσαι πόλεµον µετὰ τῶν λοιπῶν τοῦ σπέρµατος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν µαρτυρίαν Ἰησοῦ·  18 καὶ ἐστάθη ἐπὶ τὴν ἄµµον τῆς θαλάσσης.

13  Καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναßαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήµατα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὄνοµα ßλασφηµίας.  2 καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅµοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόµα αὐτοῦ ὡς στόµα λέοντος. καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναµιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν µεγάλην.  3 καὶ µίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγµένην εἰς θάνατον, καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. καὶ ἐθαυµάσθη ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου,  4 καὶ προσεκύνησαν τῷ δράκοντι ὅτι ἔδωκεν τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες, Τίς ὅµοιος τῷ θηρίῳ, καὶ τίς δύναται πολεµῆσαι µετ’ αὐτοῦ;

5 Καὶ ἐδόθη αὐτῷ στόµα λαλοῦν µεγάλα καὶ ßλασφηµίας, καὶ ἐδόθη αὐτῷ ἐξουσία ποιῆσαι µῆνας τεσσαράκοντα δύο.  6 καὶ ἤνοιξεν τὸ στόµα αὐτοῦ εἰς ßλασφηµίας πρὸς τὸν θεόν, ßλασφηµῆσαι τὸ ὄνοµα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας.  7 καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεµον µετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος.  8 καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, οὗ οὐ γέγραπται τὸ ὄνοµα αὐτοῦ ἐν τῷ ßιßλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγµένου ἀπὸ καταßολῆς κόσµου.

9 Εἴ τις ἔχει οὖς ἀκουσάτω.

10 εἴ τις εἰς αἰχµαλωσίαν,

εἰς αἰχµαλωσίαν ὑπάγει·

εἴ τις ἐν µαχαίρῃ ἀποκτανθῆναι

αὐτὸν ἐν µαχαίρῃ ἀποκτανθῆναι.

Ὧδέ ἐστιν ἡ ὑποµονὴ καὶ ἡ πίστις τῶν ἁγίων.

11 Καὶ εἶδον ἄλλο θηρίον ἀναßαῖνον ἐκ τῆς γῆς, καὶ εἶχεν κέρατα δύο ὅµοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων.  12 καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσουσιν τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ.  13 καὶ ποιεῖ σηµεῖα µεγάλα, ἵνα καὶ πῦρ ποιῇ ἐκ τοῦ οὐρανοῦ καταßαίνειν εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων.  14 καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σηµεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ὃς ἔχει τὴν πληγὴν τῆς µαχαίρης καὶ ἔζησεν.  15 καὶ ἐδόθη αὐτῷ δοῦναι πνεῦµα τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ ἵνα ὅσοι ἐὰν µὴ προσκυνήσωσιν τῇ εἰκόνι τοῦ θηρίου ἀποκτανθῶσιν.  16 καὶ ποιεῖ πάντας, τοὺς µικροὺς καὶ τοὺς µεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δῶσιν αὐτοῖς χάραγµα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τὸ µέτωπον αὐτῶν,  17 καὶ ἵνα µή τις δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ µὴ ὁ ἔχων τὸ χάραγµα, τὸ ὄνοµα τοῦ θηρίου ἢ τὸν ἀριθµὸν τοῦ ὀνόµατος αὐτοῦ.  18 Ὧδε ἡ σοφία ἐστίν· ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθµὸν τοῦ θηρίου, ἀριθµὸς γὰρ ἀνθρώπου ἐστίν· καὶ ὁ ἀριθµὸς αὐτοῦ ἑξακόσιοι ἑξήκοντα ἕξ.

14  Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ µετ’ αὐτοῦ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνοµα αὐτοῦ καὶ τὸ ὄνοµα τοῦ πατρὸς αὐτοῦ γεγραµµένον ἐπὶ τῶν µετώπων αὐτῶν.  2 καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν ßροντῆς µεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν.  3 καὶ ᾄδουσιν [ὡς] ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσßυτέρων· καὶ οὐδεὶς ἐδύνατο µαθεῖν τὴν ᾠδὴν εἰ µὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασµένοι ἀπὸ τῆς γῆς.  4 οὗτοί εἰσιν οἳ µετὰ γυναικῶν οὐκ ἐµολύνθησαν, παρθένοι γάρ εἰσιν. οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ. οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ,  5 καὶ ἐν τῷ στόµατι αὐτῶν οὐχ εὑρέθη ψεῦδος· ἄµωµοί εἰσιν.

6 Καὶ εἶδον ἄλλον ἄγγελον πετόµενον ἐν µεσουρανήµατι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ἐπὶ τοὺς καθηµένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν,  7 λέγων ἐν φωνῇ µεγάλῃ, Φοßήθητε τὸν θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων.

8 Καὶ ἄλλος δεύτερος [ἄγγελος] ἠκολούθησεν λέγων, Ἔπεσεν, ἔπεσεν Βαßυλὼν ἡ µεγάλη, ἣ ἐκ τοῦ οἴνου τοῦ θυµοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη.

9 Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ µεγάλῃ, Εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαµßάνει χάραγµα ἐπὶ τοῦ µετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,  10 καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυµοῦ τοῦ θεοῦ τοῦ κεκερασµένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ ßασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον ἀγγέλων ἁγίων καὶ ἐνώπιον τοῦ ἀρνίου.  11 καὶ ὁ καπνὸς τοῦ ßασανισµοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναßαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡµέρας καὶ νυκτός, οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαµßάνει τὸ χάραγµα τοῦ ὀνόµατος αὐτοῦ.  12 Ὧδε ἡ ὑποµονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.

13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης, Γράψον· Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπ’ ἄρτι. ναί, λέγει τὸ πνεῦµα, ἵνα ἀναπαήσονται ἐκ τῶν κόπων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ µετ’ αὐτῶν.

14 Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήµενον ὅµοιον υἱὸν ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.  15 καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ, κράζων ἐν φωνῇ µεγάλῃ τῷ καθηµένῳ ἐπὶ τῆς νεφέλης, Πέµψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθεν ἡ ὥρα θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισµὸς τῆς γῆς.  16 καὶ ἔßαλεν ὁ καθήµενος ἐπὶ τῆς νεφέλης τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.

17 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ.  18 Καὶ ἄλλος ἄγγελος ἐκ τοῦ θυσιαστηρίου, ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησεν φωνῇ µεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων, Πέµψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς ßότρυας τῆς ἀµπέλου τῆς γῆς, ὅτι ἤκµασαν αἱ σταφυλαὶ αὐτῆς.  19 καὶ ἔßαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησεν τὴν ἄµπελον τῆς γῆς καὶ ἔßαλεν εἰς τὴν ληνὸν τοῦ θυµοῦ τοῦ θεοῦ τὸν µέγαν.  20 καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷµα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων.

15  Καὶ εἶδον ἄλλο σηµεῖον ἐν τῷ οὐρανῷ µέγα καὶ θαυµαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυµὸς τοῦ θεοῦ.

2 Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην µεµιγµένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθµοῦ τοῦ ὀνόµατος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ.  3 καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες,

Μεγάλα καὶ θαυµαστὰ τὰ ἔργα σου,

κύριε ὁ θεὸς ὁ παντοκράτωρ·

δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου,

ὁ ßασιλεὺς τῶν ἐθνῶν·

4 τίς οὐ µὴ φοßηθῇ, κύριε,

καὶ δοξάσει τὸ ὄνοµά σου;

ὅτι µόνος ὅσιος,

ὅτι πάντα τὰ ἔθνη ἥξουσιν

καὶ προσκυνήσουσιν ἐνώπιόν σου,

ὅτι τὰ δικαιώµατά σου ἐφανερώθησαν.

5 Καὶ µετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ µαρτυρίου ἐν τῷ οὐρανῷ,  6 καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι [οἱ] ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, ἐνδεδυµένοι λίνον καθαρὸν λαµπρὸν καὶ περιεζωσµένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.  7 καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεµούσας τοῦ θυµοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  8 καὶ ἐγεµίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάµεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.

16  Καὶ ἤκουσα µεγάλης φωνῆς ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις, Ὑπάγετε καὶ ἐκχέετε τὰς ἑπτὰ φιάλας τοῦ θυµοῦ τοῦ θεοῦ εἰς τὴν γῆν.

2 Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγµα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.

3 Καὶ ὁ δεύτερος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷµα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζωῆς ἀπέθανεν, τὰ ἐν τῇ θαλάσσῃ.

4 Καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταµοὺς καὶ τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷµα.  5 καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος,

Δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, ὁ ὅσιος,

ὅτι ταῦτα ἔκρινας,

6 ὅτι αἷµα ἁγίων καὶ προφητῶν ἐξέχεαν

καὶ αἷµα αὐτοῖς [δ]έδωκας πιεῖν,

ἄξιοί εἰσιν.

7 καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος,

Ναί, κύριε ὁ θεὸς ὁ παντοκράτωρ,

ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.

8 Καὶ ὁ τέταρτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυµατίσαι τοὺς ἀνθρώπους ἐν πυρί.  9 καὶ ἐκαυµατίσθησαν οἱ ἄνθρωποι καῦµα µέγα, καὶ ἐßλασφήµησαν τὸ ὄνοµα τοῦ θεοῦ τοῦ ἔχοντος τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ µετενόησαν δοῦναι αὐτῷ δόξαν.

10 Καὶ ὁ πέµπτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ ßασιλεία αὐτοῦ ἐσκοτωµένη, καὶ ἐµασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου,  11 καὶ ἐßλασφήµησαν τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ µετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.

12 Καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταµὸν τὸν µέγαν τὸν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιµασθῇ ἡ ὁδὸς τῶν ßασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου.  13 Καὶ εἶδον ἐκ τοῦ στόµατος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόµατος τοῦ θηρίου καὶ ἐκ τοῦ στόµατος τοῦ ψευδοπροφήτου πνεύµατα τρία ἀκάθαρτα ὡς ßάτραχοι·  14 εἰσὶν γὰρ πνεύµατα δαιµονίων ποιοῦντα σηµεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς ßασιλεῖς τῆς οἰκουµένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεµον τῆς µεγάλης ἡµέρας τοῦ θεοῦ τοῦ παντοκράτορος.  15 Ἰδοὺ ἔρχοµαι ὡς κλέπτης. µακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱµάτια αὐτοῦ, ἵνα µὴ γυµνὸς περιπατῇ καὶ ßλέπωσιν τὴν ἀσχηµοσύνην αὐτοῦ.  16 καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούµενον Ἑßραϊστὶ Ἁρµαγεδών.

17 Καὶ ὁ ἕßδοµος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα· καὶ ἐξῆλθεν φωνὴ µεγάλη ἐκ τοῦ ναοῦ ἀπὸ τοῦ θρόνου λέγουσα, Γέγονεν.  18 καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ ßρονταί, καὶ σεισµὸς ἐγένετο µέγας οἷος οὐκ ἐγένετο ἀφ’ οὗ ἄνθρωπος ἐγένετο ἐπὶ τῆς γῆς τηλικοῦτος σεισµὸς οὕτω µέγας.  19 καὶ ἐγένετο ἡ πόλις ἡ µεγάλη εἰς τρία µέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν. καὶ Βαßυλὼν ἡ µεγάλη ἐµνήσθη ἐνώπιον τοῦ θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυµοῦ τῆς ὀργῆς αὐτοῦ.  20 καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν.  21 καὶ χάλαζα µεγάλη ὡς ταλαντιαία καταßαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐßλασφήµησαν οἱ ἄνθρωποι τὸν θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι µεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα.

17  Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησεν µετ’ ἐµοῦ λέγων, Δεῦρο, δείξω σοι τὸ κρίµα τῆς πόρνης τῆς µεγάλης τῆς καθηµένης ἐπὶ ὑδάτων πολλῶν,  2 µεθ’ ἧς ἐπόρνευσαν οἱ ßασιλεῖς τῆς γῆς, καὶ ἐµεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς.  3 καὶ ἀπήνεγκέν µε εἰς ἔρηµον ἐν πνεύµατι. καὶ εἶδον γυναῖκα καθηµένην ἐπὶ θηρίον κόκκινον, γέµοντα ὀνόµατα ßλασφηµίας, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.  4 καὶ ἡ γυνὴ ἦν περιßεßληµένη πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωµένη χρυσίῳ καὶ λίθῳ τιµίῳ καὶ µαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέµον ßδελυγµάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς,  5 καὶ ἐπὶ τὸ µέτωπον αὐτῆς ὄνοµα γεγραµµένον, µυστήριον, Βαßυλὼν ἡ µεγάλη, ἡ µήτηρ τῶν πορνῶν καὶ τῶν ßδελυγµάτων τῆς γῆς.  6 καὶ εἶδον τὴν γυναῖκα µεθύουσαν ἐκ τοῦ αἵµατος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵµατος τῶν µαρτύρων Ἰησοῦ.

Καὶ ἐθαύµασα ἰδὼν αὐτὴν θαῦµα µέγα.  7 καὶ εἶπέν µοι ὁ ἄγγελος, Διὰ τί ἐθαύµασας; ἐγὼ ἐρῶ σοι τὸ µυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ ßαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα·  8 τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστιν, καὶ µέλλει ἀναßαίνειν ἐκ τῆς ἀßύσσου, καὶ εἰς ἀπώλειαν ὑπάγει· καὶ θαυµασθήσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνοµα ἐπὶ τὸ ßιßλίον τῆς ζωῆς ἀπὸ καταßολῆς κόσµου, ßλεπόντων τὸ θηρίον ὅτι ἦν καὶ οὐκ ἔστιν καὶ παρέσται.  9 ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ’ αὐτῶν. καὶ ßασιλεῖς ἑπτά εἰσιν·  10 οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ µεῖναι.  11 καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστιν, καὶ αὐτὸς ὄγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει.  12 καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα ßασιλεῖς εἰσιν, οἵτινες ßασιλείαν οὔπω ἔλαßον, ἀλλὰ ἐξουσίαν ὡς ßασιλεῖς µίαν ὥραν λαµßάνουσιν µετὰ τοῦ θηρίου.  13 οὗτοι µίαν γνώµην ἔχουσιν, καὶ τὴν δύναµιν καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν.  14 οὗτοι µετὰ τοῦ ἀρνίου πολεµήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ ßασιλεὺς ßασιλέων, καὶ οἱ µετ’ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.

15 Καὶ λέγει µοι, Τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλῶσσαι.  16 καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι µισήσουσιν τὴν πόρνην, καὶ ἠρηµωµένην ποιήσουσιν αὐτὴν καὶ γυµνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί·  17 ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώµην αὐτοῦ, καὶ ποιῆσαι µίαν γνώµην καὶ δοῦναι τὴν ßασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ.  18 καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ µεγάλη ἡ ἔχουσα ßασιλείαν ἐπὶ τῶν ßασιλέων τῆς γῆς.

18  Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταßαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν µεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.  2 καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων,

Ἔπεσεν, ἔπεσεν Βαßυλὼν ἡ µεγάλη,

καὶ ἐγένετο κατοικητήριον δαιµονίων

καὶ φυλακὴ παντὸς πνεύµατος ἀκαθάρτου

καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου

[καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου] καὶ µεµισηµένου,

3 ὅτι ἐκ τοῦ οἴνου τοῦ θυµοῦ τῆς πορνείας αὐτῆς

πεπότικεν πάντα τὰ ἔθνη

καὶ οἱ ßασιλεῖς τῆς γῆς µετ’ αὐτῆς ἐπόρνευσαν

καὶ οἱ ἔµποροι τῆς γῆς ἐκ τῆς δυνάµεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.

4 Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν,

Ἐξέλθατε, ὁ λαός µου, ἐξ αὐτῆς

ἵνα µὴ συγκοινωνήσητε ταῖς ἁµαρτίαις αὐτῆς,

καὶ ἐκ τῶν πληγῶν αὐτῆς

ἵνα µὴ λάßητε,

5 ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁµαρτίαι ἄχρι τοῦ οὐρανοῦ

καὶ ἐµνηµόνευσεν ὁ θεὸς τὰ ἀδικήµατα αὐτῆς.

6 ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν

καὶ διπλώσατε [τὰ] διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς,

ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν,

7 ὅσα ἐδόξασεν αὑτὴν καὶ ἐστρηνίασεν,

τοσοῦτον δότε αὐτῇ ßασανισµὸν καὶ πένθος.

ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι

Κάθηµαι ßασίλισσα

καὶ χήρα οὐκ εἰµί

καὶ πένθος οὐ µὴ ἴδω.

8 διὰ τοῦτο ἐν µιᾷ ἡµέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς,

θάνατος καὶ πένθος καὶ λιµός,

καὶ ἐν πυρὶ κατακαυθήσεται,

ὅτι ἰσχυρὸς κύριος ὁ θεὸς ὁ κρίνας αὐτήν.

9 Καὶ κλαύσουσιν καὶ κόψονται ἐπ’ αὐτὴν οἱ ßασιλεῖς τῆς γῆς οἱ µετ’ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν ßλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,  10 ἀπὸ µακρόθεν ἑστηκότες διὰ τὸν φόßον τοῦ ßασανισµοῦ αὐτῆς, λέγοντες,

Οὐαὶ οὐαί, ἡ πόλις ἡ µεγάλη,

Βαßυλὼν ἡ πόλις ἡ ἰσχυρά,

ὅτι µιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.

11 Καὶ οἱ ἔµποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσιν ἐπ’ αὐτήν, ὅτι τὸν γόµον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι,  12 γόµον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιµίου καὶ µαργαριτῶν καὶ ßυσσίνου καὶ πορφύρας καὶ σιρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιµιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ µαρµάρου,  13 καὶ κιννάµωµον καὶ ἄµωµον καὶ θυµιάµατα καὶ µύρον καὶ λίßανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεµίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόßατα, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωµάτων, καὶ ψυχὰς ἀνθρώπων.

14 καὶ ἡ ὀπώρα σου τῆς ἐπιθυµίας τῆς ψυχῆς

ἀπῆλθεν ἀπὸ σοῦ,

καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαµπρὰ

ἀπώλετο ἀπὸ σοῦ

καὶ οὐκέτι οὐ µὴ αὐτὰ εὑρήσουσιν.

15 οἱ ἔµποροι τούτων, οἱ πλουτήσαντες ἀπ’ αὐτῆς, ἀπὸ µακρόθεν στήσονται διὰ τὸν φόßον τοῦ ßασανισµοῦ αὐτῆς, κλαίοντες καὶ πενθοῦντες,  16 λέγοντες,

Οὐαὶ οὐαί, ἡ πόλις ἡ µεγάλη,

ἡ περιßεßληµένη ßύσσινον

καὶ πορφυροῦν καὶ κόκκινον

καὶ κεχρυσωµένη [ἐν] χρυσίῳ

καὶ λίθῳ τιµίῳ καὶ µαργαρίτῃ,

17 ὅτι µιᾷ ὥρᾳ ἠρηµώθη ὁ τοσοῦτος πλοῦτος.

Καὶ πᾶς κυßερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται ἀπὸ µακρόθεν ἔστησαν  18 καὶ ἔκραζον ßλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες, Τίς ὁµοία τῇ πόλει τῇ µεγάλῃ;  19 καὶ ἔßαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες, λέγοντες,

Οὐαὶ οὐαί, ἡ πόλις ἡ µεγάλη,

ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα

ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιµιότητος αὐτῆς,

ὅτι µιᾷ ὥρᾳ ἠρηµώθη.

20 Εὐφραίνου ἐπ’ αὐτῇ, οὐρανέ

καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται,

ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίµα ὑµῶν ἐξ αὐτῆς.

21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς µύλινον µέγαν καὶ ἔßαλεν εἰς τὴν θάλασσαν λέγων,

Οὕτως ὁρµήµατι ßληθήσεται

Βαßυλὼν ἡ µεγάλη πόλις

καὶ οὐ µὴ εὑρεθῇ ἔτι.

22 καὶ φωνὴ κιθαρῳδῶν καὶ µουσικῶν

καὶ αὐλητῶν καὶ σαλπιστῶν

οὐ µὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,

καὶ πᾶς τεχνίτης πάσης τέχνης

οὐ µὴ εὑρεθῇ ἐν σοὶ ἔτι,

καὶ φωνὴ µύλου

οὐ µὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,

23 καὶ φῶς λύχνου

οὐ µὴ φάνῃ ἐν σοὶ ἔτι,

καὶ φωνὴ νυµφίου καὶ νύµφης

οὐ µὴ ἀκουσθῇ ἐν σοὶ ἔτι·

ὅτι οἱ ἔµποροί σου ἦσαν οἱ µεγιστᾶνες τῆς γῆς,

ὅτι ἐν τῇ φαρµακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη,

24 καὶ ἐν αὐτῇ αἷµα προφητῶν καὶ ἁγίων εὑρέθη

καὶ πάντων τῶν ἐσφαγµένων ἐπὶ τῆς γῆς.

19  Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν µεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων,

Ἁλληλουϊά·

ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναµις τοῦ θεοῦ ἡµῶν,

2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ·

ὅτι ἔκρινεν τὴν πόρνην τὴν µεγάλην

ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς,

καὶ ἐξεδίκησεν τὸ αἷµα τῶν δούλων αὐτοῦ

ἐκ χειρὸς αὐτῆς.

3 καὶ δεύτερον εἴρηκαν,

Ἁλληλουϊά·

καὶ ὁ καπνὸς αὐτῆς ἀναßαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

4 καὶ ἔπεσαν οἱ πρεσßύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθηµένῳ ἐπὶ τῷ θρόνῳ, λέγοντες,

Ἀµήν, Ἁλληλουϊά.

5 Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα,

Αἰνεῖτε τῷ θεῷ ἡµῶν

πάντες οἱ δοῦλοι αὐτοῦ

[καὶ] οἱ φοßούµενοι αὐτόν,

οἱ µικροὶ καὶ οἱ µεγάλοι.

6 καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν ßροντῶν ἰσχυρῶν λεγόντων,

Ἁλληλουϊά,

ὅτι ἐßασίλευσεν κύριος

ὁ θεὸς [ἡµῶν] ὁ παντοκράτωρ.

7 χαίρωµεν καὶ ἀγαλλιῶµεν

καὶ δώσωµεν τὴν δόξαν αὐτῷ,

ὅτι ἦλθεν ὁ γάµος τοῦ ἀρνίου

καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίµασεν ἑαυτὴν

8 καὶ ἐδόθη αὐτῇ ἵνα περιßάληται

ßύσσινον λαµπρὸν καθαρόν·

τὸ γὰρ ßύσσινον τὰ δικαιώµατα τῶν ἁγίων ἐστίν.

9 Καὶ λέγει µοι, Γράψον· Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάµου τοῦ ἀρνίου κεκληµένοι. καὶ λέγει µοι, Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ θεοῦ εἰσιν.  10 καὶ ἔπεσα ἔµπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει µοι, Ὅρα µή· σύνδουλός σού εἰµι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν µαρτυρίαν Ἰησοῦ· τῷ θεῷ προσκύνησον. ἡ γὰρ µαρτυρία Ἰησοῦ ἐστιν τὸ πνεῦµα τῆς προφητείας.

11 Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγµένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήµενος ἐπ’ αὐτὸν πιστὸς [καλούµενος] καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεµεῖ.  12 οἱ δὲ ὀφθαλµοὶ αὐτοῦ [ὡς] φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήµατα πολλά, ἔχων ὄνοµα γεγραµµένον ὃ οὐδεὶς οἶδεν εἰ µὴ αὐτός,  13 καὶ περιßεßληµένος ἱµάτιον ßεßαµµένον αἵµατι, καὶ κέκληται τὸ ὄνοµα αὐτοῦ ὁ λόγος τοῦ θεοῦ.  14 καὶ τὰ στρατεύµατα [τὰ] ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφ’ ἵπποις λευκοῖς, ἐνδεδυµένοι ßύσσινον λευκὸν καθαρόν.  15 καὶ ἐκ τοῦ στόµατος αὐτοῦ ἐκπορεύεται ῥοµφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιµανεῖ αὐτοὺς ἐν ῥάßδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυµοῦ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράτορος.  16 καὶ ἔχει ἐπὶ τὸ ἱµάτιον καὶ ἐπὶ τὸν µηρὸν αὐτοῦ ὄνοµα γεγραµµένον· Βασιλεὺς ßασιλέων καὶ κύριος κυρίων.

17 Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν [ἐν] φωνῇ µεγάλῃ λέγων πᾶσιν τοῖς ὀρνέοις τοῖς πετοµένοις ἐν µεσουρανήµατι, Δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ µέγα τοῦ θεοῦ,  18 ἵνα φάγητε σάρκας ßασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθηµένων ἐπ’ αὐτῶν καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ µικρῶν καὶ µεγάλων.  19 Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς ßασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύµατα αὐτῶν συνηγµένα ποιῆσαι τὸν πόλεµον µετὰ τοῦ καθηµένου ἐπὶ τοῦ ἵππου καὶ µετὰ τοῦ στρατεύµατος αὐτοῦ.  20 καὶ ἐπιάσθη τὸ θηρίον καὶ µετ’ αὐτοῦ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σηµεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαßόντας τὸ χάραγµα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐßλήθησαν οἱ δύο εἰς τὴν λίµνην τοῦ πυρὸς τῆς καιοµένης ἐν θείῳ.  21 καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥοµφαίᾳ τοῦ καθηµένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόµατος αὐτοῦ, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.

20  Καὶ εἶδον ἄγγελον καταßαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀßύσσου καὶ ἅλυσιν µεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ.  2 καὶ ἐκράτησεν τὸν δράκοντα, ὁ ὄφις ὁ ἀρχαῖος, ὅς ἐστιν Διάßολος καὶ ὁ Σατανᾶς, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη,  3 καὶ ἔßαλεν αὐτὸν εἰς τὴν ἄßυσσον καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ ἵνα µὴ πλανήσῃ ἔτι τὰ ἔθνη ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· µετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν µικρὸν χρόνον.

4 Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπ’ αὐτούς, καὶ κρίµα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισµένων διὰ τὴν µαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαßον τὸ χάραγµα ἐπὶ τὸ µέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν καὶ ἐßασίλευσαν µετὰ τοῦ Χριστοῦ χίλια ἔτη.  5 οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. αὕτη ἡ ἀνάστασις ἡ πρώτη.  6 µακάριος καὶ ἅγιος ὁ ἔχων µέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλ’ ἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ, καὶ ßασιλεύσουσιν µετ’ αὐτοῦ [τὰ] χίλια ἔτη.

7 Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ,  8 καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσιν γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεµον, ὧν ὁ ἀριθµὸς αὐτῶν ὡς ἡ ἄµµος τῆς θαλάσσης.  9 καὶ ἀνέßησαν ἐπὶ τὸ πλάτος τῆς γῆς καὶ ἐκύκλευσαν τὴν παρεµßολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπηµένην. καὶ κατέßη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς·  10 καὶ ὁ διάßολος ὁ πλανῶν αὐτοὺς ἐßλήθη εἰς τὴν λίµνην τοῦ πυρὸς καὶ θείου, ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ ßασανισθήσονται ἡµέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

11 Καὶ εἶδον θρόνον µέγαν λευκὸν καὶ τὸν καθήµενον ἐπ’ αὐτόν, οὗ ἀπὸ τοῦ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.  12 καὶ εἶδον τοὺς νεκρούς, τοὺς µεγάλους καὶ τοὺς µικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ ßιßλία ἠνοίχθησαν· καὶ ἄλλο ßιßλίον ἠνοίχθη, ὅ ἐστιν τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραµµένων ἐν τοῖς ßιßλίοις κατὰ τὰ ἔργα αὐτῶν.  13 καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν.  14 καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐßλήθησαν εἰς τὴν λίµνην τοῦ πυρός. οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίµνη τοῦ πυρός.  15 καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ ßίßλῳ τῆς ζωῆς γεγραµµένος ἐßλήθη εἰς τὴν λίµνην τοῦ πυρός.

21  Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.  2 καὶ τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴµ καινὴν εἶδον καταßαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ἡτοιµασµένην ὡς νύµφην κεκοσµηµένην τῷ ἀνδρὶ αὐτῆς.  3 καὶ ἤκουσα φωνῆς µεγάλης ἐκ τοῦ θρόνου λεγούσης, Ἰδοὺ ἡ σκηνὴ τοῦ θεοῦ µετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει µετ’ αὐτῶν, καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ θεὸς µετ’ αὐτῶν ἔσται, [αὐτῶν θεός,]  4 καὶ ἐξαλείψει πᾶν δάκρυον ἐκ τῶν ὀφθαλµῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι, οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι· [ὅτι] τὰ πρῶτα ἀπῆλθαν.

5 Καὶ εἶπεν ὁ καθήµενος ἐπὶ τῷ θρόνῳ, Ἰδοὺ καινὰ ποιῶ πάντα. καὶ λέγει, Γράψον, ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσιν.  6 καὶ εἶπέν µοι, Γέγοναν. ἐγώ [εἰµι] τὸ Ἄλφα καὶ τὸ Ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν.  7 ὁ νικῶν κληρονοµήσει ταῦτα, καὶ ἔσοµαι αὐτῷ θεὸς καὶ αὐτὸς ἔσται µοι υἱός.  8 τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἐßδελυγµένοις καὶ φονεῦσιν καὶ πόρνοις καὶ φαρµάκοις καὶ εἰδωλολάτραις καὶ πᾶσιν τοῖς ψευδέσιν τὸ µέρος αὐτῶν ἐν τῇ λίµνῃ τῇ καιοµένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος.

9 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, τῶν γεµόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν µετ’ ἐµοῦ λέγων, Δεῦρο, δείξω σοι τὴν νύµφην τὴν γυναῖκα τοῦ ἀρνίου.  10 καὶ ἀπήνεγκέν µε ἐν πνεύµατι ἐπὶ ὄρος µέγα καὶ ὑψηλόν, καὶ ἔδειξέν µοι τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴµ καταßαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ,  11 ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ· ὁ φωστὴρ αὐτῆς ὅµοιος λίθῳ τιµιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι·  12 ἔχουσα τεῖχος µέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόµατα ἐπιγεγραµµένα ἅ ἐστιν τῶν δώδεκα φυλῶν υἱῶν Ἰσραήλ·  13 ἀπὸ ἀνατολῆς πυλῶνες τρεῖς, καὶ ἀπὸ ßορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσµῶν πυλῶνες τρεῖς·  14 καὶ τὸ τεῖχος τῆς πόλεως ἔχων θεµελίους δώδεκα, καὶ ἐπ’ αὐτῶν δώδεκα ὀνόµατα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.

15 Καὶ ὁ λαλῶν µετ’ ἐµοῦ εἶχεν µέτρον κάλαµον χρυσοῦν, ἵνα µετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς.  16 καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ µῆκος αὐτῆς ὅσον τὸ πλάτος. καὶ ἐµέτρησεν τὴν πόλιν τῷ καλάµῳ ἐπὶ σταδίων δώδεκα χιλιάδων· τὸ µῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν.  17 καὶ ἐµέτρησεν τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσαράκοντα τεσσάρων πηχῶν, µέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου.  18 καὶ ἡ ἐνδώµησις τοῦ τείχους αὐτῆς ἴασπις, καὶ ἡ πόλις χρυσίον καθαρὸν ὅµοιον ὑάλῳ καθαρῷ.  19 οἱ θεµέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιµίῳ κεκοσµηµένοι· ὁ θεµέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος σάπφιρος, ὁ τρίτος χαλκηδών, ὁ τέταρτος σµάραγδος,  20 ὁ πέµπτος σαρδόνυξ, ὁ ἕκτος σάρδιον, ὁ ἕßδοµος χρυσόλιθος, ὁ ὄγδοος ßήρυλλος, ὁ ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατος ἀµέθυστος.  21 καὶ οἱ δώδεκα πυλῶνες δώδεκα µαργαρῖται, ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς µαργαρίτου. καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής.

22 Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ, ὁ γὰρ κύριος ὁ θεὸς ὁ παντοκράτωρ ναὸς αὐτῆς ἐστιν, καὶ τὸ ἀρνίον.  23 καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν αὐτῇ, ἡ γὰρ δόξα τοῦ θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον.  24 καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς· καὶ οἱ ßασιλεῖς τῆς γῆς φέρουσιν τὴν δόξαν αὐτῶν εἰς αὐτήν·  25 καὶ οἱ πυλῶνες αὐτῆς οὐ µὴ κλεισθῶσιν ἡµέρας, νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ·  26 καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιµὴν τῶν ἐθνῶν εἰς αὐτήν.  27 καὶ οὐ µὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ ποιῶν ßδέλυγµα καὶ ψεῦδος, εἰ µὴ οἱ γεγραµµένοι ἐν τῷ ßιßλίῳ τῆς ζωῆς τοῦ ἀρνίου.

22  Καὶ ἔδειξέν µοι ποταµὸν ὕδατος ζωῆς λαµπρὸν ὡς κρύσταλλον, ἐκπορευόµενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου.  2 ἐν µέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταµοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, κατὰ µῆνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.  3 καὶ πᾶν κατάθεµα οὐκ ἔσται ἔτι. καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ,  4 καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνοµα αὐτοῦ ἐπὶ τῶν µετώπων αὐτῶν.  5 καὶ νὺξ οὐκ ἔσται ἔτι, καὶ οὐκ ἔχουσιν χρείαν φωτὸς λύχνου καὶ φῶς ἡλίου, ὅτι κύριος ὁ θεὸς φωτίσει ἐπ’ αὐτούς, καὶ ßασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

6 Καὶ εἶπέν µοι, Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ὁ κύριος, ὁ θεὸς τῶν πνευµάτων τῶν προφητῶν, ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει.  7 καὶ ἰδοὺ ἔρχοµαι ταχύ. µακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ ßιßλίου τούτου.

8 Κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ ßλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔßλεψα, ἔπεσα προσκυνῆσαι ἔµπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός µοι ταῦτα.  9 καὶ λέγει µοι, Ὅρα µή· σύνδουλός σού εἰµι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ ßιßλίου τούτου· τῷ θεῷ προσκύνησον.  10 καὶ λέγει µοι, Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ ßιßλίου τούτου, ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.  11 ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπανθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.

12 Ἰδοὺ ἔρχοµαι ταχύ, καὶ ὁ µισθός µου µετ’ ἐµοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἐστὶν αὐτοῦ.  13 ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος.

14 Μακάριοι οἱ πλύνοντες τὰς στολὰς αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.  15 ἔξω οἱ κύνες καὶ οἱ φάρµακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.

16 Ἐγὼ Ἰησοῦς ἔπεµψα τὸν ἄγγελόν µου µαρτυρῆσαι ὑµῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰµι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ, ὁ ἀστὴρ ὁ λαµπρὸς ὁ πρωϊνός.  17 Καὶ τὸ πνεῦµα καὶ ἡ νύµφη λέγουσιν, Ἔρχου. καὶ ὁ ἀκούων εἰπάτω, Ἔρχου. καὶ ὁ διψῶν ἐρχέσθω, ὁ θέλων λαßέτω ὕδωρ ζωῆς δωρεάν.

18 Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ ßιßλίου τούτου· ἐάν τις ἐπιθῇ ἐπ’ αὐτά, ἐπιθήσει ἐπ’ αὐτὸν ὁ θεὸς τὰς πληγὰς τὰς γεγραµµένας ἐν τῷ ßιßλίῳ τούτῳ·  19 καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ ßιßλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ θεὸς τὸ µέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραµµένων ἐν τῷ ßιßλίῳ τούτῳ.

20 Λέγει ὁ µαρτυρῶν ταῦτα, Ναί, ἔρχοµαι ταχύ. Ἀµήν, ἔρχου, κύριε Ἰησοῦ.

21 Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ µετὰ πάντων.