Ἰούδα

1 Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώßου, τοῖς ἐν θεῷ πατρὶ ἠγαπηµένοις καὶ Ἰησοῦ Χριστῷ τετηρηµένοις κλητοῖς·  2 ἔλεος ὑµῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.

3 Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούµενος γράφειν ὑµῖν περὶ τῆς κοινῆς ἡµῶν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑµῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.  4 παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραµµένοι εἰς τοῦτο τὸ κρίµα, ἀσεßεῖς, τὴν τοῦ θεοῦ ἡµῶν χάριτα µετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν µόνον δεσπότην καὶ κύριον ἡµῶν Ἰησοῦν Χριστὸν ἀρνούµενοι.

5 Ὑποµνῆσαι δὲ ὑµᾶς ßούλοµαι, εἰδότας ἅπαξ πάντα, ὅτι Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς µὴ πιστεύσαντας ἀπώλεσεν,  6 ἀγγέλους τε τοὺς µὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν µεγάλης ἡµέρας δεσµοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν·  7 ὡς Σόδοµα καὶ Γόµορρα καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅµοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγµα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.

8 Ὁµοίως µέντοι καὶ οὗτοι ἐνυπνιαζόµενοι σάρκα µὲν µιαίνουσιν, κυριότητα δὲ ἀθετοῦσιν, δόξας δὲ ßλασφηµοῦσιν.  9 ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαßόλῳ διακρινόµενος διελέγετο περὶ τοῦ Μωϋσέως σώµατος, οὐκ ἐτόλµησεν κρίσιν ἐπενεγκεῖν ßλασφηµίας, ἀλλὰ εἶπεν, Ἐπιτιµήσαι σοι κύριος.  10 οὗτοι δὲ ὅσα µὲν οὐκ οἴδασιν ßλασφηµοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται.  11 οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰµ µισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο.  12 οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑµῶν σπιλάδες συνευωχούµενοι ἀφόßως, ἑαυτοὺς ποιµαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέµων παραφερόµεναι, δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα,  13 κύµατα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.

14 Προεφήτευσεν δὲ καὶ τούτοις ἕßδοµος ἀπὸ Ἀδὰµ Ἑνὼχ λέγων, Ἰδοὺ ἦλθεν κύριος ἐν ἁγίαις µυριάσιν αὐτοῦ,  15 ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεßεῖς περὶ πάντων τῶν ἔργων ἀσεßείας αὐτῶν ὧν ἠσέßησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ’ αὐτοῦ ἁµαρτωλοὶ ἀσεßεῖς.  16 Οὗτοί εἰσιν γογγυσταί, µεµψίµοιροι, κατὰ τὰς ἐπιθυµίας αὐτῶν πορευόµενοι, καὶ τὸ στόµα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυµάζοντες πρόσωπα ὠφελείας χάριν.

17 Ὑµεῖς δέ, ἀγαπητοί, µνήσθητε τῶν ῥηµάτων τῶν προειρηµένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ·  18 ὅτι ἔλεγον ὑµῖν, Ἐπ’ ἐσχάτου [τοῦ] χρόνου ἔσονται ἐµπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυµίας πορευόµενοι τῶν ἀσεßειῶν.  19 Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦµα µὴ ἔχοντες.  20 ὑµεῖς δέ, ἀγαπητοί, ἐποικοδοµοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑµῶν πίστει, ἐν πνεύµατι ἁγίῳ προσευχόµενοι,  21 ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε, προσδεχόµενοι τὸ ἔλεος τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον.  22 καὶ οὓς µὲν ἐλεᾶτε διακρινοµένους,  23 οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόßῳ, µισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωµένον χιτῶνα.

24 Τῷ δὲ δυναµένῳ φυλάξαι ὑµᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀµώµους ἐν ἀγαλλιάσει,  25 µόνῳ θεῷ σωτῆρι ἡµῶν διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡµῶν δόξα µεγαλωσύνη κράτος καὶ ἐξουσία πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας· ἀµήν.